- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.39-4.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了狐狸利用尾巴诱杀黄蜂并食用蜂巢的狡黠技巧,阐述了狗的生理特征、习性、疾病与寿命,并介绍了产自印度的极小鸟类“迪凯隆”,其粪便能带来安详无痛的死亡,因而被视为解脱痛苦的至宝。
αἱ δὲ ἀλώπεκες ἐς ὑπερβολὴν προήκουσαι πανουργίας καὶ τρόπου δολεροῦ ὅταν θεάσωνται σφηκιὰν εὐθενουμένην, αὐταὶ μὲν ἀποστρέφονται τὸν χηραμὸν ἐκνεύουσαι καὶ τὰς ἐκ τῶν κέντρων τρώσεις φυλαττόμεναι· καθιᾶσι δὲ τὴν οὐρὰν δασυτάτην τε οὖσαν καὶ μηκίστην τὴν αὐτὴν1 καὶ διασείουσι τοὺς σφῆκας· οἳ δὲ προσέχονται τῷ τῶν τριχῶν δάσει. ὅταν δὲ ἐμπαλαχθῶσιν αὐτῷ, προσαράττουσι τὴν οὐρὰν ἢ δένδρῳ ἢ τοίχῳ ἢ αἱμασιᾷ· παιόμενοι δὲ οἱ σφῆκες ἀποθνήσκουσιν. εἶτα ἦλθον ἐπὶ τὸν αὐτὸν τόπον, καὶ τοὺς λοιποὺς προσαναλέξασαι καὶ ἀποκτείνασαι κατὰ τοὺς πρώτους, ὅταν ἐννοήσωσι λοιπὸν εἰρήνην εἶναι καὶ ἀπὸ τῶν κέντρων ἐλευθερίαν, καθῆκαν τὸ στόμα καὶ τὰ σφηκία ἐσθίουσι, μήτε θορυβούμεναι μήτε μὴν τὰ κέντρα ὑφορώμεναι.
狐狸在狡黠与诡诈的习性上达到了极点,每当看见一个繁盛的黄蜂巢穴时,它们便转过身去,蜷缩着避开洞口,防备着蜂刺的蛰伤;然而它们垂下自己的尾巴——那尾巴极其蓬松,同时又极为冗长——去搅扰黄蜂。黄蜂便附着在浓密的毛发上。而当它们被缠在毛中时,狐狸便将尾巴猛击在树干、墙壁或石栅上;遭到撞击的黄蜂纷纷毙命。随后它们回到同一处地方,像处置第一批黄蜂那样把其余的也聚集并杀死,当它们意识到此后已然太平且不受蜂刺威胁时,便将口探入其中吞食蜂巢,既不惊慌骚动,亦不再戒备蜂刺。
κυνὸς κρανίον ῥαφὴν οὐκ ἔχει. δραμὼν δὲ ἐπὶ πλέον λάγνης γίνεται, φασί. κυνὸς δὲ γηρῶντος ἀμβλεῖς οἱ ὀδόντες καὶ μελαίνονται. εὔρινος δέ ἐστιν οὕτως ὡς μήποτʼ ἂν ὀπτοῦ κυνείου κρέως μηδʼ ἂν καρυκείᾳ τῇ ποικιλωτάτῃ καὶ δολερωτάτῃ καταγοητευθέντος γεύσασθαι. τρεῖς δὲ ἄρα νόσοι κυνὶ ἀποκεκλήρωνται καὶ οὐ πλείους, κυνάγχη λύττα ποδάγρα· ἀνθρώποις γε μὴν μυρίαι. πᾶν δὲ ὅ τι ἂν ὑπὸ κυνὸς λυττῶντος δηχθῇ, τοῦτο ἀποθνήσκει. κύων δὲ ποδαγρήσας, σπανίως ἀναρρωσθέντα ὄψει αὐτόν. κυνὶ δὲ βίος ὁ μήκιστος τεσσαρεσκαίδεκα ἔτη. Ἄργος δὲ ὁ Ὀδυσσέως καὶ ἡ περὶ αὐτὸν ἱστορία ἔοικε παιδιὰ Ὁμήρου εἶναι.
