← 克劳狄乌斯·埃利安

论动物的本性

§4.53-4.60

动物的算术天性、跨物种爱恋与鸟类习性

本节列举了多种动物的奇异天性与逸事:利比亚动物与生俱来的算术能力,毒蛇与海豹对人类产生的爱慕,骆驼的寿命与去势烧灼,水蛇毒液的剧烈致死性,以及欧纳斯、青鸟与善知天气的燕雀等鸟类的特性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.53

εἶναι δὲ ἄλογα μὲν ζῷα, φυσικὴν δὲ ἔχειν ἀριθμητικὴν μὴ διδαχθέντα Εὔδημός φησι, καὶ ἐπάγει μαρτύριον ἐκεῖνο τῶν ἐν τῇ Λιβύῃ ζῴων. τὸ δὲ ὄνομα οὐ λέγει· ἃ δὲ λέγει, ταῦτά ἐστιν. ὅ τι ἂν θηράσῃ, ποιεῖν μοίρας ἕνδεκα, καὶ τὰς μὲν δέκα σιτεῖσθαι, τὴν δὲ ἑνδεκάτην ἀπολείπειν ʽὅτῳ δὲ καὶ ἀντὶ τοῦ καὶ ἐννοίᾳ τίνι σκοπεῖν ἄξιονʼ ἀπαρχήν γέ τινα ἢ δεκάτην, ὡς ἂν εἴποις.1 οὐκοῦν ἐκπλαγῆναι δίκαιον τὴν αὐτοδίδακτον σοφίαν τήνδε· τὴν γάρ τοι μονάδα καὶ δυάδα καὶ τοὺς ἑξῆς ἀριθμοὺς ζῷον οἶδεν ἄλογον· ἀνθρώπῳ δὲ δεῖ πόσων μὲν τῶν μαθημάτων, πόσων δὲ τῶν πληγῶν, ἵνα ἢ μάθῃ ταῦτα εὖ καὶ καλῶς ἢ πολλάκις μὴ μάθῃ;

欧德莫斯说,有些动物虽无理性,却无师自通地具有天然的算术能力,并引用了利比亚某种动物的例证。他没有说出它的名字,但其所记述的内容如下:无论它捕获何种猎物,都会分成十一份,其中十份吃掉,而留下第十一份——“究竟是留给谁、作为何种报偿、怀有何种意图,颇值得深究”——可以说是作为某种初熟之物或十分之一税。因此,人们理应对这种自悟的智慧感到惊叹;因为一头无理性的兽类竟懂得一、二以及接下来的数目。然而对于人而言,究竟需要多少门功课,又要挨多少次责打,才能或精通学好这些,抑或是常常根本学不会呢?

§4.54

λέγουσιν Αἰγύπτιοι ʽκαὶ ῥᾳθύμως αὐτῶν οὐκ ἀκούουσιν ἄνδρες φιλόσοφοἰ ἔν τινι νομῷ τῶν Αἰγυπτίων, ὅνπερ οὖν ἐξ Ἡρακλέους τοῦ Διὸς ὀνομάζουσι, παῖδα ὡραῖον ὡς ἂν Αἰγύπτιον, χηνῶν ποιμένα, ἐράστριαν ἀσπίδα λαχεῖν, καὶ μέντοι καὶ παρʼ αὐτῇ εἶναι θαυμαστόν. εἶτα φοιτῶσαν τῷ ἐρωμένῳ ὄναρ προλέγειν τὰς ἐπιβουλὰς τὰς ἐς αὐτὸν πανουργουμένας ἐκ θατέρου θηρίου, ὅπερ ἦν αὐτῇ σύννομον, ὡς ἂν εἴποι τις, ζηλοτυπίᾳ τῇ πρὸς τὸν παῖδα ὑπὲρ τῆς νύμφης ταῦτα πειρωμένου δρᾶν τοῦ ἄρρενος· τὸν δὲ ὑπακούοντα πείθεσθαι καὶ φυλάττεσθαι. Ὅμηρος μὲν οὖν ἔδωκεν ἵππῳ φωνήν, ἀσπίδι δὲ ἡ φύσις, ᾗ νόμων οὐδὲν μέλει, φησὶν Εὐριπίδης.

