- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.42-4.45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中论及阿塔加斯与珍珠鸡鸣叫的先祖神话渊源,以蚂蚁不舍昼夜的勤勉反衬人类耽于节日与借口,对比猛兽受恩不忘与人类背信弃义的恶行,并记述了欧德莫斯所载狮子为伙伴犬向凶暴之熊复仇的轶事。
ὁ ὄρνις ὁ ἀτταγᾶς (μέμνηται δὲ καὶ Ἀριστοφάνης αὐτοῦ ἐν Ὄρνισι τῷ δράματι), οὗτός τοι τὸ ἴδιον ὄνομα ᾗ σθένει φωνῇ φθέγγεται καὶ ἀναμέλπει αὐτό. λέγουσι δὲ καὶ τὰς καλουμένας μελεαγρίδας τὸ αὐτὸ δήπου δρᾶν τοῦτο, καὶ ὅτι Μελεάγρῳ τῷ Οἰνέως προσήκουσι κατὰ γένος μαρτυρεῖσθαι καὶ μάλα εὐστόμως. λέγει δὲ ὁ μῦθος, ὅσαι ἦσαν οἰκεῖαι τῷ Οἰνείδῃ νεανίᾳ, ταύτας ἐς δάκρυά τε ἄσχετα καὶ πένθος ἄτλητον ἐκπεσεῖν καὶ θρηνεῖν, οὐδέν τι τῆς λύπης ἄκος προσιεμένας, οἴκτῳ δὲ ἄρα τῶν θεῶν ἐς ταῦτα τὰ ζῷα ἀμεῖψαι τὸ εἶδος. ταῖς δὲ ἴνδαλμά τε καὶ σπέρμα τοῦ τότε πένθους ἐντακῆναι, καὶ ἐς νῦν ἔτι Μελέαγρόν τε ἀναμέλπειν, καὶ ὡς αὐτῷ προσήκουσιν ᾅδειν καὶ τοῦτο μέντοι. ὅσοι δὲ ἄρα αἰδοῦνται τὸ θεῖον, οὐκ ἄν ποτε τῶνδε τῶν ὀρνίθων ἐπὶ τροφῇ προσάψαιντο. καὶ ἥτις ἡ αἰτία ἴσασί τε οἱ τὴν νῆσον οἰκοῦντες τὴν Λέρον καὶ ἔνεστι μαθεῖν ἀλλαχόθεν.
被称为阿塔加斯的鸟(阿里斯托芬在戏剧《鸟》中亦曾提及此鸟)用其竭尽全力的声音鸣叫出自己的名字,并不停啼唱。人们说所谓的珍珠鸡也做着完全相同的事,并且以极其清晰的口吻作证自己与奥纽斯之子墨勒阿革洛斯在血缘上相连。神话叙述道,凡是与奥纽斯之子的青年亲近的女子,都陷入无法抑制的泪水与难以承受的哀恸之中而痛哭,不受任何悲伤的抚慰,后因诸神的怜悯而将形体变成了这些动物。在它们身上融注了昔日哀伤的印记与种子,直至如今它们仍在啼唱墨勒阿革洛斯之名,并且歌唱它们确实与他血脉相连。凡敬畏神明之人,绝不会碰触这些鸟类作为食物。至于其原因为何,不仅居住在莱罗斯岛的人知晓,亦可从别处得知。
πέπυσμαι δὲ ὑπὲρ τῶν μυρμήκων καὶ ταῦτα. οὕτως ἄρα αὐτοῖς τὸ ἐθελουργὸν καὶ τὸ ἐθελόπονον πάρεστιν ἀπροφασίστως καὶ ἄνευ τινὸς ὑποτιμήσεως ἐθελοκακούσης καὶ σκήψεως, ἐς ἣν ὑποικουρεῖ τὸ ῥᾴθυμον, ὡς κἀν ταῖς πανσελήνοις μηδὲ νύκτωρ βλακεύειν μηδὲ ἐλινύειν, ἀλλʼ ἔχεσθαι τῆς σπουδῆς. ὦ ἄνθρωποι, μυρίας προφάσεις τε καὶ σκήψεις ἐς τὸ ῥᾳστωνεύειν ἐπινοοῦντες. καὶ τί δεῖ καταλέγειν τε καὶ ἐπαντλεῖν τὸν τοσοῦτον ὄχλον; κεκήρυκται γὰρ Διονύσια καὶ Λήναια καὶ Χύτροι καὶ Γεφυρισμοί, καὶ μετελθόντων1 ἐς τὴν Σπάρτην ἄλλα καὶ ἐς Θήβας ἄλλα καὶ κατὰ πόλιν μυρία ἑκάστην τὰ μὲν βάρβαρον τὰ δὲ Ἑλλάδα.