狗的头颅骨没有骨缝。人们说狗在奔跑之后会变得更加贪欲。当狗老去时,牙齿变得迟钝且发黑。它的嗅觉极其灵敏,以至于绝不会品尝烤熟的狗肉,哪怕那肉被最精巧、最具有欺骗性的调味所掩饰。分配给狗的疾病恰好只有三种,而不再有更多:咽峡炎、狂犬病与痛风;然而降于人类的疾病却有千千万万。凡被疯狗咬伤之物必死无疑。而至于患了痛风的狗,你极少会见到它恢复健康。狗的最长寿命是十四年。奥德修斯的爱犬阿耳戈斯以及关于它的传说,似乎只是荷马的戏谑之笔。
γένος ὀρνίθων Ἰνδικῶν βραχυτάτων καὶ τοῦτο εἴη ἄν. ἐν τοῖς πάγοις τοῖς ὑψηλοῖς νεοττεύει καὶ ταῖς πέτραις ταῖς καλουμέναις λεπραῖς, καὶ ἔστι τὸ μέγεθος τὰ ὀρνύφια ὅσονπερ ᾠὸν πέρδικος· σανδαρακίνην δέ μοι νόει τὴν χρόαν αὐτῶν. καὶ Ἰνδοὶ μὲν αὐτὸ φωνῇ τῇ σφετέρᾳ δίκαιρον φιλοῦσιν ὀνομάζειν, Ἕλληνες δὲ ὡς ἀκούω δίκαιον. τούτου τὸ ἀποπάτημα εἴ τις λάβοι ὅσον κέγχρου μέγεθος λυθὲν ἐν τῷ πώματι, ὃ δὲ ἐς ἑσπέραν ἀπέθανεν.2 ἔοικε δὲ ὁ θάνατος ὕπνῳ καὶ μάλα γε ἡδεῖ καὶ ἀνωδύνῳ καὶ οἷον οἱ ποιηταὶ λυσιμελῆ φιλοῦσιν ὀνομάζειν ἢ ἀβληχρόν· εἴη γὰρ ἂν καὶ οὗτος ἐλεύθερος ὀδύνης καὶ τοῖς δεομένοις διὰ ταῦτα ἥδιστος. σπουδὴν δὲ ἄρα τὴν ἀνωτάτω τίθενται Ἰνδοὶ ἐς τὴν κτῆσιν αὐτοῦ· κακῶν γὰρ αὐτὸ ἐπίληθον ἡγοῦνται τῷ ὄντι· καὶ οὖν καὶ ἐν τοῖς δώροις τοῖς μέγα τιμίοις τῷ Περσῶν βασιλεῖ ὁ Ἰνδῶν πέμπει καὶ τοῦτο. ὃ δὲ καὶ τῶν ἄλλων ἁπάντων προτιμᾷ λαβὼν καὶ ἀποθησαυρίζει κακῶν ἀνιάτων ἀντίπαλόν τε καὶ ἀμυντήριον, εἰ ἀνάγκη καταλάβοι. οὔκουν οὐδὲ ἔχει τις ἐν Πέρσαις αὐτὸ ἄλλος, ὅτι μὴ βασιλεύς τε αὐτὸς καὶ μήτηρ ἡ βασιλέως. καὶ διὰ ταῦτα ἀντικρίνοντες βασανίσωμεν τῶν φαρμάκων τοῦ τε Ἰνδικοῦ καὶ τοῦ Αἰγυπτίου ὁπότερον ἦν προτιμότερον· ἐπεὶ τὸ μὲν ἐφʼ ἡμέραν ἀνεῖργέ τε καὶ ἀνέστελλε τὰ δάκρυα τὸ Αἰγύπτιον, τὸ δὲ λήθην κακῶν παρεῖχεν αἰώνιον τὸ Ἰνδικόν· καὶ τὸ μὲν γυναικὸς δῶρον ἦν, τὸ δὲ ὄρνιθος ἢ ἀπορρήτου φύσεως δεσμῶν τῶν ὄντως βαρυτάτων ἀπολυούσης διʼ ὑπηρέτου τοῦ προειρημένου. καὶ Ἰνδοὺς κτήσασθαι αὐτὸ εὐτυχήσαντας, ὡς τῆς ἐνταυθοῖ φρουρᾶς ἀπολυθῆναι3 ὅταν ἐθέλωσιν.
