← 克劳狄乌斯·埃利安

论动物的本性

§5.18-5.22

狼制公牛的妙策与孔雀之美及老鼠的互助

本段叙述了石斑鱼的顽强生命力、狼克制公牛的狡黠策略、海驴鱼的心脏位置、孔雀的美貌、习性及其传入希腊的历史,以及老鼠在冰酒器中协作自救的举动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.18

ὁ ὀρφὼς θαλάττιον ζῷόν ἐστι, καὶ εἰ ἕλοις καὶ ἀνατέμοις, οὐκ ἂν ἴδοις τεθνεῶτα παραχρῆμα αὐτόν, ἀλλὰ ἐπιλαμβάνει τῆς κινήσεως καὶ οὐκ ἐπʼ ὀλίγον. διὰ χειμῶνος δὲ ἐν τοῖς φωλεοῖς οἰκουρῶν χαίρει· διατριβαὶ δὲ ἄρα αἱ πρὸς τῇ γῇ μᾶλλον φίλαι αὐτῷ.

石斑鱼是一种海洋生物,即便你将其捕获并切开,你也不会见到它立刻死去,反倒会继续抽动很久。在整个冬季,它喜好足不出户地蛰伏在洞穴之中;看来靠近陆地的栖息地更合它的心意。

§5.19

Λύκος ὁμόσε ταύρῳ χωρεῖν καὶ ἰέναι οἱ κατὰ πρόσωπον ἥκιστός ἐστι,1 δέδοικε δὲ τὰ κέρατα καὶ τὰς ἀκμὰς αὐτῶν ἐκνεύει. καὶ ὡς ἐξ εὐθείας οἱ μαχούμενος ἀπειλεῖ· οὐ μὴν δρᾷ τοῦτο, ἀλλὰ ὥσπερ οὖν ἐπιθησόμενος ὑποφαίνει, εἶτα μέντοι προσπεσόντος ὃ δὲ ἑαυτὸν ἐξελίξας ἐς τὰ νῶτα ἀνέθορε,2 καὶ ἐγκρατῶς ἔχεται τοῦ θηρὸς ὁ θὴρ ὁ ἀντίπαλος, καὶ κατισχύει αὐτοῦ σοφίᾳ φυσικῇ τὸ ἐνδέον ἀνακούμενος ὁ λύκος.

狼绝不愿与公牛短兵相接,绝不愿当面迎上前去;它畏惧牛角,躲闪其尖端。它威胁恐吓,仿佛要迎面格斗;但它绝不这么做,而是佯装即将进攻。然而当公牛扑来时,狼扭转身躯跃上牛背,这只匹敌的猛兽便牢牢咬住那只野兽,狼以天生的机敏弥补自身的不足,从而制服了公牛。

§5.20

ὄνος ὁ θαλάττιος ἐν τῇ γαστρὶ τὴν καρδίαν ἔλαχεν ἔχειν, ὡς οἱ δεινοὶ τὰ τοιαῦτα ὁμολογοῦσιν ἡμῖν καὶ διδάσκουσιν.

