- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.1-4.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃里亚努斯以克里特勇士的轶事对比了鹧鸪在雌鸟面前因知耻而勇斗的习性,随后记述了埃律克斯关于阿佛洛狄忒与鸽群迁徙的节日、狮子独来独往的缘由,以及与勒托神话相联系的母狼难产历程。
ἀκολαστότατοι ὀρνίθων οἱ πέρδικές εἰσι. ταῦτά τοι καὶ τῶν θηλειῶν ἐρῶσι δριμύτατα, καὶ τῆς λαγνείας ἡττώμενοι συνεχέστατά εἰσιν οἵδε. οὐκοῦν οἱ τρέφοντες τοὺς ἀθλητὰς πέρδικας, ὅταν αὐτοὺς ἐς τὴν μάχην τὴν κατὰ ἀλλήλων ὑποθήγωσι, τὴν θήλειαν παρεστάναι ποιοῦσιν ἑκάστῳ τὴν σύννομον, σόφισμα τοῦτο δειλίας καὶ κάκης τῆς κατὰ τὴν ἀγωνίαν ἀντίπαλον αὐτοῖς εὑρόντες.1 οὐ γάρ τί που ἡττώμενος φανῆναι ἢ τῇ ἐρωμένῃ ἢ τῇ γαμετῇ ὁ πέρδιξ ὑπομένει· τεθνήξεται δὲ μᾶλλον παιόμενος ἢ ὁμόσε χωροῦντος ἀποστραφεὶς ἰδεῖν τολμήσει ταύτην ἀσχημόνως, παρʼ ᾗ βούλεται εὐδοκιμεῖν. τοῦτό τοι καὶ Κρῆτες ὑπὲρ τῶν ἐρωμένων ἐνενόουν. ἀκούω γὰρ Κρῆτα ἐραστὴν ἀγαθὸν τά τε ἄλλα καὶ τὰ πολέμια ἔχειν μὲν παιδικὰ εὐγενὲς μειράκιον ὥρᾳ διαπρεπὲς καὶ τὴν ψυχὴν ἀνδρεῖον καὶ πρὸς τὰ κάλλιστα τῶν μαθημάτων πεφυκὸς εὖ καὶ καλῶς, καλούμενον δὲ διʼ ἡλικίαν ἐς ὅπλα μηδέπω ʽεἶπόν γε μὴν ἀλλαχόθι καὶ τοῦ ἐραστοῦ καὶ τοῦ καλοῦ τὸ ὄνομἀ. ἀρετὰς μὲν οὖν ἐν τῇ μάχῃ τὸν νεανίαν ἀποδείξασθαί φασιν οἱ Κρῆτες, ἀθρόας δὲ ἐς αὐτὸν ὠθουμένης τῆς τῶν ἐχθρῶν φάλαγγος προσπταῖσαι νεκρῷ κειμένῳ, καὶ περιτραπῆναι λέγουσιν αὐτόν.2 τῶν οὖν τις πολεμίων, ὁ μάλιστα πλησίον, ἀνατεινάμενος παίειν ἔμελλε κατὰ τῶν μεταφρένων τὸν ἄνδρα· ὃ δὲ ἐπιστραφεὶς ʽμηδαμῶσʼ εἶπεν ʽαἰσχρὰν καὶ ἀναλκῆ πληγὴν ἐπαγάγῃς, ἀλλὰ κατὰ τῶν στέρνων ἀντίαν παῖσον, ἵνα μή μου δειλίαν ὁ ἐρώμενος καταψηφίσηται, καὶ φυλάξηται περιστεῖλαί με νεκρόν, καὶ μάλα γε ἀσχημονοῦντι προσελθεῖν οὐ τολμῶν.ʼ αἰδεσθῆναι μὲν οὖν ἄνθρωπον ὄντα φανῆναι κακὸν οὔπω θαυμαστόν· πέρδικι δὲ μετεῖναι αἰδοῦς ὑπέρσεμνον τοῦτο ἐκ τῆς φύσεως τὸ δῶρον. Ἀριστόδημος δὲ ὁ τρέσας καὶ Κλεώνυμος ὁ ῥίψας τὴν ἀσπίδα καὶ ὁ δειλὸς Πείσανδρος οὔτε τὰς πατρίδας ᾐδοῦντο οὔτε τὰς γαμετὰς οὔτε τὰ παιδία.