埃及人讲述道——哲学家们听其所言也绝非漫不经心——在埃及人以宙斯之子赫拉克勒斯命名的某个诺姆(州)中,有一个堪称埃及人中俊美的放鹅少年,竟赢得了一条雌毒蛇的爱慕,并且在它那里备受青睐。随后,它常在梦中探望心爱之人,预告那另一头雄兽对他策划的阴谋;原来可以说是作为其配偶的那条雄蛇,出于对少年的嫉妒而为了新娘企图行此恶事。少年听从其告诫,信以为真并严加防范。荷马赋予马匹以言语,而大自然却赋予了毒蛇言语;诚如欧里庇得斯所言,“自然对法律毫不在乎”。

§4.55

καμήλους ἔτη βιοῦν καὶ πεντήκοντα ἀκήκοα, τὰς δὲ ἐκ Βάκτρων πέπυσμαι προϊέναι καὶ ἐς δὶς τοσαῦτα. καὶ οἵ γε ἄρρενες καὶ πολεμικοί, ἐκτέμνουσιν αὐτοὺς οἱ Βάκτριοι,2 τὴν ὕβριν καὶ τὸ ἀκολασταίνειν ἀφαιροῦντες, τὴν δὲ ῥώμην αὐτοῖς φυλάττοντες. κάονται δὲ αἱ θήλειαι τὰ ἐξάπτοντα ἐς οἶστρον μέρη αὐτάς.

我听说骆驼能活到五十岁,而从巴克特里亚来的骆驼据我得知甚至能活到两倍之久。至于那些用于征战的公骆驼,巴克特里亚人将其阉割,以除去其凶暴与放纵,同时保留其体力。而母骆驼则会被烙烤其激发情欲的部位。

§4.56

φώκην Εὔδημος λέγει ἐρασθῆναι ἀνδρὸς σπογγιὰς θηρεύειν συνειθισμένου, καὶ προϊοῦσαν τῆς θαλάττης ἔνθα ἦν ὕπαντρος πέτρα ὁμιλεῖν αὐτῷ. τῶν δὲ ὁμοτέχνων ἦν ἄρα οὗτος αἴσχιστος, ἀλλὰ ἐδόκει τῇ φώκῃ ὡραιότατος εἶναι. καὶ θαῦμα ἴσως οὐδέν, ἐπεὶ καὶ ἄνθρωποι πολλάκις τῶν ἧττον καλῶν ἠράσθησαν, ἐς τοὺς ὡραιοτάτους οὐ παθόντες οὐδὲ ἕν, ἀλλʼ ἀμελήσαντες αὐτῶν.

欧德莫斯说,曾有一只海豹爱上了一名惯于采捞海绵的男子;每当海豹从海中钻出,便在有岩洞处与他相伴。这名男子在其同行中最是丑陋,但在海豹眼中却似乎极为英俊。这或许亦不足为奇,因为人也常常爱上相貌平平之人,对极尽美貌者反倒毫无感觉,弃之不顾。

§4.57

Ἀριστοτέλης λέγει τὸν ὑπὸ ὕδρου πληγέντα παραχρῆμα ὀσμὴν βαρυτάτην ἀπεργάζεσθαι, ὡς μὴ οἷόν τε εἶναι προσπελάσαι αὐτῷ τινα. λήθην τε καταχεῖσθαι τοῦ πληγέντος ὁ αὐτὸς λέγει καὶ μέντοι καὶ ἀχλὺν κατὰ τῶν ὀμμάτων πολλήν, καὶ λύτταν ἐπιγίνεσθαι καὶ τρόμον εὖ μάλα ἰσχυρόν, καὶ ἀπόλλυσθαι διὰ τρίτης αὐτόν.

亚里士多德说,被水蛇咬伤的人立刻会发出极刺鼻的恶臭,以致任何人都不可能接近他。同一个人还说,健忘会笼罩被咬之人,双眼前布满浓厚的阴翳,狂乱与极其强烈的颤抖随之而来,到了第三天他便会丧命。

§4.58

τὴν οἰνάδα ὄρνεον εἰδέναι χρὴ οὖσαν, οὐ μὴν ὥς τινες ἄμπελον. λέγει δὲ Ἀριστοτέλης μεῖζον μὲν αὐτὸ εἶναι φάττης, περιστερᾶς γε μὴν ἧττον. καλοῦνται δὲ ὡς ἀκούω καὶ ἐν τῇ Σπάρτῃ οἰναδοθῆραί τινες. λέγοιτο δʼ ἂν καὶ κίρκη διαλλάττειν κίρκου οὐ μόνον τῷ γένει ἀλλὰ καὶ τῇ φύσει.