海驴鱼生来心脏长在胃部,正如通晓此类事务的人们向我们证实并教导的那样。

§5.21

ὁ ταῶς οἶδεν ὀρνίθων ὡραιότατος ὤν,3 καὶ ἔνθα οἱ τὸ κάλλος κάθηται, καὶ τοῦτο οἶδε, καὶ ἐπʼ αὐτῷ κομᾷ καὶ σοβαρός ἐστι, καὶ θαρρεῖ τοῖς πτεροῖς, ἅπερ οὖν αὐτῷ καὶ κόσμον περιτίθησι, καὶ πρὸς τοὺς ἔξωθεν φόβον ἀποστέλλει, καὶ ἐν ὥρᾳ θερείῳ σκέπην οἴκοθεν καὶ οὐκ ᾐτημένην οὐδὲ ὀθνείαν παρέχεται. ἐὰν γοῦν θελήσῃ φοβῆσαί τινα, ἐγείρας τὰ οὐραῖα εἶτα διεσείσατο καὶ ἀπέστειλεν ἦχον, καὶ ἔδεισαν οἱ παρεστῶτες, ὡς ὁπλίτου τὸν ἐκ τῶν ὅπλων πεφοβημένοι δοῦπον. ἀνατείνει δὲ τὴν κεφαλὴν καὶ ἐπινεύει σοβαρώτατα, ὥσπερ οὖν ἐπισείων τριλοφίαν. δεηθείς γε μὴν ψυχάσαι, τὰ πτερὰ ἐγείρει, καὶ ἐς τοὔμπροσθεν ἐπικλίνας συμφυᾶ σκιὰν ἀποδείκνυται τοῦ ἰδίου σώματος τὴν ἀκμὴν τὴν ἐκ τῆς ἀκτῖνος ἀποστέγων. εἰ δὲ εἴη καὶ ἄνεμος κατόπιν, ἡσυχῆ διίστησι τὰ πτερά· καὶ τὸ πνεῦμα τὸ διαρρέον αὔρας οἱ μαλακὰς καὶ ἡδίστας ἐπιπνέον ἀναψύχειν τὸν ὄρνιν δίδωσιν. ἐπαινεθεὶς δὲ αἰσθάνεται, καὶ ὥσπερ οὖν ἢ παῖς καλὸς ἢ γυνὴ ὡραία τὸ μάλιστα πλεονεκτοῦν τοῦ σώματος ἐπιδείκνυσιν, οὕτω τοι καὶ ἐκεῖνος τὰ πτερὰ ἐν κόσμῳ καὶ κατὰ στοῖχον ὀρθοῖ, καὶ ἔοικεν ἀνθηρῷ λειμῶνι ἢ γραφῇ πεποικιλμένῃ πολυχροίᾳ τῇ τῶν φαρμάκων, καὶ ἱδρὼς πρόκειται ζωγράφοις εἰκάσαι4 τῆς φύσεως τὸ ἴδιον. καὶ ὅπως ἔχει τῆς ἐς τὴν ἐπίδειξιν ἀφθονίας παρίστησιν· ἐᾷ γὰρ ἐμπλησθῆναι τῆς θέας τοὺς παρεστῶτας, καὶ ἑαυτὸν περιάγει δεικνὺς φιλοπόνως τὸ τῆς πτερώσεως πολύμορφον, ὑπὲρ τὴν τῶν Μήδων ἐσθῆτα καὶ τὰ τῶν Περσῶν ποικίλματα τὴν ἑαυτοῦ στολὴν ἀποδεικνύμενος ἐκεῖνός γε σοβαρώτατα. λέγεται δὲ ἐκ βαρβάρων ἐς Ἕλληνας κομισθῆναι. καὶ χρόνου πολλοῦ σπάνιος ὢν εἶτα ἐδείκνυτο τῶν ἀνθρώπων τοῖς φιλοκάλοις μισθοῦ, καὶ Ἀθήνησί γε ταῖς νουμηνίαις ἐδέχοντο καὶ ἄνδρας καὶ γυναῖκας ἐπὶ τὴν ἱστορίαν αὐτῶν, καὶ τὴν θέαν πρόσοδον εἶχον. ἐτιμῶντο δὲ τὸν ἄρρενα καὶ τὸν θῆλυν δραχμῶν μυρίων,5 ὡς Ἀντιφῶν ἐν τῷ πρὸς Ἐρασίστρατον λόγῳ φησί. δεῖ δὲ καὶ διπλῆς οἰκίας τῇ τροφῇ αὐτῶν, καὶ φρουρῶν τε καὶ μελεδωνῶν. Ὁρτήσιος δὲ ὁ Ῥωμαῖος καταθύσας ἐπὶ δείπνῳ ταῶν πρῶτος ἐκρίθη. Ἀλέξανδρος δὲ ὁ Μακεδὼν ἐν Ἰνδοῖς ἰδὼν τούσδε τοὺς ὄρνιθας ἐξεπλάγη, καὶ τοῦ κάλλους θαυμάσας ἠπείλησε τῷ καταθύσαντι ταῶν ἀπειλὰς βαρυτάτας.