鹧鸪是鸟类中最放荡不羁的。正因如此,它们对雌鸟的欲望极其热烈,并且无休止地屈从于情欲。因此,饲养斗鹧鸪的人每当驱使它们彼此争斗时,都会把同伴雌鸟置于各自身旁;这是他们想出的妙策,用以克制它们在争斗中的怯懦与畏缩。因为鹧鸪绝不容忍在情侣或配偶面前显露出被击败的模样;它宁可在遭受击打时死去,也不愿在〔对手〕逼近时转身退避,还敢以丑态去见自己渴望在其面前博得赞赏的那只〔雌鸟〕。克里特人在对待他们所爱恋的少年时,也正是考虑到这一点。我听说有一位克里特爱者,在各方面尤其是战事上极为英勇,他拥有一位出身高贵的美少年作为爱宠,少年容貌出众,心灵勇敢,对最美好的教养有着极佳的天赋,只是由于年龄尚轻还未受征召入伍(不过我在别处曾提及这位爱者与美少年的名字)。克里特人说,这位年轻人〔爱者〕在战斗中展现了勇武,但当敌人的方阵成群向他压来时,他被一具横躺的尸体绊倒在地。于是敌方一人,即离得最近者,举起武器正要击打这位勇士的脊背;他却转过身来说:“切莫落下可耻而怯懦的一击,而要迎面对准胸膛击打,免得我的爱宠判定我为懦夫,并戒惧为死后的我整理遗体,甚至不敢靠近一个如此蒙羞之人。”生而为人,耻于显露怯懦,这本不足为奇;但鹧鸪竟也分有羞耻之心,这委实是大自然极其崇高的赐予。然而,临阵脱逃的阿里斯托德穆斯、弃盾而逃的克勒奥纽摩斯,以及胆怯的佩桑德罗斯,却既不在祖国面前、也不在妻子或儿女面前感到羞愧。
ἐν Ἔρυκι τῆς Σικελίας ἑορτή ἐστιν, ἣν καλοῦσιν Ἀναγώγια Ἐρυκῖνοί τε αὐτοὶ καὶ μέντοι καὶ ὅσοι ἐν τῇ Σικελίᾳ πάσῃ. ἡ δὲ αἰτία, τὴν Ἀφροδίτην λέγουσιν ἐντεῦθεν ἐς Λιβύην ἀπαίρειν ἐν ταῖσδε ταῖς ἡμέραις. δοξάζουσι δὲ ἄρα ταῦτα ταύτῃ τεκμαιρόμενοι. περιστερῶν πλῆθός ἐστιν ἐνταῦθα πάμπλειστον. οὐκοῦν αἳ μὲν οὐχ ὁρῶνται, λέγουσι δὲ Ἐρυκῖνοι τὴν θεὸν δορυφορούσας ἀπελθεῖν· ἀθύρματα γὰρ ἀφροδίτης περιστερὰς εἶναι ᾅδουσί τε ἐκεῖνοι καὶ πεπιστεύκασι πάντες ἄνθρωποι. διελθουσῶν δὲ ἡμερῶν ἐννέα μίαν μὲν διαπρεπῆ τὴν ὥραν ἔκ γε τοῦ πελάγους τοῦ κομίζοντος ἐκ τῆς Λιβύης ὁρᾶσθαι ἐσπετομένην, οὐχ οἵαν κατὰ τὰς ἀγελαίας πελειάδας τὰς λοιπὰς εἶναι, πορφυρᾶν δέ, ὥσπερ οὖν τὴν Ἀφροδίτην ὁ Τήιος ἡμῖν Ἀνακρέων ᾅδει, πορφυρέην που λέγων. καὶ χρυσῷ δὲ εἰκασμένη φανείη ἄν, καὶ τοῦτό γε κατὰ τὴν Ὁμήρου θεὸν τὴν αὐτήν, ἣν ἐκεῖνος ἀναμέλπει χρυσῆν. ἕπεται δὲ αὐτῇ τῶν περιστερῶν τὰ νέφη τῶν λοιπῶν, καὶ ἑορτὴ πάλιν Ἐρυκίνοις καὶ πανήγυρις τὰ Καταγώγια, ἐκ τοῦ ἔργου καὶ τοῦτο τὸ ὄνομα.
