← 克劳狄乌斯·埃利安

论动物的本性

§4.51-4.52

印度独角野驴的特征与角之药效及捕猎

埃利安详述了印度独角野驴的外貌特征、其犄角的解毒与治病功效、极其迅疾的奔跑速度,以及猎捕时该兽护卫幼崽的凶猛反抗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.51

(译文中已并入上一段)
§4.52

ὄνους ἀγρίους οὐκ ἐλάττους ἵππων τὰ μεγέθη ἐν Ἰνδοῖς γίνεσθαι πέπυσμαι. καὶ λευκοὺς μὲν τὸ ἄλλο εἶναι σῶμα, τήν γε μὴν κεφαλὴν ἔχειν πορφύρᾳ παραπλησίαν, τοὺς δὲ ὀφθαλμοὺς ἀποστέλλειν κυανοῦ χρόαν. κέρας δὲ ἔχειν ἐπὶ τῷ μετώπῳ ὅσον πήχεως τὸ μέγεθος καὶ ἡμίσεος προσέτι, καὶ τὸ μὲν κάτω μέρος τοῦ κέρατος εἶναι λευκόν, τὸ δὲ ἄνω φοινικοῦν, τό γε μὴν μέσον μέλαν δεινῶς. ἐκ δὴ τῶνδε τῶν ποικίλων κεράτων πίνειν Ἰνδοὺς ἀκούω, καὶ ταῦτα οὐ πάντας, ἀλλὰ τοὺς τῶν Ἰνδῶν κρατίστους, ἐκ διαστημάτων αὐτοῖς χρυσὸν περιχέαντας,1 οἱονεὶ ψελίοις τισὶ κοσμήσαντας βραχίονα ὡραῖον ἀγάλματος. καί φασι νόσων ἀφύκτων ἀμαθῆ καὶ ἄπειρον γίνεσθαι τὸν ἀπογευσάμενον ἐκ τοῦδε τοῦ κέρατος· μήτε γὰρ σπασμῷ ληφθῆναι ἂν αὐτὸν2 μήτε τῇ καλουμένῃ ἱερᾷ νόσῳ, μήτε μὴν διαφθαρῆναι φαρμάκοις. ἐὰν δέ τι καὶ πρότερον ᾖ πεπωκὼς κακόν, ἀνεμεῖν τοῦτο, καὶ ὑγιᾶ γίνεσθαι αὐτόν. πεπίστευται δὲ τοὺς ἄλλους τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ὄνους καὶ ἡμέρους καὶ ἀγρίους καὶ τὰ ἄλλα μώνυχα θηρία ἀστραγάλους οὐκ ἔχειν, οὐδὲ μὴν ἐπὶ τῷ ἥπατι χολήν, ὄνους δὲ τοὺς Ἰνδοὺς λέγει Κτησίας τοὺς ἔχοντας τὸ κέρας ἀστραγάλους φορεῖν, καὶ ἀχόλους μὴ εἶναι· λέγονται δὲ οἱ ἀστράγαλοι μέλανες εἶναι, καὶ εἴ τις αὐτοὺς συντρίψειεν, εἶναι τοιοῦτοι καὶ τὰ ἔνδον. εἰσὶ δὲ καὶ ὤκιστοι οἵδε οὐ μόνον τῶν ὄνων, ἀλλὰ καὶ ἵππων καὶ ἐλάφων· καὶ ὑπάρχονται μὲν ἡσυχῆ τοῦ δρόμου, κατὰ μικρὰ δὲ ἐπιρρώννυνται, καὶ διώκειν ἐκείνους τοῦτο δὴ τὸ ποιητικὸν μεταθεῖν τὰ ἀκίχητά ἐστιν.3 ὅταν γε μὴν ὁ θῆλυς τέκῃ, καὶ περιάγηται τὰ ἀρτιγενῆ, σύννομοι αὐτοῖς οἱ πατέρες αὐτῶν φυλάττουσι τὰ βρέφη. διατριβαὶ δὲ τοῖς ὄνοις τῶν Ἰνδικῶν πεδίων τὰ ἐρημότατά ἐστιν. ἰόντων δὲ τῶν Ἰνδῶν ἐπὶ τὴν ἄγραν αὐτῶν, τὰ μὲν ἁπαλὰ καὶ ἔτι νεαρὰ ἑαυτῶν νέμεσθαι κατόπιν ἐῶσιν, αὐτοὶ δὲ ὑπερμαχοῦσι, καὶ ἴασι τοῖς ἱππεῦσιν ὁμόσε, καὶ τοῖς κέρασι παίουσι. τοσαύτη δὲ ἄρα ἡ ἰσχὺς ἡ τῶνδέ ἐστιν. οὐδὲν ἀντέχει αὐτοῖς παιόμενον, ἀλλὰ εἴκει καὶ διακόπτεται καὶ ἐὰν τύχῃ κατατέθλασται καὶ ἀχρεῖόν ἐστιν. ἤδη δὲ καὶ ἵππων πλευραῖς ἐμπεσόντες διέσχισαν καὶ τὰ σπλάγχνα ἐξέχεαν. ἔνθεν τοι καὶ ὀρρωδοῦσιν αὐτοῖς πλησιάζειν οἱ ἱππεῖς· τὸ γάρ τοι τίμημα τοῦ γενέσθαι πλησίον θάνατός ἐστιν οἴκτιστος αὐτοῖς, καὶ ἀπόλλυνται καὶ αὐτοὶ καὶ οἱ ἵπποι. δεινοὶ δέ εἰσι καὶ λακτίσαι. δήγματα δὲ ἄρα ἐς τοσοῦτον καθικνεῖται αὐτῶν, ὡς ἀποσπᾶν τὸ περιληφθὲν πᾶν. ζῶντα μὲν οὖν τέλειον οὐκ ἂν λάβοις, βάλλονται δὲ ἀκοντίοις καὶ οἰστοῖς, καὶ τὰ κέρατα ἐξ αὐτῶν Ἰνδοὶ νεκρῶν σκυλεύσαντες ὡς εἶπον περιέπουσιν. ὄνων δὲ Ἰνδῶν ἄβρωτόν ἐστι τὸ κρέας· τὸ δὲ αἴτιον, πέφυκεν εἶναι πικρότατον.

