- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.36-4.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了印度剧毒紫蛇及其两种致命毒液的采集与功效、大鸟(鸵鸟)挑选有精卵育雏并在逃跑时飞石拒敌的习性,以及小鸟在纤细枝头筑巢以防范捕食者的智慧。
ἡ τῶν Ἰνδῶν γῆ,1 φασὶν αὐτὴν οἱ συγγραφεῖς πολυφάρμακόν τε καὶ τῶν βλαστημάτων τῶνδε δεινῶς πολύγονον εἶναι. καὶ τὰ μὲν σώζειν αὐτῶν καὶ ἐκ τῶν κινδύνων ῥύεσθαι τοὺς ὑπὸ τῶν δακέτων ὁμοῦ τῷ θανάτῳ ὄντας (πολλὰ δὲ ἐκεῖθι τοιαῦτα), τὰ δὲ ἀπολλύναι καὶ διαφθείρειν ὀξύτατα, ὧνπερ οὖν καὶ τὸ ἐκ τοῦ ὄφεως τοῦ πορφυροῦ γινόμενον εἴη ἂν. ἔστι δὲ ἄρα οὗτος ὁ ὄφις κατὰ σπιθαμὴν τὸ μῆκος ὅσα ἰδεῖν·2 χρόαν δὲ ἔοικε πορφύρᾳ τῇ βαθυτάτῃ. λευκὴν δὲ κεφαλὴν καὶ οὐκέτι πορφυρᾶν περιηγοῦνται αὐτοῦ, λευκὴν δὲ οὐχ ὡς εἰπεῖν ἔπος, ἀλλὰ καὶ χιόνος ἐπέκεινα καὶ γάλακτος. ὀδόντων δὲ ἄγονός ἐστιν ὁ ὄφις οὗτος· εὑρίσκεται δʼ ἐν τοῖς πυρωδεστάτοις τῆς Ἰνδικῆς χωρίοις. καὶ δάκνειν μὲν ἥκιστός ἐστι, καὶ κατά γε τοῦτο φαίης ἂν τιθασὸν αὐτὸν εἶναι καὶ πρᾶον· οὗ δʼ ἂν κατεμέσῃ,3 ὡς ἀκούω, ἢ ἀνθρώπου τινὸς ἢ θηρίου, τοῦδε τὸ μέλος διασαπῆναι ἀνάγκη πᾶν. οὐκοῦν θηραθέντα αὐτὸν ἐκ τοῦ οὐραίου μέρους ἐξαρτῶσι, καὶ οἷα εἰκὸς κάτω τὴν κεφαλὴν ἔχει, καὶ ἐς γῆν ὁρᾷ· ὑπʼ αὐτὸ δὲ τὸ στόμα τοῦ θηρὸς ἀγγεῖόν τι τιθέασι πεποιημένον χαλκοῦ. καὶ διὰ τοῦ στόματος σταγόνες ἐκείνῳ λείβονται ἐς τοῦτο, καὶ τὸ καταρρεῦσαν συνίσταταί τε καὶ πήγνυται, καὶ ἐρεῖς ἰδὼν ἀμυγδαλῆς δάκρυον εἶναι. καὶ ὃ μὲν ἀποθνήσκει ὁ ὄφις, ὑφαιροῦσι δὲ τὸ σκεῦος, καὶ προστιθέασιν ἄλλο, χαλκοῦν καὶ ἐκεῖνο· νεκροῦ δὲ ἐκρεῖ πάλιν ὑγρὸς ἰχώρ, καὶ ἔοικεν ὕδατι. τριῶν δὲ ἡμερῶν ἐῶσι, καὶ συνίσταται μέντοι καὶ οὗτος. εἴη δʼ ἂν ἀμφοῖν διαφορὰ κατὰ τὴν χρόαν· ἣ μὲν γὰρ δεινῶς ἐστι μέλαινα, ἣ δὲ ἠλέκτρῳ εἴκασται. οὐκοῦν τούτου μὲν εἰ δοίης τινὶ ὅσον σησάμου μέγεθος ἐμβαλὼν ἐς οἶνον ἢ ἐς σιτίον, πρῶτον μὲν αὐτὸν σπασμὸς περιλήψεται καὶ μάλα ἰσχυρός, εἶτα διαστρέφονταί οἱ τὼ ὀφθαλμώ, ὁ δὲ ἐγκέφαλος διὰ τῶν ῥινῶν κατολισθάνει λειβόμενος, καὶ ἀποθνήσκει καὶ μάλα οἴκτιστα· ἐὰν δὲ ἔλαττον λάβῃ τοῦ φαρμάκου, ἄφυκτα μὲν αὐτῷ τὸ ἐντεῦθέν ἐστι, χρόνῳ δὲ ἀπόλλυται. ἐὰν δὲ τοῦ μέλανος ὀρέξῃς, ὅπερ οὖν κατέρρευσε τεθνεῶτος, ὅσον σησάμου καὶ τοῦτο μέγεθος, ὑπόπυος γίνεται, καὶ φθόη καταλαμβάνει τὸν λαβόντα, καὶ ἐνιαυτοῦ ἀναλίσκεται τηκεδόνι· πολλοὶ δὲ καὶ ἐς ἔτη δύο προῆλθον, κατὰ μικρὰ ἀποθνήσκοντες.