在西西里的埃律克斯有一节日,埃律克斯人自己乃至全西西里的居民都称之为“启程节”。其缘由是,人们说阿佛洛狄忒在这些日子里将从该地起航前往利比亚。他们以此为据推测此情:当地有极大量的鸽群。这些鸽子便不见了踪影,埃律克斯人说它们作为护卫伴随女神离去了;因为那里的居民歌唱鸽子是阿佛洛狄忒的心爱之物,而全人类对此也深信不疑。九天过去之后,可以见到一只容色绝伦的鸽子从那条自利比亚而来的海面上飞入,它不同于其余成群的寻常野鸽,而是紫红色的,正如特奥斯人阿那克里翁为我们歌颂阿佛洛狄忒时,在某处称她为“紫红色的”一样。它看起来也可比作黄金,这也完全契合荷马所歌咏的那位“金色的”同位女神。其余成群的鸽子如云雾般随它而来,埃律克斯人再次举行名为“归航节”的节日与集会,这个名称也是由其事实而来的。
Λύκω συννόμω καὶ ἵππω, λέοντέ γε μὴν οὐκέτι· λέαινα γὰρ καὶ λέων οὐ τὴν αὐτὴν ἴασιν οὔτε ἐπὶ θήραν οὔτε πιόμενοι. τὸ δὲ αἴτιον, τῇ τοῦ σώματος ῥώμῃ θαρροῦντε ἄμφω εἶτα οὐ δεῖται θατέρου ὁ ἕτερος,3 ὥς φασιν οἱ πρεσβύτεροι.
狼结对而居,马也是如此,但狮子却不再结伴;因为母狮与公狮无论去捕猎还是去饮水,都不走同一条路。其原因据老人们所说,是二者皆仗恃自己肉体的力量,因而彼此互不依恃。
οὐ ῥᾳδίως οἱ λύκοι τὴν ὠδῖνα ἀπολύουσιν, ἀλλὰ ἐν ἡμέραις δώδεκα καὶ νυξὶ τοσαύταις, ἐπεὶ τοσούτῳ χρόνῳ τὴν Λητὼ ἐς Δῆλον ἐξ Ὑπερβορέων ἐλθεῖν Δήλιοί φασιν.
狼的分娩极不容易结束,而是耗费十二日与同样多的夜晚,因为提洛岛人说,勒托正是用了这么长的时间才从海伯利安人的土地来到提洛岛。
- 4.1σόφισμα τοῦτο δειλίας καὶ κάκης τῆς κατὰ τὴν ἀγωνίαν ἀντίπαλον αὐτοῖς εὑρόντες
名词 σόφισμα 为修饰前述动作(将雌鸟置于身旁)的句子同位语(宾格),受 τοῦτο 修饰,并与补足语形容词 ἀντίπαλον 结合,同时充当分词 εὑρόντες 的宾语。
- 4.1ἀρετὰς μὲν οὖν ἐν τῇ μάχῃ τὸν νεανίαν ἀποδείξασθαί φασιν οἱ Κρῆτες, ἀθρόας δὲ ἐς αὐτὸν ὠθουμένης τῆς τῶν ἐχθρῶν φάλαγγος προσπταῖσαι νεκρῷ κειμένῳ, καὶ περιτραπῆναι λέγουσιν αὐτόν
在此带不定式的宾格结构中,宾格主语 τὸν νεανίαν 共同统辖不定式 ἀποδείξασθαι、προσπταῖσαι 和 περιτραπῆναι(后以 αὐτόν 复指)。此处的 τὸν νεανίαν 与后文的 τὸν ἄνδρα 并非指年幼未应征的少年(μειράκιον,即后文的 ὁ ἐρώμενος),而是指那位善战的克里特爱者(Κρῆτα ἐραστήν)。
- 4.3θαρροῦντε ἄμφω εἶτα οὐ δεῖται θατέρου ὁ ἕτερος
主格双数分词 θαρροῦντε 与 ἄμφω 一致,但随后句式通过脱节(破格)转入分配性的单数主句(οὐ δεῖται θατέρου ὁ ἕτερος)。表原因的分词短语在语义上总括双方后,主句动词转换为各自指代的单数形式。
