- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.32-4.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了印度硕大且多产的绵羊与山羊及其牧人的处理方式、变色龙抵御毒蛇的机智、狮子的解剖特征与繁育习性,以及牛记仇报复的特质。
Προβατεῖαι δὲ Ἰνδῶν ὁποῖαι μαθεῖν ἄξιον. τὰς αἶγας καὶ τὰς οἶς ὄνων τῶν μεγίστων μείζονας ἀκούω καὶ ἀποκύειν τέτταρα ἑκάστην· μείω γε μὴν τῶν τριῶν οὔτʼ αἲξ Ἰνδικὴ οὔτʼ ἂν οἶς ποτε τέκοι. καὶ τοῖς μὲν προβάτοις αἱ οὐραὶ πρὸς τὸν πόδα τέτανται, αἱ δὲ αἶγες μηκίστας ἔχουσιν, ὥστʼ ἐπιψαύειν γῆς ὀλίγου. τῶν μὲν οὖν οἰῶν τῶν τίκτειν ἀγαθῶν ἀποκόπτουσι τὰς οὐρὰς οἱ νομεῖς, ἵνα ἀναβαίνωνται,1 ἐκ δὲ τῆς πιμελῆς τῆς τούτων καὶ ἔλαιον ἀποθλίβουσι· τῶν δὲ ἀρρένων διατέμνουσι τὰς οὐράς, καὶ ἐξαιροῦσι τὸ στέαρ καὶ ἐπιρράπτουσι, καὶ ἑνοῦται πάλιν ἡ τομή, καὶ ἀφανίζεται τὰ ἴχνη αὐτῆς.
印度人的羊群是何等模样,委实值得一知。我获悉那里的山羊与绵羊比最大的驴子还要硕大,且每只产下四只幼崽;无论是印度的山羊还是绵羊,绝不会产下少于三只幼崽。绵羊的尾巴垂至足部,而山羊的尾巴极长,以至于几乎能触及地面。牧人们便将善于繁殖的母羊的尾巴切除,以便让它们得以被交配;从这些尾巴的脂肪中,他们榨出油脂。至于公羊,他们则剖开其尾巴,取出油脂后再缝合起来;切口重新愈合,伤痕亦随之消失。
Ἀλέξανδρος ὁ Μύνδιος τὸν χαμαιλέοντα λυπεῖν τοὺς ὄφεις καὶ ἀσιτίᾳ περιβάλλειν τὸν τρόπον τοῦτόν φησι. κάρφος πλατὺ καὶ στερεὸν ἐνδακὼν ἑαυτὸν ἐπιστρέφει, καὶ ἀντιπρόσωπος ὁμόσε χωρεῖ τῷ πολεμίῳ. ὃ δὲ αὐτοῦ λαβέσθαι ἀδυνατεῖ, τοῦ κάρφους τὸ πλάτος οὐκ ἔχων περιχανεῖν. οὐκοῦν ἄδειπνος τό γε ἐπʼ ἐκείνῳ2 μένει ὁ ὄφις· δάκνων γάρ τοι τὰ λοιπὰ τῶν μελῶν αὐτοῦ οὐδὲν ἀνύτει· στερεὰν γὰρ τὴν φορίνην ἔχει, καὶ ἐπαΐει τῶν ἐκείνου ὀδόντων ὁ χαμαιλέων οὐδὲ ἕν.