孔雀自知是鸟类中最俊美的,亦知晓自己的美貌居于何处;它以此自矜,神气活现,对自己的羽翎充满自信。这些羽翎不仅赋予它华美,向外界散播威慑,还在炎夏时节自备遮蔽,既无须外求,亦非借自外物。每当它想要恐吓某人时,便竖起尾羽,剧烈抖动并发出一阵声响,身旁的人便惊骇不已,宛如畏惧重装步兵披挂盔甲发出的铿锵之声。它昂起头颅,极其威严地晃动着,宛如摆动着头盔上的三重花翎。然而当需要纳凉时,它竖起羽翼向前倾斜,显现出由自身躯体生出的阴影,遮挡住烈日的光芒。若是背后有风吹来,它便轻轻将羽毛分开;穿流而过的微风吹拂给它柔和怡人的凉气,让这只鸟儿得以消暑。当受到赞赏时,它能敏锐察觉,恰如俊美的少年或艳丽的女子展现自己身体最出众的部位那样,它亦整饬而井然有序地将羽毛直立起来。它仿佛一座繁花盛开的草地,又如一幅施以多彩颜料的绚烂图画;要摹画出其天性的独特之美,对画师而言乃是一桩流汗的苦工。它展现出自己在炫耀方面何其富足:它任由围观者大饱眼福,转动身姿,辛勤展现其羽翼的多姿形态,极其自负地展现出胜过米底人的服饰与波斯人织锦的自身盛装。据说孔雀是从异邦传入希腊人那里的。由于长期稀有,它昔日曾向那些爱好美好事物的人们收费展出;在雅典,每逢新月之日,他们会接纳男女入内观赏,并以这种观览作为收入来源。正如安提丰在《驳埃拉西斯特拉托斯》的演说中所言,他们给一只雄孔雀和一只雌孔雀估价一万德拉克马。饲养它们还需要一栋双层房舍,以及守卫与看护之人。罗马人霍尔滕西乌斯被认为是第一个在宴席上宰杀孔雀供客的人。而马其顿的亚历山大在印度见到这些鸟儿时大为惊叹,因其美丽而叹服,遂对宰杀孔雀者施以最严厉的惩罚威胁。

§5.22

ἐς τοὺς ψυκτῆρας ὅταν οἱ μύες ἐμπέσωσιν, ἀνανεῦσαι καὶ ἀνελθεῖν οὐ δυνάμενοι, τὰς ἀλλήλων οὐρὰς ἐνδακόντες εἶτα ἐφέλκουσι τὸν δεύτερον ὁ πρῶτος καὶ ὁ δεύτερος τὸν τρίτον. οὕτω μὲν δὴ καὶ τούτους ἀλλήλοις συμμαχεῖν καὶ ἐπικουρεῖν ἡ σοφωτάτη φύσις ἐξεπαίδευσεν.

每当老鼠掉进冰酒器中,无法浮起逃出时,它们便咬住彼此的尾巴,随后第一只拖出第二只,第二只拖出第三只。至为聪慧的自然就是这样教导甚至这些生灵互相结盟、彼此援救的。

语法注5 条
  1. 5.19ἥκιστός ἐστι

    最高级形容词 ἥκιστος 与主语(此处为狼)一致,并支配不定式 χωρεῖν 与 ἰέναι 的人称句构,意为“绝不愿……”或“最不倾向于……”。

  2. 5.19προσπεσόντος ὃ δὲ ἑαυτὸν ἐξελίξας ἐς τὰ νῶτα ἀνέθορε

    προσπεσόντος 为属格绝对分词,其逻辑主语在上下文中承前省略(即公牛 ταῦρος)。主句中的 ὃ δέ 为指示代名词,用作转折承接,指代与之相对的主语狼(ὁ λύκος)。

  3. 5.21ὁ ταῶς οἶδεν ὀρνίθων ὡραιότατος ὤν

    动词 οἶδα(知晓)接续主格补充同位分词 ὤν,指涉主语自身,表示“孔雀自知自己是鸟类中最俊美的”。

  4. 5.21ἱδρὼς πρόκειται ζωγράφοις εἰκάσαι

    名词 ἱδρώς(汗水、劳苦)充当表语,支配关系与格 ζωγράφοις(对画师而言)以及解释性不定式 εἰκάσαι(摹画),结构意为“去摹画……对画师而言乃是一桩流汗的苦差”。

  5. 5.21δραχμῶν μυρίων

    受动词 ἐτιμῶντο(估价)支配的“价格/价值属格”,表示一对孔雀的市场价值。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.18-5.22