← 克劳狄乌斯·埃利安

论动物的本性

§4.13-4.19

动物自卫之智与相克习性及印度犬的勇猛

作者记述了不善歌斗的鹧鸪啄食大蒜自保的习性、黄鼠狼战蛇时嚼芸香防身、狼饱食后口舌肿胀变得温顺,以及用驯化鹧鸪作诱饵捕鸟的情形。随后列举了刺猬与山猫毁匿尿液的特点、动物间的相克之物,以及印度犬与狮子殊死搏斗的勇悍。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13

τῶν περδίκων οἱ τοροί τε καὶ ᾠδικοὶ τῇ σφετέρᾳ θαρροῦσιν εὐγλωττίᾳ· καὶ οἱ μαχητικοὶ δὲ καὶ ἀγωνιστικοὶ καὶ ἐκεῖνοι πεπιστεύκασιν ὅτι μή εἰσιν ἄξιοι παρανάλωμα γενέσθαι τεθηραμένοι· καὶ διὰ ταῦτα ἁλισκόμενοι ἧττον πρὸς τοὺς θηρῶντας διαμάχονται ὑπὲρ τοῦ μὴ ἁλῶναι. οἱ δὲ ἄλλοι, καὶ ἔτι μᾶλλον οἱ Κιρραῖοι, συνεγνωκότες ἑαυτοῖς οὔτε ἀλκὴν ἀγαθοῖς οὔτε ᾅδειν,1 καλῶς δὲ διεγνωκότες ὅτι ἄρα ἁλόντες ἔσονται δεῖπνον τοῖς ᾑρηκόσι, παλαμῶνταί τινι σοφίᾳ φυσικῇ ἑαυτοὺς ἀβρώτους παρασκευάσαι·2 καὶ τῆς μὲν ἄλλης τροφῆς, ἥτις αὐτοὺς εὐφραίνει τε καὶ πιαίνει, ἀπέχονται, σκόροδα δὲ σιτοῦνται προθυμότατα. οἱ τοίνυν ταῦτα προμαθόντες ἐσπείσαντο πρὸς αὐτοὺς ἑκόντες ἀθηρίαν· ὅστις δὲ τῇ τούτων ἄγρᾳ οὐ προενέτυχε, συλλαβὼν καὶ καθεψήσας ἀπώλεσε καὶ τὸν χρόνον καὶ τὴν ἐπʼ αὐτοῖς σπουδήν, πονηροῦ κρέως πειραθείς.

在鹧鸪之中,那些鸣声清脆且善于歌唱的,对其舌端之妙自信满满;而那些勇于争斗、好勇好斗的,也深信自己即使被捕,也不配沦为盘中附食;因此在被捕获时,它们倒不大为了逃避被捕而与猎人格斗。然而其余的鹧鸪,尤其是基尔拉的鹧鸪,深知自己既不善武勇亦不善歌唱,且清楚地预料到一旦被捕定会沦为捕鸟人的晚餐,于是凭着某种天然的智慧,设法使自己变得无法食用:它们禁食其他使自身欢畅肥美的食物,极贪婪地啄食大蒜。因此,那些预先了解这一习性的人便自愿与它们立下不捕之盟;而未曾经历过捕捉此类鸟的人,捕获并烹煮之后,不仅浪费了时间与精力,尝到的亦是败劣之肉。

§4.14

κακὸν θηρίον ἡ γαλῆ, κακὸν δὲ καὶ ὁ ὄφις. οὐκοῦν ὅταν μέλλῃ γαλῆ ὄφει μάχεσθαι, πήγανον διατραγοῦσα πρότερον εἶτα μέντοι ἐπὶ τὴν μάχην ὥσπερ οὖν πεφραγμένη τε καὶ ὡπλισμένη παραγίνεται. τὸ δὲ αἴτιον, τὸ πήγανον πρὸς ὄφιν ἔχθιστόν ἐστιν.