关于印度人的土地,作家们说它富含各种药草(毒物),并且在繁衍这些草木方面极其多产。其中一些草木能够拯救并解救那些被毒兽咬伤而濒临死亡的人(那里的毒兽为数众多),而另一些则能以极快的速度致死并消灭生命,从那条紫蛇身上所得之物当属此类。这条蛇从外观上看长约一拃;体色如同最为深沉的紫红。然而人们记述它的头部是白色的,不再是紫色,而且这种白并非比喻之谈,甚至凌驾于白雪与牛奶之上。此蛇不生牙齿;它出没于印度最为炽热的区域。它绝不噬咬,至少在这一点上,人们可以说它是温顺与驯良的;然而据我所闻,无论它向人还是向野兽呕吐,那被喷到的肢体必定全然腐烂。因此,当他们捕获它后,便将其尾部倒挂起来,它自然头部朝下,面朝地面;在兽口的正下方,他们放置一个青铜制成的容器。水滴便穿过其口滴入其中,流淌而下的物质逐渐凝聚并硬化,见者定会说它是杏树胶。蛇死之后,他们移开该器皿,换上另一个同样是青铜制的容器;从死尸中再次流淌出湿润的体液,状如清水。他们将其放置三日,而这液体亦凝固成形。两者在颜色上当有差异:盖因一种极黑,另一种则宛如琥珀。因此,若将这琥珀色之物如芝麻粒大小投入酒或食物中予人服用,首先极强烈的痉挛将侵袭其身,随后双眼翻转,脑髓透过鼻孔滑落滴出,以极其凄惨的方式死去;若服用的毒剂剂量较少,其死固然无可逃遁,但会历经时日方才毙命。然而,若奉上那从死尸中流出的黑色毒物,同样取芝麻粒般大小,服用者体内便会生脓,肺痨(消耗症)将缠上此人,并在一年之内因衰竭而消亡;许多人甚至苟延残喘达两年之久,逐渐走向死亡。
ἡ στρουθὸς ἡ μεγάλη ᾠὰ μὲν ἀποτίκτει πολλά, οὐ πάντα δὲ ἐκγλύφει, ἀλλὰ ἀποκρίνει τὰ ἄγονα, τοῖς δὲ ἐγκάρποις ἐπῳάζει. καὶ ἐκ μὲν τούτων τοὺς νεοττοὺς ἐξέλεψεν,4 ἐκεῖνα δὲ τὰ ἐκφαυλισθέντα τούτοις τροφὴν παρατίθησιν. εἰ δὲ αὐτὴν διώκοι τις, ἣ δὲ οὐκ ἐπιτολμᾷ τῇ πτήσει, θεῖ δὲ τὰς πτέρυγας ἁπλώσασα· εἰ δὲ ἁλίσκεσθαι μέλλοι, τοὺς παραπίπτοντας λίθους ἐς τοὐπίσω σφενδονᾷ τοῖς ποσίν.
巨鸟(鸵鸟)产下许多卵,但并不将它们全部孵化,而是挑出未受精的卵,只孵卧在有繁殖力的卵上。它从这些受精卵中孵出雏鸟,而将那些被筛弃的卵作为食物提供给它们。若有人追捕它,它不敢尝试飞行,而是展开双翼奔跑;若即将被捕获,它便用双足将途中的石块像投石器一般向后飞掷。
οἱ στρουθοὶ οἱ σμικροὶ συνειδότες ἑαυτοῖς ἀσθένειαν διὰ σμικρότητα τοῦ σώματος, ἐπὶ τοῖς ἀκρεμόσι τῶν κλάδων τοῖς φέρειν αὐτοὺς δυναμένοις τὰς νεοττιὰς συμπλάσαντες εἶτα μέντοι τὴν ἐκ τῶν θηρατῶν ἐπιβουλὴν ὡς τὰ πολλὰ διαφεύγουσιν ἐπιβῆναι τῷ κλαδὶ μὴ δυναμένων·5 οὐ γὰρ αὐτοὺς φέρει διὰ λεπτότητα.
小鸟们由于体型矮小而自知体弱,便在能够承受其重量的树枝末梢上筑巢,随后往往能逃脱猎人的暗算,因为〔猎人〕无法踏上那树枝;盖因树枝纤细,无法承受他们。
- 4.36ἡ τῶν Ἰνδῶν γῆ
此为主格悬置(nominativus pendens)。句子开首以主格形式揭示主题,随后在主句的“宾格加不定式”结构中被代词 αὐτήν(作为 εἶναι 的逻辑主语)承接。
- 4.36ὅσα ἰδεῖν
此为表示限制的不定式短语(限制性不定式),意为“据目测所及”或“外观上看”。这是一种表述观察性推断的习惯用法。
- 4.36οὗ δʼ ἂν κατεμέσῃ
关系代词 οὗ 为属格,受动词 κατεμέω(向……上吐)支配。其先行词为后置的指示代词 τοῦδε(由 ἢ ἀνθρώπου τινὸς ἢ θηρίου 作同位语解释)。
- 4.37ἐξέλεψεν
此为格言直陈语气不定过去时(gnomic aorist),用以陈述既定事实或动物固有的普遍习性,其功能与前后上下文的现在时动词(ἀποτίκτει、ἐπῳάζει、παρατίθησιν)相并列。
- 4.38ἐπιβῆναι τῷ κλαδὶ μὴ δυναμένων
此为属格绝对结构(genitive absolute)。分词 δυναμένων 的逻辑主语是紧接在前的介词短语 ἐκ τῶν θηρατῶν 中的 θηραταί(猎人),用以说明猎人无法侵扰巢穴的原因。
