← 克劳狄乌斯·埃利安

论动物的本性

§4.46-4.50

印度的犬头人与染料昆虫及动物习性

作者记述了印度的染料昆虫与犬头人的生态、金翅雀的筑巢与候鸟习性、制伏狂怒公牛的方法、豹的解毒自救法,以及画师因绘制马的下睫毛而受责的轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.46

ἐν Ἰνδοῖς γίνεται θηρία τὸ μέγεθος ὅσον γένοιντο ἂν οἱ κάνθαροι, καὶ ἔστιν ἐρυθρά· κινναβάρει δὲ εἰκάσειας ἄν, εἰ πρῶτον θεάσαιο αὐτά. πόδας δὲ ἔχει ταῦτα μηκίστους, καὶ προσάψασθαι μαλακά ἐστι. φύεται δὲ ἄρα ἐπὶ τῶν δένδρων τῶν φερόντων τὸ ἤλεκτρον, καὶ σιτεῖται τὸν τῶν φυτῶν καρπὸν τῶνδε. θηρῶσι δὲ αὐτὰ οἱ Ἰνδοὶ καὶ ἀποθλίβουσι, καὶ ἐξ αὐτῶν βάπτουσι τάς τε φοινικίδας καὶ τοὺς ὑπʼ αὐταῖς χιτῶνας καὶ πᾶν ὅ τι ἂν ἐθέλωσιν ἄλλο ἐς τήνδε τὴν χρόαν ἐκτρέψαι τε καὶ χρῶσαι. κομίζεται δὲ ἄρα ἡ τοιάδε ἐσθὴς καὶ τῷ τῶν Περσῶν βασιλεῖ. καὶ τό γε εὐειδὲς τῆς ἐσθῆτος δοκεῖ τοῖς Πέρσαις θαυμαστόν, ἀντικρινομένη δὲ ταῖς Περσῶν ἐπιχωρίοις κρατεῖ κατὰ πολὺ καὶ ἐκπλήττει, ὥς φησι Κτησίας· ἐπεὶ καὶ τῶν ᾀδομένων Σαρδιανικῶν ὀξυτέρα τέ ἐστι καὶ τηλαυγεστέρα. γίνονται δὲ ἐνταῦθα τῆς Ἰνδικῆς, ἔνθα οἱ κάνθαροι, καὶ οἱ καλούμενοι κυνοκέφαλοι, οἷς τὸ ὄνομα ἔδωκεν ἡ τοῦ σώματος ὄψις τε καὶ φύσις· τὰ δὲ ἄλλα ἀνθρώπων ἔχουσι, καὶ ἠμφιεσμένοι βαδίζουσι δορὰς θηρίων. καί εἰσι δίκαιοι, καὶ ἀνθρώπων λυποῦσιν οὐδένα, καὶ φθέγγονται μὲν οὐδὲ ἕν, ὠρύονται δέ, τῆς γε μὴν Ἰνδῶν φωνῆς ἐπαΐουσι. τροφὴ δὲ αὐτοῖς τῶν ζῴων τὰ ἄγρια· αἱροῦσι δὲ αὐτὰ ῥᾷστα, καὶ γάρ εἰσιν ὤκιστοι, καὶ ἀποκτείνουσι καταλαβόντες, καὶ ὀπτῶσιν οὐ πυρί, ἀλλὰ πρὸς τὴν εἵλην τὴν τοῦ ἡλίου ἐς μοίρας διαξήναντες. τρέφουσι δὲ καὶ αἶγας καὶ οἶς. καὶ σῖτον μὲν ποιοῦνται τὰ ἄγρια, πίνουσι δὲ τὸ ἐκ τῶν θρεμμάτων γάλα ὧν τρέφουσι. μνήμην δὲ αὐτῶν ἐν τοῖς ἀλόγοις ἐποιησάμην, καὶ εἰκότως· ἔναρθρον γὰρ καὶ εὔσημον καὶ ἀνθρωπίνην φωνὴν οὐκ ἔχουσιν.

