← 克劳狄乌斯·埃利安

论动物的本性

§5.12-5.17

蜜蜂的智慧与黄蜂之王及皮萨苍蝇的习性

作者记述了蜜蜂的越冬习性、几何造诣、预知天气及对旋律的反应,接着提及食铁土之鼠与善待外客之蝎。随后将无螫针且温和的黄蜂之王与人类僭主作对比,谈及黄蜂借蛇淬毒之举,并称赞皮萨苍蝇在奥林匹亚节期自发避席的节制之德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.12

καὶ τοῦτο δὲ φιλεργίας τῆς τῶν μελιττῶν μαρτύριον. ἐν γοῦν τοῖς χειμεριωτάτοις τῶν χωρίων μετὰ Πλειάδων δυσμὰς ἐς ἰσημερίαν ἠρινὴν διατελοῦσιν οἰκουροῦσαί τε καὶ ἔνδον ἀτρεμοῦσαι ἀλέας πόθῳ καὶ φυγῇ ῥίγους αἱ μέλιτται· τὸν δὲ ἄλλον χρόνον τοῦ ἔτους πάντα ἀργίαν τε καὶ ἡσυχίαν μισοῦσι, καὶ καμεῖν εἰσιν ἀγαθαί. καὶ οὐκ ἄν ποτε ἴδοις βλακεύουσαν μέλιτταν τῆς ὥρας ἐκείνης ἔξω ἐν ᾗ μαλκίει τὰ μέλη.

关于蜜蜂的勤劳,亦有如下明证:在最为严寒的地区,自昴星团沉没起至春分止,蜜蜂由于渴望温暖、逃避严寒而始终闭门不出,在巢内安静栖息;但在一年中其余的所有时节,它们都厌恶闲懒与安逸,乐于承受劳苦。除了肢体因寒冷而麻木的那个时令之外,你绝不可能见到一只游手好闲的蜜蜂。

§5.13

γεωμετρίαν δὲ καὶ κάλλη σχημάτων καὶ ὡραίας πλάσεις αὐτῶν ἄνευ τέχνης τε καὶ κανόνων καὶ τοῦ καλουμένου ὑπὸ τῶν σοφῶν διαβήτου ἀποδείκνυνται αἱ μέλιτται. ὅταν δὲ ἐπιγονὴ ᾖ καὶ εὐθενῇ ταῖς μελίτταις τὸ σμῆνος, ἐκπέμπουσιν ὥσπερ οὖν αἱ μέγισταί τε καὶ πολυανδρούμεναι τῶν πόλεων. οἶδε δὲ ἄρα ἡ μέλιττα καὶ ὑετοῦ ἀπειλοῦντος ἐπιδημίαν καὶ σκληρὸν πνεῦμα ἐσόμενον. εἰ δὲ αὐτῇ παρὰ δόξαν γένοιτο τὸ τοῦ πνεύματος, ὄψει φέρουσαν λίθον ἑκάστην ἄκροις τοῖς ποσὶν ἕρμα εἶναι.1 ὅπερ δὲ ὁ θεῖος Πλάτων περὶ τῶν τεττίγων λέγει καὶ τῆς ἐκείνων φιλῳδίας τε καὶ φιλομουσίας, τοῦτʼ ἂν καὶ περὶ τοῦ τῶν μελιττῶν χοροῦ εἴποι τις. ὅταν γοῦν σκιρτήσωσιν ἢ πλανηθῶσιν, ἐνταῦθα οἱ σμηνουργοὶ κροτοῦσι κρότον τινὰ ἐμμελῆ τε καὶ συμμελῆ· αἳ δὲ ὡς ὑπὸ Σειρῆνος ἕλκονται, καὶ μέντοι καὶ ὑποστρέφουσιν ἐς ἤθη τὰ οἰκεῖα αὖθις.

蜜蜂无须技艺、直尺,亦无须智者们所谓的圆规,便展现出几何学、形态之优美以及对其精妙的塑造。每逢繁衍孳生、蜂群繁盛之时,它们便如同最宏大、人口最稠密的城邦那样派遣分群移民。蜜蜂亦深知逼近的暴雨与即将到来的狂风;若是风力突如其来,你便会看见它们各自用足尖携带着小石子,用作压舱之物。神圣的柏拉图关于蝉及其喜好歌唱与音乐的论述,人们同样可以用来谈论蜂群的合舞:每当它们乱飞或迷途之时,养蜂人便击打出某种和谐而富有韵律的声响;而蜜蜂如同受到塞壬的吸引,随即又折返回到原先熟悉的栖息之地。

