- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.5-4.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举了鸟类等动物间的天然敌意,探讨了马喜好迎风草场及感风受孕的传说,并记述了母子近交后投崖自尽的骏马与为母复仇的马驹。随后描述了春季鱼类向本都海的迁徙、大象礼敬新月的仪式、母马极端的性欲以及自力啄壳奔跑的鹧鸪幼雏。
ζῷα πολέμια χελώνη τε καὶ πέρδιξ, καὶ πελαργὸς καὶ κρὲξ πρὸς αἴθυιαν καὶ ἅρπη καὶ ἐρωδιὸς πρὸς λάρον· κορυδαλλὸς δὲ ἀκανθυλλίδι νοεῖ πολέμια, τρυγόνι δὲ πρὸς πυραλλίδα διαφορά, ἰκτῖνός γε μὴν καὶ κόραξ ἐχθροί· σειρὴν δὲ πρὸς κίρκην, κίρκη δὲ πρὸς κίρκον οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῇ φύσει διαφέροντε πεφώρασθον. Χάννη δὲ ἰχθὺς λαγνίστατος. λευκοὺς δὲ μύρμηκας ἐν Φενεῷ τῆς Λακωνικῆς ἀκούειν πάρεστιν.
龟与鹧鸪是互为仇敌的动物,鹳与秧鸡仇视海鸥,鹞与苍鹭仇视燕鸥。百灵对金翅雀心怀敌意,斑鸠与夜鹰互不相容,鸢与渡鸦则确是死敌。塞壬鸟之于鸣角鸮,鸣角鸮之于隼,经查明不仅在族类上、而且在天性上也彼此相异。石斑鱼是最为好色的鱼。在拉科尼亚的斐纽斯,人们可以听说那里有白蚁。
τοὺς ἵππους ἕλεσί τε καὶ λειμῶσι καὶ τοῖς κατηνέμοις χωρίοις ἥδεσθαι μᾶλλον ἱπποτροφίας τε καὶ πωλοτροφικῆς ἄνθρωποι σοφισταὶ ὁμολογοῦσιν. ἔνθεν τοι καὶ Ὅμηρος ἐμοὶ δοκεῖν δεινὸς ὢν καὶ τὰ τοιαῦτα συνιδεῖν ἔφη που τῷ τρισχίλιαι ἵπποι ἕλος καταβουκολέοντο.1 ἐξηνεμῶσθαι δὲ ἵππους πολλάκις ἱπποφορβοὶ τεκμηριοῦσι καὶ κατὰ τὸν νότον ἢ τὸν βορρᾶν φεύγειν. εἰδότα οὖν τὸν αὐτὸν ποιητὴν εἰπεῖν "τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων." καὶ Ἀριστοτέλης δέ, ὡς ἐμὲ νοεῖν, λαβὼν ἐντεῦθεν εὐθὺ τῶν προειρημένων ἀνέμων οἰστρηθείσας διδράσκειν ἔφατο αὐτάς.
精于养马与育驹的行家们一致认为,马更喜欢沼泽、草场以及通风受风之地。依我之见,荷马正因敏于洞察此类事物,才在某处说道,有三千匹母马为他在沼泽中放牧。牧马人也证实,母马常常受风感孕,并顺着南风或北风疾驰。因此,那位诗人深谙此理,说道: “在它们吃草时,北风波瑞阿斯也为之倾心。” 而亚里士多德据我理解也是从中受到启发,声称它们发情狂躁时,便笔直迎着上述风向飞奔。
ἀκούω τὸν Σκυθῶν βασιλέα ʽτὸ δὲ ὄνομα εἰδὼς ἐῶ· τί γάρ μοι καὶ λυσιτελές ἐστινʼ; ἵππον σπουδαίαν ἔχειν πᾶσαν ἀρετήν, ὅσην ἵπποι καὶ ἀπαιτοῦνται καὶ ἀποδείκνυνται, ἔχειν δὲ καὶ υἱὸν αὐτῆς ἐκείνης τῶν ἄλλων ἀρετῇ διαπρέποντα. οὔκουν εὑρίσκοντα οὔτε ἐκείνην ἄλλῳ παραβαλεῖν ἀξίῳ, οὔτε ἐκεῖνον ἄλλῃ ἐπαγαγεῖν τὸ ἐξ αὐτοῦ λαβεῖν σπέρμα2 ἀγαθῇ, διὰ ταῦτα ἄμφω συναγαγεῖν ἐς τὸ ἔργον· τοὺς δὲ τὰ μὲν ἕτερα ἀσπάζεσθαι σφᾶς καὶ φιλοφρονεῖσθαι, οὐ μὴν ἐγχρίμπτεσθαι ἀλλήλοις. οὐκοῦν ἐπεὶ τῆς ἐπιβουλῆς τοῦ Σκύθου σοφώτερα ἦν τὰ ζῷα, ἐπηλύγασεν ἱματίοις καὶ τὸν καὶ τήν, καὶ ἐξειργάσαντο τὸ ἔκνομόν τε καὶ ἔκδικον ἐκεῖνο ἔργον. ὡς δὲ ἄμφω συνεῖδον τὸ πραχθέν, εἶτα μέντοι τὸ ἀσέβημα διελύσαντο θανάτῳ, πηδήσαντε3 κατὰ κρημνοῦ.