在印度生长着大小如甲虫般的小动物,呈红色;若初次见到,定会将它们比作朱砂。它们生有极长的足,触之柔软。它们滋生于出产琥珀的树木上,并以这些植物的果实为食。印度人捕捉并压榨它们,用它们来染红斗篷与穿在内里的长袍,以及任何他们想要改变并染成这种颜色的其他东西。此类服饰亦进献给波斯之王。波斯人认为这等衣裳的美观令人赞叹,克特西亚斯说,与波斯本地的服饰相对比,它大占优势且令人惊叹;因为它比久负盛名的萨耳狄斯染织物更为鲜明,更为耀眼。在印度这处产甲虫的地方,亦生活着所谓的犬头人,其身体的样貌与天性赋予了他们这一名称;在其余方面他们具有人类的身形,身披兽皮而行。他们为人正直,不侵害任何人;他们虽发不出任何言语而只会嗥叫,却能听懂印度人的语言。他们的食物是野生动物;他们极易捕捉到这些动物,因为他们奔跑极其迅捷,追及之后便将其杀死,不以火烤,而是撕成块对着太阳的烈光曝晒烘烤。他们亦饲养山羊和绵羊。他们以野生动物为固形食物,饮用所饲养之牲畜的奶汁。我将他们列入无理性的动物之中予以记述,这是合乎情理的;因为他们不具有分节清晰、明白可辨的人类声音。

§4.47

Χλωρὶς ὄνομα ὄρνιθος, ἥπερ οὖν οὐκ ἂν ἀλλαχόθεν ποιήσαιτο τὴν καλιὰν ἢ ἐκ τοῦ λεγομένου συμφύτου· ἔστι δὲ ῥίζα τὸ σύμφυτον εὑρεθῆναί τε καὶ ὀρύξαι χαλεπή. στρωμνὴν δὲ ὑποβάλλεται τρίχας καὶ ἔρια. καὶ ὁ μὲν θῆλυς ὄρνις οὕτω κέκληται, ὁ δὲ ἄρρην, χλωρίωνα καλοῦσιν αὐτόν, καὶ ἔστι τὸν βίον μηχανικός, μαθεῖν τε πᾶν ὅ τι οὖν ἀγαθὸς καὶ τλήμων ὑπομεῖναι τὴν ἐν τῷ μανθάνειν βάσανον, ὅταν ἁλῷ. καὶ διὰ μὲν τοῦ χειμῶνος ἄφετον καὶ ἐλεύθερον οὐκ ἂν ἴδοι τις αὐτόν, ἠριναὶ δὲ ὅταν ὑπάρξωνται τροπαὶ τοῦ ἔτους, τηνικαῦτʼ ἂν ἐπιφαίνοιτο. Ἀρκτοῦρός τε ἐπέτειλεν, ὃ δὲ ἀναχωρεῖ1 ἐς τὰ οἰκεῖα, ὁπόθεν καὶ δεῦρο ἐστάλη.

金翅雀(赫洛里斯)是一种鸟的名字,它绝不会用除了所谓的聚合草之外的任何材料筑巢;聚合草是一种难以寻觅和挖掘的根。它以毛发和羊毛铺垫在巢底。雌鸟便得此名,而雄鸟他们则称之为黄鹂(赫洛里昂);它在生活习性上极具机巧,极善于学习任何技能,在被捕获后亦极有耐力承受学习过程中的磨难。在整个冬季,人们看不到它处于放任与自由的状态,但当一年的春季回归之期开始时,它便在那时现身。大角星一旦升起,它便退回到它当初发足来到此处的故土。

§4.48

ὑπὸ θυμοῦ τεθηγμένον ταῦρον καὶ ὑβρίζοντα ἐς κέρας2 καὶ σὺν ὁρμῇ ἀκατασχέτῳ φερόμενον οὐχ ὁ βουκόλος ἐπέχει, οὐ φόβος ἀναστέλλει, οὐκ ἄλλο τοιοῦτον, ἄνθρωπος δὲ ἵστησιν αὐτὸν καὶ παραλύει τῆς ὁρμῆς τὸ δεξιὸν αὑτοῦ γόνυ διασφίγξας ταινίᾳ καὶ ἐντυχὼν αὐτῷ.