黄鼠狼是凶恶的动物,蛇亦是凶恶的。因此,每当黄鼠狼将要与蛇交战时,总是先咀嚼芸香,随后如同全身披坚执锐一般奔赴战场。其缘由在于,芸香对蛇乃是极度相克之物。

§4.15

ὁ λύκος ἐμπλησθεὶς ἐς κόρον οὐδʼ ἂν τοῦ βραχίστου τὸ λοιπὸν ἀπογεύσαιτο· παρατείνεται μὲν γὰρ ἡ γαστὴρ τῷδε, οἰδάνει δὲ ἡ γλῶττα, καὶ τὸ στόμα ἐμφράγνυται, πραότατος δὲ ἐντυχεῖν ἐστιν ἀμνοῦ δίκην, καὶ οὐκ ἂν ἐπιβουλεύσειεν ἢ ἀνθρώπῳ ἢ θρέμματι, οὐδὲ εἰ τῆς ἀγέλης βαδίζοι μέσος. μειοῦται δὲ ἡσυχῆ καὶ κατʼ ὀλίγον ἡ γλῶττα αὐτῷ, εἶτα ἐς τὸ ἀρχαῖον σχῆμα ἐπάνεισι, καὶ λύκος γίνεται αὖθις.

狼饱食至极之后,从此甚至连最微小的东西也不肯再尝一口;因为此时它的腹部胀满,舌头肿胀,口嘴被填塞堵住,相遇时性情极其温顺,犹如羔羊一般,即便行走在牲畜群中,也不会图谋侵害人或牲口。随后它的舌头慢慢地、渐渐地消肿,恢复到原本的形状,它便再次变回了狼。

§4.16

ἀλεκτρυόνες ἐν ἀγέλῃ τὸν νέηλυν ἀναβαίνουσι πάντες. καὶ οἱ τιθασοὶ δὲ πέρδικες τὸν ἥκοντα πρῶτον καὶ οὔπω πεπραϋσμένον τὰ αὐτὰ δρῶσιν. ἀμειβόμενοι δὲ οἱ πέρδικες τοὺς τρέφοντας καὶ αὐτοὶ παλεύουσι τοὺς ἀφέτους καὶ ἀγρίους, κατὰ τὰς περιστερὰς δρῶντες καὶ οὗτοι τοῦτο. προσάγεται δὲ ἄρα ὁ πέρδιξ καὶ σειρῆνας ἐς τὸ ἐφολκὸν προτείνει τὸ τῶν ἄλλων τὸν τρόπον τοῦτον. ἕστηκεν ᾅδων καὶ ἔστιν οἱ τὸ μέλος προκλητικόν, ἐς μάχην ὑποθῆγον τὸν ἄγριον, ἕστηκε δὲ ἐλλοχῶν πρὸς τῇ πάγῃ· ὃ δὲ τῶν ἀγρίων κορυφαῖος ἀντᾴσας πρὸ τῆς ἀγέλης μαχούμενος ἔρχεται. ὁ τοίνυν τιθασὸς ἐπὶ πόδα ἀναχωρεῖ, δεδιέναι σκηπτόμενος· ὁ δὲ ἔπεισι γαῦρος, οἷα δήπου κρατῶν ἤδη, καὶ ἑάλωκεν ἐνσχεθεὶς τῇ πάγῃ. ἐὰν μὲν οὖν ᾖ ἄρρην ὁ τοῖς θηράτροις περιπεσών, πειρῶνται ἐπικουρεῖν οἱ σύννομοι τῷ ἑαλωκότι· ἐὰν δὲ ᾖ θῆλυς, παίουσι τὸν ἐνσχεθέντα ἄλλος ἀλλαχόθεν, ὡς διὰ τὴν λαγνείαν ἐς δουλείαν ἐμπεσόντα. καὶ ἐκεῖνο δὲ οὐ παρήσω, ἐπεὶ καὶ ἄξιον ἀκοῦσαι αὐτό. ἐὰν ᾖ θῆλυς ὁ παλεύων, ἵνα μὴ ἐμπέσῃ ὁ ἄρρην, αἱ ἔξω θήλειαι μέλος ἀντῳδὸν ἠχοῦσι, καὶ ῥύονται τὸν ἐμπεσούμενον ἐς τὴν πάγην ταῖς συννόμοις καὶ πλείοσιν ἀσμένως συμπαραμένοντα, ὡς ἂν ἴυγγί τινι ἑλχθέντα3 ναὶ μὰ Δίʼ ἐρωτικῇ.