我听说斯基泰人的国王——我虽知其名却略去不表,因为这于我又有何益?——拥有一匹出色的母马,具备马所被要求且展现出的全部美德,并且拥有一匹由它所生的儿子,在优异特质上超群绝伦。国王既找不到配得上这匹母马的其他雄马,也找不到接纳这匹公马精种的其他优良母马,因而将二者撮合于这桩交配之事。然而这两匹马在其余方面虽彼此亲昵抚慰,却绝不互相亲近交配。既然这些牲畜比斯基泰人的诡计更显明智,他便用布匹将雄雌双方都遮蔽起来,它们遂完成了那桩违逆法度与公义的勾当。然而一旦二者察觉了所发生之事,随后便纵身跃下悬崖,以死亡了结了这桩渎圣之罪。
λέγει Εὔδημος ἵππου νέας καὶ τῶν νεμομένων τῆς ἀρίστης ἐρασθῆναι τὸν ἱπποκόμον, ὥσπερ οὖν καλῆς μείρακος καὶ τῶν ἐν τῷ χωρίῳ ὡρικωτέρας πασῶν· καὶ τὰ μὲν πρῶτα ἐγκαρτερεῖν, τελευτῶντα δὲ ἐπιτολμῆσαι τῷ λέχει τῷ ξένῳ καὶ ὁμιλεῖν αὐτῇ. τῇ δὲ εἶναι πῶλον καὶ τοῦτον καλόν, θεασάμενόν γε μὴν τὸ πραττόμενον ἀλγῆσαι, ὥσπερ οὖν τυραννουμένης τῆς μητρὸς ὑπὸ τοῦ δεσπότου, καὶ ἐμπηδῆσαι καὶ ἀποκτεῖναι τὸν ἄνδρα, εἶτα μέντοι καὶ φυλάξαι ἔνθα ἐτάφη, καὶ φοιτῶντα ἀνορύττειν αὐτόν, καὶ ἐνυβρίζειν τῷ νεκρῷ καὶ λυμαίνεσθαι λύμην ποικίλην.
欧德谟斯说,有个马夫爱上了一匹正在吃草的年轻母马,它是这群马中最好的,马夫就像爱上一位容貌出众、比当地所有少女都更为青春娇艳的少女一般。起初他还忍耐克制,最终却悍然涉足这奇异的床榻并与它交媾。母马有一匹漂亮的小驹,它目睹了所发生的一切,心怀悲愤,仿佛母亲受到了主人的暴虐玷污,于是猛扑上去杀死了那人。不仅如此,它还留意到那人埋葬之处,常常前去掘开坟墓,侮辱尸体,施加各种凌辱。
τῶν ἰχθύων διὰ τοῦ ἦρος οἱ πλεῖστοι ἐς ἀφροδίτην πρόθυμοί εἰσι, καὶ ἀποκρίνουσί γε αὑτοὺς ἐς τὸν Πόντον μᾶλλον· ἔχει γάρ πως θαλάμας τε καὶ κοίτας, φύσεως ταῦτα ἰχθύσι τὰ δῶρα· ἀλλὰ καὶ θηρίων ἐλεύθερός ἐστιν ὅσα βόσκει θάλαττα. δελφῖνες δὲ ἀλῶνται μόνοι, λεπτοί τε καὶ ἀσθενικοί· καὶ μὴν καὶ πολύπου χῆρός ἐστι καὶ παγούρου ἄγονος, καὶ ἀστακὸν οὐ τρέφει· μικρῶν δὲ ἰχθύων οἵδε ὄλεθρός εἰσιν. πυνθάνομαι σελήνης ὑποφαινομένης νέας τοὺς ἐλέφαντας κατά τινα φυσικὴν καὶ ἀπόρρητον ἔννοιαν ἐκ τῆς ὕλης ἐν ᾗ νέμονται νεοδρεπεῖς ἀφελόντας κλάδους εἶτα μέντοι μετεώρους ἀνατείνειν, καὶ πρὸς τὴν θεὸν ἀναβλέπειν, καὶ ἡσυχῆ τοὺς κλάδους ὑποκινεῖν, οἷον ἱκετηρίαν τινὰ ταύτην τῇ θεῷ προτείνοντας ὑπέρ τοῦ ἵλεων τε καὶ εὐμενῆ τὴν θεόν γε εἶναι αὐτοῖς.