关于蚂蚁,我还探知了以下之事。它们身上完全具备了自愿劳作与甘于辛劳的品性,毫无借口,亦无任何懒散潜伏其间的恶性懈怠或推托,以至于在满月之夜,即便在夜间它们也毫不怠惰偷闲,而是紧抓劳作不放。啊,人类,为了贪图安逸竟设想出千万种托词与借口!又何须将如此浩繁的名目一一列举详述呢?因为狄俄尼索斯节、勒奈亚节、赫特罗伊节与桥畔调笑节皆已宣告,若转向斯巴达又有别的节日,转向忒拜又有另一些节日,在每个城邦中皆有千万个,无论是在蛮夷之地还是在希腊各地。
μαρτύριον δὲ τῆς τῶν ζῴων φύσεως, ὅτι οὐ πάνυ τι δυσμεταχείριστά ἐστιν, ἀλλὰ εὖ παθόντα ἀπομνησθῆναι τῆς εὐεργεσίας ἐστὶν ἀγαθά,2 ἐν τῇ Αἰγύπτῳ οἵ τε αἴλουροι καὶ οἱ ἰχνεύμονες καὶ οἱ κροκόδειλοι καὶ τὸ τῶν ἱεράκων ἔτι φῦλον. ἁλίσκεται δὲ κολακείᾳ τῇ κατὰ γαστέρα, καὶ ἐντεῦθεν ἡμερωθέντα λοιπὸν πραότατα μένει· καὶ οὐκ ἄν ποτε ἐπίθοιτο τοῖς εὐεργέταις τοῖς ἑαυτῶν, τοῦ θυμοῦ τοῦ συμφυοῦς τε καὶ συγγενοῦς ἅπαξ παραλυθέντα. ἄνθρωπος δὲ καὶ λόγου μετειληχὸς ζῷον καὶ φρονήσεως ἀξιωθὲν καὶ αἰδεῖσθαι λαχὸν καὶ ἐρύθημα πιστευθὲν φίλου γίνεται βαρὺς πολέμιος, καὶ ὅσα ἀπόρρητα ἐπιστεύθη, ταῦτα διʼ αἰτίαν βραχυτάτην καὶ τὴν παρατυχοῦσαν ἐς ἐπιβουλὴν ἐξέπτυσε τὴν τοῦ πεπιστευκότος.