鸡群中的公鸡都会一齐爬跨新来的公鸡。驯养的鹧鸪对初来乍到、尚未被驯服的同类也做出同样的举动。而且鹧鸪为了报答喂养它们的人,也会亲自诱捕那些未被羁绊的野生同类,正如鸽子所做的那样。鹧鸪正是以如下方式引诱其他鸟类,并施展出塞壬般的诱惑之术:它站在那里啼鸣,其曲调极具挑衅性,激起野鹧鸪争斗之欲,而它自己则潜伏在陷阱旁;野鹧鸪的头领遂在鸟群前应声啼叫,前来迎战。于是驯鸟假装畏惧,一步步后退;野鸟满怀骄横地逼近,俨然已胜券在握,遂落入圈套被紧紧擒住。若是落入罗网的是雄鸟,同伴们便设法援救被捕之鸟;但若是雌鸟,大家便从四面八方殴打这被困者,斥其因贪淫而沦为奴隶。这件事我也绝不略过,因它确值得一听:若引诱者是雌鸟,为了不使雄鸟落入圈套,外面的雌鸟们便唱起应和的曲调,救下那即将落入陷阱的雄鸟,使它欣然留恋于众多的雌性同伴身边,仿佛被某种爱情的巫术陀螺所吸引一般,以宙斯之名,确是如此。

§4.17

ἓν τῶν βασκάνων ζῴων μέντοι καὶ ἐχῖνος ὁ χερσαῖος εἶναι πεπίστευται. ὅταν γοῦν ἁλίσκηται, παραχρῆμα ἐνεούρησε τῷ δέρματι, καὶ ἀχρεῖον ἀπέφηνεν αὐτό· δοκεῖ δὲ ἐς πολλὰ ἐπιτήδειον. καὶ ἡ λὺγξ δὲ ἀποκρύπτει τὸ οὖρον· ὅταν γὰρ παγῇ, λίθος γίνεται, καὶ γλυφαῖς ἐπιτήδειός ἐστι, καὶ τοῖς γυναικείοις κόσμοις συμμάχεται, φασίν.

陆生刺猬亦被认为是善生嫉妒之心的动物之一。至少在它被捕获时,立时便尿在自己的皮毛上,使其归于废弃;而这皮毛本被认为有诸多用途。山猫亦会掩藏自己的尿液;因为当其凝固时,便化作石头,据说适于雕刻,亦有助于妇人的饰物。

§4.18

λεοντοφόνου φαγὼν ὁ λέων ἀποτέθνηκε. τὰ δὲ ἔντομα φθείρεται, εἰ ἐλαίῳ τις ἐγχρίσειεν αὐτά. γυπῶν γε μὴν τὸ μύρον ὄλεθρός ἐστι. κάνθαρον δὲ ἀπολεῖς, εἰ ἐπιβάλοις τῶν ῥόδων αὐτῷ.