这也当是一种体型极小的印度鸟类。它筑巢于崇山峻岭以及被称为“癞石”的岩层之间,这小鸟的体格约有一枚石鸡卵大小;请将它们的体色想象为雄黄之色。印度人习惯在自己的语言中称其为“迪凯隆”,而希腊人据我所闻则称其为“迪凯翁”。如果有人将这鸟的粪便取如黍粒般大小溶解在饮品中服下,到了傍晚便已毙命。其死亡状如睡眠,且是极其舒适、毫无痛苦的睡眠,正如诗人们惯常称作“解脱四肢的”或“温和沉静的”那种状态;因为这种死亦毫无苦痛,因此对那些需要它的人来说是极度惬意的。印度人因此为获取它付出了极大的心力;因为他们切实地认为它能够“令人忘却诸般灾殃”。所以,印度国王送给波斯国王的极尊贵的礼物中亦包含此物。波斯王得到它之后,看得比所有其他物品更为宝贵,并将其储藏起来,作为若逢不幸降临之时用以对抗无法医治之灾祸的抵御之物。因此波斯人中除国王本人及太后之外,绝无他人持有此物。正因如此,让我们通过对比来考证这两种药物——印度的与埃及的——究竟何者更为可贵:因为埃及的那种药只在一日之内阻遏并止住泪水,而印度的这种药却能带来对灾殃的永恒遗忘;且前者乃是一位妇人的礼物,后者则是一只鸟雀的、抑或是通过上述侍从将人从真正最为沉重的羁绊中解脱出来的隐秘自然的馈赠。印度人有幸拥有它,以便在他们愿意之时便能从尘世的禁锢中解脱出来。
- 4.39μηκίστην τὴν αὐτὴν
带有冠词的代词 τὴν αὐτήν 与前面的 δασυτάτην(极蓬松的)相并列,以表语兼副词性的方式强调同一条尾巴同时兼具“极长”这一特性(“同时/自身亦是”)。它并非单纯重复指示尾巴本身,而是突出同一种器官兼有这两种捕食优势。
- 4.41ὃ δὲ ἐς ἑσπέραν ἀπέθανεν
在结论句中使用的过去未完整体直陈式(ἀπέθανεν)属于格言式或生动式过去时(gnomic aorist)。尽管条件从句 εἴ τις λάβοι 采用了祈愿语气表示普遍假定,结论句却以过去式直陈式生动地展现毒性发作之必然与迅速,仿佛只要服下便已在傍晚猝死成定局。
- 4.41καὶ Ἰνδοὺς κτήσασθαι αὐτὸ εὐτυχήσαντας, ὡς τῆς ἐνταυθοῖ φρουρᾶς ἀπολυθῆναι
句首的“宾语+不定式”结构(καὶ Ἰνδοὺς κτήσασθαι)承接前文,以感叹或总结性的语气断言“印度人得以获得它实属幸运”。随后的 ὡς 搭配不定式 ἀπολυθῆναι 表示结果或目的(“以至于/为了能够从……中解脱”);而 τῆς ἐνταυθοῖ φρουρᾶς(“此处的哨卡/监牢”)则是古典哲学(如柏拉图《斐多篇》)中借指肉体与尘世羁绊的著名隐喻。