人们当知“欧纳斯”乃是一种鸟,绝非有些人所设想的某种葡萄藤。亚里士多德说,它比斑鸠大,却比鸽子小。据我所闻,斯巴达甚至有些人被称为“猎欧纳斯者”。人们亦可以说,雌雀鹰与雄雀鹰不仅在性别上有别,在天性上亦截然不同。

§4.59

Κύανος τὸ ὄνομα, ὄρνις τὴν φύσιν, ἀπάνθρωπος τὸν τρόπον, μισῶν μὲν τὰς ἀστικὰς διατριβὰς καὶ τὰς κατʼ οἰκίαν αὐλίσεις, φεύγων δὲ καὶ τὰς ἐν ἀγροῖς διατριβὰς καὶ ὅπου καλύβαι τε καὶ ἀνθρώπων αὔλια, χαίρων δὲ ἐρημίαις καὶ ἡδόμενος ὀρείοις κορυφαῖς καὶ πάγοις ἀποτόμοις. ἀλλʼ οὐδὲ ἠπείροις φιληδεῖ οὐδὲ νήσοις ἀγαθαῖς, Σκύρῳ δὲ καὶ εἴ τις τοιαύτη ἑτέρα ἄγαν λυπρὰ καὶ ἄγονος καὶ ἀνθρώπων χηρεύουσα ὡς τὰ πολλά.

有一种名为“青鸟”(库阿诺斯)的生物,其天性为鸟,性情却厌恶人类。它既憎恶城邑的生活与房屋周围的宿歇,又避开原野中的留居以及凡有茅舍和人畜圈栏之处;相反,它喜好荒僻,怡然于山巅与陡峭的绝壁。它既不喜欢大陆,亦不喜欢肥美的岛屿,偏爱斯库罗斯岛以及任何类似这般极其荒凉、贫瘠且大抵杳无人烟之处。

§4.60

σπίνοι δὲ ἄρα σοφώτεροι καὶ ἀνθρώπων τὸ μέλλον προεγνωκέναι.3 ἴσασι γοῦν καὶ χειμῶνα μέλλοντα, καὶ χιόνα ἐσομένην προμηθέστατα ἐφυλάξαντο. καὶ τοῦ καταληφθῆναι δέει ἀποδιδράσκουσιν ἐς τὰ ἀλσώδη χωρία, καὶ αὐτοῖς τὰ δάση κρησφύγετα ὡς ἂν εἴποις ἐστίν.

看来燕雀在预知未来方面竟比人更聪明。它们至少知道寒冬将至,并极其审慎地防备大雪的到来。因惧怕被捕困,它们便逃往林木葱郁之地;对它们而言,树林可以说是藏身之所。

语法注3 条
  1. 4.53ἀπαρχήν γέ τινα ἢ δεκάτην, ὡς ἂν εἴποις

    作不定式 ἀπολείπειν 的宾语同位语或宾语补足语:“可以说是作为某种初熟之物或十分之一税”。承接括号内的插入问句,对所留下的第十一份(τὴν δὲ ἑνδεκάτην)之性质作比喻性的说明。

  2. 4.55καὶ οἵ γε ἄρρενες καὶ πολεμικοί, ἐκτέμνουσιν αὐτοὺς οἱ Βάκτριοι

    典型的悬垂主格(nominativus pendens)结构。句首的 οἵ γε ἄρρενες καὶ πολεμικοί 虽为主格,但在后文 ἐκτέμνουσιν οἱ Βάκτριοι 中被代词宾格 αὐτούς 所承接指代,起到了提前确立话题的作用。

  3. 4.60τὸ μέλλον προεγνωκέναι

    附属于比较级形容词 σοφώτεροι 的说明性/限定性不定式(epexegetic infinitive),意为“在预知未来方面(比人更聪明)”。τὸ μέλλον 作完成时不定式 προεγνωκέναι 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.53-4.60