大多数鱼类在春季渴望交媾,并且尤其退往本都(黑海)。因为那里可以说有洞穴与宿床,这些是大自然赋予鱼类的恩赐;而且那里也不受海洋所孕育的种种海兽的侵扰。只有海豚独自在其中游荡,且体形消瘦孱弱。此外,那里也没有章鱼,不生螃蟹,亦不养育龙虾;而这些正是小鱼的灭顶之灾。 我获悉,在新月初露微光之时,大象依凭某种天生而幽秘的心智,从它们吃草的林木中折取新采的枝条,随后高高举起,仰望那女神(月神),平静地轻轻摇动枝条,仿佛向女神献上求告之枝,祈求女神对它们仁慈而眷顾。
μόνας ἀκούω τῶν ζῴων τὰς ἵππους καὶ κυούσας ὑπομένειν τὴν τῶν ἀρρένων μίξιν· εἶναι γὰρ λαγνιστάτας. διὰ ταῦτά τοι καὶ τῶν γυναικῶν τὰς ἀκολάστους ὑπὸ τῶν σεμνοτέρως αὐτὰς εὐθυνόντων καλεῖσθαι ἵππους.
我听说在动物之中唯独母马即便受孕也忍受雄性的交合;因为它们最为好色。正因如此,放荡的妇人才被那些更严肃规诫她们的人称作“马”。
οἱ πέρδικες ἐν τοῖς ᾠοῖς οἰκοῦντες ἔτι καὶ κατειλημμένοι τοῖς περιπεφυκόσι σφίσιν ὀστράκοις οὐκ ἀναμένουσι τὴν ἐκ τῶν γειναμένων ἐκγλυφήν, ἀλλʼ αὐτοὶ διʼ ἑαυτῶν ὥσπερ θυροκοποῦντες ἐκκρούουσι τὰ ᾠά, καὶ ἐκκύψαντες εἶτα σφᾶς αὐτοὺς ἀνωθοῦσι, καὶ τὸ τοῦ ᾠοῦ λέμμα περιρρήξαντες ἤδη θέουσι, καὶ τὸ πρὸς τῷ οὐραίῳ ἡμίτομον, εἰ προσέχοιτο, διασεισάμενοι ἐκβάλλουσιν αὐτό, καὶ τροφὴν μαστεύουσι, καὶ πηδῶσιν ὤκιστα.
鹧鸪尚居于蛋中、被包裹其身的卵壳拘禁之时,并不等待父母啄破外壳,而是凭着自身,犹如叩门一般敲击卵蛋,探出头来将自身推出;它们一旦撕碎蛋壳便立时奔跑,若蛋壳的半片仍粘在尾端,它们便抖落下来将其丢弃,四处觅食,并以极敏捷的身手跳跃。
- 4.6ἕλος καταβουκολέοντο
引自荷马(《伊利亚特》卷二十,第221行)。宾格 ἕλος 与作不及物用法的中动态动词 καταβουκολέοντο(放牧、吃草)连用,作处所宾格或内在宾格,意为“在沼泽中放牧吃草”。
- 4.7τὸ ἐξ αὐτοῦ λαβεῖν σπέρμα
带冠词的不定式(中性单数宾格)。紧随前面的 οὔτε ἐκεῖνον ἄλλῃ ἐπαγαγεῖν(也没有将他引荐给另一匹母马)之后,用作表示目的的副词性宾格(“为了从他那里取得种子/良种”),或作为说明该动作目的的同位语从属结构。
- 4.7πηδήσαντε
第一不定过去时主动分词的双数主格形式。与前面的双数主语 ἄμφω(两者,即母马与儿子)保持一致,表示伴随状况或方式(“二者跳下悬崖”)。此处保留了在后古典希腊语中极为罕见的双数形式(dual)。