至于动物的本性绝非极难处置、反而在受到善待时极善于铭记恩惠的明证,便是埃及的猫、獴、鳄鱼以及鹰隼之族。它们被口腹之奉所俘获,由此被驯化后,此后便保持得极度温顺;一旦它们生来具有且本族固有的凶暴性被消除,便绝不会袭击自己的恩人。然而人——这分有了理性、被赋予了智虑、拥有了羞耻之心并被信托以脸红的动物——却成了朋友严酷的死敌;凡所被托付的隐秘之事,只因最微小而偶然的缘由,便吐露出来作为暗算那信任自己之人的阴谋手段。
θαυμάσαι λόγον ἄξιόν φησιν Εὔδημος, καὶ τῷ γε ἀνδρὶ τῷδε ὁ λόγος οὗτός ἐστι. νεανίας θηρατικός, συμβιοῦν τοῖς τῶν ζῴων ἀγριωτάτοις οἷός τε, ἐκ νέων μέντοι καὶ βρεφῶν πεπωλευμένοις, εἶχε συντρόφους τε καὶ συσσίτους ἑαυτοῖς γεγενημένους κύνα καὶ ἄρκτον καὶ λέοντα. καὶ ταῦτα μὲν χρόνου πρὸς ἄλληλα εἰρήνην ἄγειν καὶ φίλα νοεῖν σφίσι λέγει ὁ Εὔδημος· μιᾶς δὲ τυχεῖν ἡμέρας τὸν κύνα προσπαίζοντα τὴν ἄρκτον καὶ ὑπαικάλλοντα καὶ ἐρεσχελοῦντα, τὴν δὲ οὐκ εἰωθότως ἐκθηριωθῆναι καὶ ἐμπεσεῖν τῷ κυνί, καὶ λαφύξαι τοῖς ὄνυξι τοῦ δειλαίου τὴν γαστέρα καὶ διασπάσασθαι αὐτόν· ἀγανακτῆσαι δὲ τῷ συμβάντι ὁ αὐτός φησι τὸν λέοντα καὶ οἱονεὶ μισῆσαι τὸ ἄσπονδον τῆς ἄρκτου καὶ ἄφιλον, καὶ τὸν κύνα οἷα ἑταῖρον ποθῆσαι καὶ ἐς δικαίαν προελθεῖν ὀργήν, καὶ ἐπιθεῖναι τῇ ἄρκτῳ τὴν δίκην, καὶ τὰ αὐτὰ δρᾶσαι αὐτήν,3 ἅπερ οὖν εἰργάσατο τὸν κύνα ἐκείνη. Ὅμηρος μὲν οὖν φησιν "ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι·" ἔοικε δὲ ἡ φύσις δεικνύναι ὅτι καὶ φίλον ἑαυτῷ τιμωρὸν καταλιπεῖν, ὦ φίλε Ὅμηρε, κέρδος ἐστίν. οἷόν τι καὶ περὶ Ζήνωνος καὶ Κλεάνθους νοοῦμεν, εἴ τι ἀκούομεν.
欧德莫斯讲述了一个值得惊叹的故事,此人的故事如下。一个酷爱狩猎的青年,能够与最为凶猛的动物共同生活——只要它们是从年幼及初生之时受训养的——他养了一只狗、一只熊和一头狮子,它们彼此一同抚育成长并共进食物。欧德莫斯说,有一段时间它们彼此和睦相处,相互怀有善意;然而碰巧有一日,狗在同熊嬉戏,向它摇尾乞怜并善意戏弄,熊却异乎寻常地暴露出野兽本性,扑向那只狗,用爪子撕开了那可怜动物的肚子并将它撕得粉碎。该作者说,狮子对所发生之事大为愤慨,仿佛痛恨熊这种背信弃义且缺乏友情的行径,它如同失去同伴般思念那只狗,进而产生了正当的愤怒,向熊施加了惩罚,对她做出了正是她对狗所做出的完全相同之事。因此荷马说道: “死者留下一子是何等的美事!” 然而亲爱的荷马啊,自然似乎昭示出,为自己留下一个能报仇的朋友同样是一件幸事。如果我们曾有所听闻的话,关于芝诺与克勒安忒斯之事,我们亦作如是理解。
- 4.43μετελθόντων
此处作独立属格(genitive absolute)使用,但上下文中并未指明具体主语,表示泛指或非人称的情况,意为“若有人转向……”或“当视线移至……”。随后引出主格中性复数 ἄλλα 作为后文的主语。
- 4.44ἀπομνησθῆναι τῆς εὐεργεσίας ἐστὶν ἀγαθά
不定式 ἀπομνησθῆναι 与作谓语的形容词 ἀγαθά(中性复数主格,语义上承接前文的 τὰ ζῷα)构成解释性补足结构(epexegesis),意为“擅长记住恩惠”。
- 4.45τὰ αὐτὰ δρᾶσαι αὐτήν
动词 δράω 支配的双宾格结构(double accusative),同时接动作内容的宾格(τὰ αὐτά)与动作对象的宾格(αὐτήν,指熊),意为“对她施加完全相同之事”。