§5.14

ἐν τῇ Γυάρῳ τῇ νήσῳ Ἀριστοτέλης λέγει μῦς εἶναι καὶ μέντοι καὶ τὴν γῆν σιτεῖσθαι τὴν σιδηρῖτιν. Ἀμύντας δὲ καὶ τοὺς ἐν Τερηδόνι ʽγῆς δέ ἐστιν αὕτη τῆς Βαβυλωνίασʼ τὴν αὐτὴν προσφέρεσθαι λέγει. Ἐν Λάτμῳ δὲ τῆς Καρίας ἀκούω σκορπίους εἶναι, οἵπερ οὖν τοὺς μὲν πολίτας σφίσι παίουσιν ἐς θάνατον, τοὺς δὲ ξένους ἡσυχῆ καὶ ὅσον παρασχεῖν ὀδαξησμόν, ἐμοὶ δοκεῖν τοῦ Ξενίου Διὸς τοῖς ἀφικνουμένοις τὸ δῶρον τοῦτο ἀποκρίναντος.

亚里士多德说,在吉阿罗斯岛上有老鼠,并且它们竟然以含铁的泥土为食。阿敏塔斯亦称,特勒敦(此地属于巴比伦尼亚)的老鼠也食用同样的土。我听说在卡利亚的拉特摩斯山有蝎子,它们若是螫刺本地居民便致其于死地,然而对于外邦异客却螫得很轻微,仅令人感到发痒而已;依我之见,这是好客之神宙斯赐予远道而来之人的恩惠。

§5.15

βασιλεύονται δὲ ἄρα καὶ σφῆκες, ἀλλʼ οὐ τυραννοῦνται ὡς ἄνθρωποι. καὶ τὸ μαρτύριον, ἄκεντροι καὶ οἵδε εἰσί. καὶ οἱ μὲν ὑπήκοοι τὰ ἔργα πλάττειν αὐτοῖς νόμον ἔχουσιν, οἱ δὲ ἄρχοντές εἰσι διπλάσιοι μὲν τὸ μέγεθος, πρᾶοι δὲ καὶ οἷοι μήτε ἑκόντες λυπεῖν ἔχειν μήτε ἄκοντες.2 τίς οὖν οὐκ ἂν μισήσειε Διονυσίους τοὺς ἐν Σικελίᾳ καὶ Κλέαρχον τὸν ἐν Ἡρακλείᾳ καὶ Ἀπολλόδωρον τὸν Κασανδρέων λευστῆρα καὶ τὸν Λακεδαιμονίων λυμεῶνα τὸν Νάβιν, εἴγε οἳ μὲν ἐθάρρουν τῷ ξίφει, τῷ δὲ ἀκέντρῳ καὶ τῇ πραότητι οἱ τῶν σφηκῶν βασιλεῖς;

黄蜂亦由王统治,却不像人类那样遭受僭主的暴政。明证便是,这些王亦是没有螫针的。臣属们有为其构筑巢室的规矩,而首领们体型虽大上一倍,性情却温和,无论是出于自愿还是身不由己,都根本无法造成伤害。若是那些人依仗刀剑,而黄蜂的王者们却依仗无刺与温和,那么谁又会不去憎恨西西里的狄奥尼修斯诸人、赫拉克利亚的克勒阿科斯、用石刑处死卡珊德里亚人的阿波罗多洛斯,以及斯巴达的祸害纳比斯呢?

§5.16

λέγονται δὲ οἱ τῶν σφηκῶν κεκεντρωμένοι καὶ ἐκεῖνο δρᾶν. ὅταν θεάσωνται νεκρὰν ἔχιδναν, οἳ δὲ ἐμπίπτουσι καὶ φαρμάττουσι τὸ κέντρον. ὅθεν μοι δοκοῦσι μαθεῖν καὶ οἱ ἄνθρωποι μάθημα, καὶ τοῦτο οὐκ ἀγαθόν. καὶ μέντοι καὶ μαρτυρεῖ ἐν Ὀδυσσείᾳ Ὅμηρος λέγων "φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι χαλκήρεας, "ἢ καὶ νὴ Δία εἴ τι δεῖ τῷ περὶ Ἡρακλέους λόγῳ προσέχειν, ὡς ἐκεῖνος ἔβαψε τῷ τῆς ὕδρας ἰῷ τοὺς οἰστούς, οὕτω τοι καὶ ἐκεῖνοι τῇ βαφῇ τὰ κέντρα ὑποθήγουσιν.