因愤怒而变得凶暴、角端肆虐、带着无可遏止的冲劲狂奔而来的公牛,牧牛人阻挡不住,恐惧约束不了,任何类似之物亦无法遏制;但一个人若用布带紧紧扎住自己的右膝并迎面相对,便能使它停步并瓦解其冲劲。

§4.49

ἡ πάρδαλις πέντε ἔχει δακτύλους ἐν τοῖς ποσὶ τοῖς προσθίοις, ἐν δὲ τοῖς κατόπιν τέτταρας. ἡ δὲ θήλεια εὐρωστοτέρα τοῦ ἄρρενος. ἐὰν δὲ γεύσηται ἀγνοοῦσα τοῦ καλουμένου παρδαλιάγχου ʽπόα δέ ἐστινʼ, ἀποπάτημα ἀνθρώπου ποθὲν ἀνιχνεύσασα διασώζεται.

豹的前足有五趾,后足有四趾。雌豹比雄豹更为强健。如果它因无知而误食了所谓的灭豹草(这是一种草药),只要从某处寻得人类的粪便,便能保全性命。

§4.50

οἱ ἵπποι, τὰς κάτω βλεφαρίδας οὔ φασιν αὐτοὺς ἔχειν.3 Ἀπελλῆν οὖν τὸν Ἐφέσιον αἰτίαν λέγουσιν ἔχειν, ἐπεί τινα ἵππον γράφων οὐ παρεφύλαξε τὸ ἴδιον τοῦ ζῴου. οἳ δὲ οὐκ Ἀπελλῆν φασι ταύτην τὴν αἰτίαν ἐνέγκασθαι, ἀλλὰ Μίκωνα, ἀγαθὸν μὲν ἄνδρα γράψαι τὸ ζῷον τοῦτο, σφαλέντα δʼ οὖν ἐς μόνον τὸ εἰρημένον.

关于马,人们说它们没有下睫毛。因此人们说以弗所的阿佩莱斯曾受到指责,因为他在画一匹马时未曾注意该动物的这一特征。但另有人说担受此指责的不是阿佩莱斯,而是米孔——此人虽善于绘制这种动物,却唯独在上述这一点上犯了错误。

语法注3 条
  1. 4.47Ἀρκτοῦρός τε ἐπέτειλεν, ὃ δὲ ἀναχωρεῖ

    通过连词 τε 与 ὃ δέ 形成的并列句(parataxis)。形式上由并列小词连接两个独立分句,逻辑上实则表达时间从属与紧密衔接(“大角星一旦升起,便退回……”)。完成体的不定过去时 ἐπέτειλεν 作为触发条件,后接表示常态行为的现在时 ἀναχωρεῖ。

  2. 4.48ὑβρίζοντα ἐς κέρας

    意为“角端肆虐”或“怒气集中于牛角而横冲直撞”的诗意习用语(相当于拉丁诗中的 irasci in cornua)。介词短语 ἐς κέρας 表明狂怒与攻击力量集中发泄的部位及准备冲撞的方向。

  3. 4.50οἱ ἵπποι, τὰς κάτω βλεφαρίδας οὔ φασιν αὐτοὺς ἔχειν

    句首的主格短语 οἱ ἵπποι 为悬空主格(nominativus pendens)或话题前置(prolepsis)。不定式从属结构中的逻辑主语(宾格代词 αὐτούς)以主格形式提前置于句首作为话题,随后在不定式子句中由宾格代词 αὐτούς 加以复指。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.46-4.50