狮子食用了“灭狮物”便会丧命。昆虫若被涂抹橄榄油则会死亡。香膏对鹫鸟而言乃是毁灭之物。若将玫瑰花堆掷在金龟子身上,便能将其致死。

§4.19

κύνες Ἰνδικοί, θηρία καὶ οἵδε εἰσὶ καὶ ἀλκὴν ἄλκιμα καὶ ψυχὴν θυμοειδέστατα καὶ τῶν πανταχόθεν κυνῶν μέγιστοι. καὶ τῶν μὲν ἄλλων ζῴων ὑπερφρονοῦσι, λέοντι δὲ ὁμόσε χωρεῖ κύων Ἰνδικός, καὶ ἐγκείμενον ὑπομένει, καὶ βρυχωμένῳ ἀνθυλακτεῖ, καὶ ἀντιδάκνει δάκνοντα· καὶ πολλὰ αὐτὸν λυπήσας καὶ κατατρώσας, τελευτῶν ἡττᾶται ὁ κύων. εἴη δʼ ἂν καὶ λέων ἡττηθεὶς ὑπὸ κυνὸς Ἰνδοῦ, καὶ μέντοι καὶ δακὼν ὁ κύων ἔχεται καὶ μάλα ἐγκρατῶς. κἂν προσελθὼν μαχαίρᾳ τὸ σκέλος ἀποκόπτῃς τοῦ κυνός, ὃ δὲ οὐκ ἄγει σχολὴν ἀλγήσας ἀνεῖναι τὸ δῆγμα,4 ἀλλὰ ἀπεκόπη μὲν πρότερον τὸ σκέλος, νεκρὸς δὲ ἀνῆκε τὸ στόμα, καὶ κεῖται βιασθεὶς ἀποστῆναι τῷ

印度犬亦是凶猛之兽,勇力过人,性情最为剽悍,在各地的犬类中体形最为庞大。它们傲视其他动物,但面对狮子,印度犬却直扑而上,承受其扑击,迎着其咆哮吠叫,并在被咬时予以还咬;在令狮子饱受折磨并多处负伤之后,最终犬方告败。然而狮子亦有被印度犬制服之时,且犬一旦咬住便极紧固不放。即使有人走上前去用刀斩断犬腿,它也绝无闲暇因疼痛而放松咬噬,倒是腿先被砍断,唯有气绝身亡时它方才松口,被迫退开而横尸于……

语法注4 条
  1. 4.13συνεγνωκότες ἑαυτοῖς οὔτε ἀλκὴν ἀγαθοῖς οὔτε ᾅδειν

    属于 σύνοιδα ἐμαυτῷ(“自知、自省”)句式,其表语形容词 ἀγαθοῖς 依与格反身代词 ἑαυτοῖς 保持与格一致。修饰 ἀγαθοῖς 的成分由限制宾格 οὔτε ἀλκήν(“在勇武上”)与现在不定词 οὔτε ᾅδειν(“在歌唱上”)并列构成。

  2. 4.13παλαμῶνταί τινι σοφίᾳ φυσικῇ ἑαυτοὺς ἀβρώτους παρασκευάσαι

    动词 παλαμάομαι(“谋划、设法”)以不定词 παρασκευάσαι 作宾语,后者又带双宾格结构:直接宾格 ἑαυτούς 与表语形容词 ἀβρώτους(“不可食用的”)。短语 τινι σοφίᾳ φυσικῇ 为表示手段或方式的与格。

  3. 4.16ὡς ἂν ἴυγγί τινι ἑλχθέντα

    连词 ὡς 连同潜势小词 ἄν 及被动不定过去分词 ἑλχθέντα(宾格,与前面的 τὸν ἐμπεσούμενον 一致),构成了假设或比况性方式表达(“仿佛被……吸引了一般”)。ἴυγγί 为表示手段的与格,指催情巫术中的旋盘陀螺或诱惑之力。

  4. 4.19κἂν προσελθὼν μαχαίρᾳ τὸ σκέλος ἀποκόπτῃς τοῦ κυνός, ὃ δὲ οὐκ ἄγει σχολὴν ἀλγήσας ἀνεῖναι τὸ δῆγμα

    由 κἂν (= καὶ ἐάν) 带虚拟式(ἀποκόπτῃς)引导的让步条件从句,在主句中由 ὃ δέ(指示代词作主语)承接。短语 οὐκ ἄγει σχολήν 支配不定词 ἀνεῖναι,意为“没有余裕去放松”,分词 ἀλγήσας 表示原因或伴随状况(“因痛苦而”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.13-4.19