据说生有螫针的黄蜂还会做出这等举动:每当它们看见死去的蝰蛇,便扑上前去,在毒液中浸染自己的螫针。依我看,人类也是由此学得了一种本领,且绝非善类;荷马在《奥德赛》中亦作证道: “寻觅杀人的毒药,以便涂抹其青铜箭镞,”或者凭宙斯起誓,若是我们应当关注关于赫拉克勒斯的传说,正如他将箭矢浸入九头蛇的毒液中一样,黄蜂亦是通过这种浸染磨砺其螫针。

§5.17

ἔστω δὲ καὶ τῇ μυίᾳ παρʼ ἡμῶν γέρας μὴ ἀμοιρῆσαι τῆς μνήμης τῆς ἐνταῦθα· φύσεως γάρ τοι καὶ ἐκείνη πλάσμα ἐστίν. αἱ μυῖαι αἱ Πισάτιδες κατὰ τὴν τῶν Ὀλυμπίων ἑορτὴν ὡς ἂν εἴποις σπένδονται καὶ τοῖς ἀφικνουμένοις καὶ τοῖς ἐπιχωρίοις. ἱερείων γοῦν καταθυομένων τοσούτων καὶ αἵματος ἐκχεομένου καὶ κρεμαμένων κρεῶν αἳ δὲ ἀφανίζονται ἑκοῦσαι, καὶ τοῦ γε Ἀλφειοῦ περαιοῦνται ἐς τὴν ἀντιπέρας ὄχθην. καὶ ἐοίκασι τῶν γυναικῶν τῶν ἐπιχωρίων διαλλάττειν οὐδὲ ὀλίγον, εἰ μὴ ἄρα τι ἐγκρατέστεραι αἱ μυῖαι ἐκεῖναι τῶν γυναικῶν ὁμολογοῦνται τοῖς ἔργοις· τὰς μὲν γὰρ ὁ τῆς ἀγωνίας καὶ τῆς κατʼ αὐτὴν σωφροσύνης νόμος ἐλαύνει τὰς γυναῖκας, αἱ μυῖαι δὲ ἑκοῦσαι τοῖς ἱεροῖς ἀφίστανται, καὶ ἐν μὲν ταῖς ἱερουργίαις καὶ παρὰ τὸν τῶν ἄθλων χρόνον τὸν νενομισμένον ἀπαλλάττονται. λῦτο δʼ ἀγών,3 αἳ δὲ ἐπιδημοῦσιν, ὥσπερ οὖν καθόδου τυχοῦσαι ψηφίσματι φυγάδες, εἶτα ἐπιρρέουσιν ἐς τὴν Ἦλιν αἱ μυῖαι αὖθις.

苍蝇亦应从我们这里获得不致在此被遗漏提及的特权;因为终究它也是大自然的造化。皮萨的苍蝇在奥林匹亚节庆期间,可以说与到访者及本地居民结成了休战协定:尽管宰杀了如此众多的祭牲,倾倒了如此多的鲜血,悬挂着如此多的肉块,它们却自愿退避三舍,渡过阿尔斐俄斯河前往对岸。它们看起来与本地的妇女毫无二致,除非在行动上承认那些苍蝇比妇女还要更具自制力:因为是竞技会以及依循其制定的节制之法驱逐了妇女,而苍蝇却是自愿避开圣典,在祭礼期间以及法定的赛会时段自行退避。竞技会结束,它们便返回故地,宛如依据法令获得复归的流亡者,随后苍蝇又再度汇流涌入厄利斯。

语法注3 条
  1. 5.13ἕρμα εἶναι

    不定式 εἶναι 接在 φέρουσαν λίθον(携带石头)之后,表示目的或结果(“用作压舱物 / 以便作为压舱之用”)。

  2. 5.15οἷοι μήτε ἑκόντες λυπεῖν ἔχειν μήτε ἄκοντες

    表性质与能力的 οἷοι + 不定式结构中,内嵌了同样表能力的 ἔχειν + 不定式(λυπεῖν),意为“具有无论自愿还是被迫都无法造成伤害之性质的统治者”。

  3. 5.17λῦτο δʼ ἀγών

    λῦτο 是动词 λύω 无增音的史诗式无词干元音不定过去时中被动态形式,在此标志着突折性的时间转换(“竞技会一告结束,它们便……”),与紧接着的现在时 αἳ δὲ ἐπιδημοῦσιν 形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.12-5.17