我得知在印度产有形体不亚于马的野驴。它们身体的其他部分呈白色,头部却近于深紫,双目散发着深蓝色的光辉。它们额头上长有一只角,长约一肘半;角基部为白色,上端为朱红,中间部分则极其黑沉。我听说印度人正是用这种杂色角作为杯盏饮酒,而且并非所有人都能如此,唯有印度人中最显贵者方可;他们以一定间隔用黄金箍绕其上,宛如用臂钏装饰雕像的美丽手臂一般。人们说,凡饮过此角中所盛之物者,便不识亦不染不治之症;因为他既不会抽搐痉挛,亦不会罹患所谓的神圣病,更决不致因毒药而丧命。纵使他先前已服下某种毒物,亦会将其呕出而恢复康健。人们素来相信,遍布全天下的其他驴子,无论家畜还是野兽,以及其他单蹄动物,既没有距骨,肝脏上亦无胆汁;但克特西亚斯却说,长有犄角的印度野驴生有距骨,且并非无胆。据说它们的距骨是黑色的,即使将其捣碎,内部亦是如此颜色。它们奔跑极其迅捷,不仅超过所有驴类,亦胜过马与鹿;它们起步时平稳缓慢,随后逐渐发力加速,若要追赶它们,诚如诗句所云乃是‘追赶不可追及之物’。当母驴生产并带着初生的幼崽走动时,作为父亲的雄驴便与其结群同行,护卫幼崽。这些驴子的居留地是印度平原上最荒僻之所。当印度人前来围猎它们时,它们便让体弱尚幼的小驴在后方吃草,自己则挺身卫护,迎面冲向骑兵,用角猛烈撞击。这些兽类的力量当真如此强悍。凡被其撞击者无一能够抵挡,唯有退让且被刺穿,甚至被砸烂而报废。以往它们甚至曾猛撞马匹的侧腹,将其挑破并使内脏流淌一地。骑兵们正因如此而对接近它们心怀畏惧;因为靠近的代价对他们而言便是极惨痛的死亡,不仅骑手自身丧命,马匹亦同归于尽。它们踢踹起来亦极为凶狠。它们的撕咬亦深切至极,竟能将咬住之物全数扯下。因此成年的野驴是决不可能生擒的;它们全是被投枪与箭矢射杀,随后印度人从其尸体上剥下犄角,并如我所言予以精心加工。然而印度野驴的肉是无法食用的;其缘由在于,它生来便苦涩至极。

语法注3 条
  1. 4.52ἐκ διαστημάτων αὐτοῖς χρυσὸν περιχέαντας

    分词 περιχέαντας 为阳性宾格复数,与不定式 πίνειν 的逻辑主语 τοὺς τῶν Ἰνδῶν κρατίστους 保持一致。与格代词 αὐτοῖς 指代犄角(ποικίλων κεράτων),意为“隔一定间距将黄金浇铸箍绕其上”。

  2. 4.52μήτε γὰρ σπασμῷ ληφθῆναι ἂν αὐτὸν

    此为间接引语中 ἄν 搭配第一不定过去时被动态不定式(ληφθῆναι ἄν)的结构,对应直接引语中的潜能希求法(οὔτ᾽ ἂν ληφθείη)。在此表达强烈的潜能否定:“他绝不可能遭遇痉挛……”。

  3. 4.52τοῦτο δὴ τὸ ποιητικὸν μεταθεῖν τὰ ἀκίχητά ἐστιν

    主语为不定式短语 διώκειν ἐκείνους(“追赶它们”),表语为 μεταθεῖν τὰ ἀκίχητά ἐστιν(“是追逐不可及之物”)。插入其间的 τοῦτο δὴ τὸ ποιητικόν 作同格或习惯性副词性宾格修饰,意为“正如诗句所云”,化用了荷马《伊利亚特》(17.75)中的名句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.51-4.52