明多斯的亚历山大称,变色龙以如下方式困扰蛇类并使之陷入绝食。它横衔一根宽大而坚实的干柴(树枝),转过身来,正面对抗仇敌。蛇无法咬住它,因为它的口无法张得足够大以包容树枝的宽度。因此,至少就变色龙而言,蛇始终无食可吃;因为咬它躯体的其余肢体毫无效用:变色龙拥有坚硬的外皮,对蛇的牙齿根本不以为意。
ὁ αὐχὴν ὁ τοῦ λέοντος ἐξ ὀστέου συνέστηκεν, οὐ μὴν ἐκ σφονδύλων πολλῶν. εἰ δέ τις τὰ ὀστᾶ τοῦ λέοντος διακόπτοι, πῦρ αὐτῶν ἐξάλλεται. μυελοὺς δὲ οὐκ ἔχει· οὐδὲ γάρ ἐστι κοῖλα αὐλῶν δίκην. μίξεως δὲ αὐτὸν οὐδεμία ἔτους ἀναστέλλει ὥρα. κύει δὲ ἄρα μηνῶν δύο. τίκτει δὲ πεντάκις, καὶ τῇ μὲν ὠδῖνι τῇ πρώτῃ πέντε, τῇ δὲ δευτέρᾳ τέτταρα, τρία τε τῇ ἐπὶ ταύτῃ, καὶ δύο τῇ ἐπʼ ἐκείνῃ, καὶ ἓν ἐπὶ πάσαις. οἱ δὲ σκύμνοι ἀρτιγενεῖς μικροί τέ εἰσι καὶ τυφλοὶ κατὰ τὰ σκυλάκια· βαδίσεως δὲ ὑπάρχονται, ὅταν δύο μῆνας ἀπὸ γενεᾶς διαβιῶσιν. ὁ λόγος δέ, ὅστις λέγει διαξαίνειν αὐτοὺς τὰς μήτρας, μῦθός ἐστι. λιμώττων μὲν οὖν λέων ἐντυχεῖν χαλεπός ἐστι, κορεσθεὶς δὲ πραότατος· φασὶ δὲ καὶ φιλοπαίστην εἶναι τηνικάδε αὐτόν. φύγοι δὲ οὐκ ἄν ποτε τὰ νῶτα τρέψας λέων, ἡσυχῆ δὲ ἐπὶ πόδα ἀναχωρεῖ βλέπων ἀντίος. τοῦ γήρως δὲ ὑπαρχομένου ἐπὶ τὰ αὔλια ἔρχεται καὶ ἐπὶ τὰς καλύβας καὶ ἐπὶ τὰς οἰκήσεις τὰς τῶν νομέων τὰς ὑπάντρους, καὶ εἰκότως· ταῖς γὰρ ὀρείοις ἔτι θήραις ἐπιθαρρεῖν ἀδύνατός ἐστι. πῦρ δὲ ὀρρωδεῖ. ὅστις μὲν οὖν ἐστιν αὐτῶν γυρότερος καὶ συνεστραμμένος καὶ τὴν χαίτην λασιώτερος, ἀθυμότερός τε καὶ ἀτολμότερος δοκεῖ μᾶλλον· ὁ δὲ μήκους εὖ ἥκων καὶ εὐθυτενὴς τὴν τρίχα ἀνδρειότερος πεπίστευται καὶ θυμοειδέστερος. ἀδηφάγος δὲ ὢν καὶ ὅλα φασὶ μέλη βρύκων ἂν καταπίοι. τούτων οὖν πεπληρωμένος καὶ τριῶν ἡμερῶν3 οὐκ ἐσθίει πολλάκις, ἔστʼ ἂν ὑπαναλωθῇ τὰ πρῶτά οἱ καὶ πεφθῇ. πίνει δὲ ὀλίγα.
狮子的颈部由整块骨头构成,绝非由许多椎骨组成。若有人劈开狮子的骨头,火星便会从中喷射出来。它没有骨髓,因为其骨骼并不像管子那般中空。一年之中没有任何季节能阻止其交配。母狮怀胎两个月。一生生产五次:第一胎产五只,第二胎四只,随后的产褥产三只,再之后产两只,而在最后一胎仅产一只。初生的幼狮既弱小又像小狗一样盲目;出生满两个月后才开始行走。那称幼狮会抓破子宫的说法纯属神话。饥饿的狮子固然凶险难犯,但吃饱之后却极其温顺;据说此时它甚至喜爱嬉戏。狮子绝不会转身溃逃,而是正视前方、步步为营地缓缓后撤。当年老到来时,它便来到羊圈、棚屋以及牧人们居住的洞穴居所,这亦合情合理:盖因它已无力在山地狩猎中保持自信。它惧怕火焰。在狮群之中,凡体态蜷曲紧凑、鬃毛更为蓬乱卷曲者,显得较为怯弱与畏缩;而体型颀长、毛发挺直者,则被确信更为勇猛且烈性十足。由于生性饕餮,据说它能嚼碎并吞下完整的肢体。吞满这些之后,往往长达三日不进食,直至最初的食物被逐渐耗损并消化。它饮水极少。
ὁ βοῦς ὁ πρᾶος τοῦ πλήττοντος καὶ κολάζοντος οὐκ ἄν ποτε λήθην λάβοι, ἀλλʼ ἀπομνησθεὶς τιμωρεῖται καὶ διαστήματος ἐγγενομένου. ὢν μὲν γὰρ ὑπὸ ζεύγλην καὶ τρόπον τινὰ καθειργμένος, ἔοικε δεσμώτῃ καὶ ἡσυχάζει· ὅταν δὲ ἀφεθῇ, πολλάκις μὲν τῷ σκέλει παίσας συνέτριψε μέλος τι τοῦ βουκόλου, πολλάκις δὲ καὶ θυμωθεὶς ἐς κέρας4 εἶτα ἐμπεσὼν ἀπέκτεινεν αὐτόν. ἐντεῦθεν πρὸς τοὺς ἄλλους πρᾶός ἐστι, καὶ πάρεισιν ἐς τὸ αὔλιον ἡσυχῆ· οὐ γάρ ἐστιν ἀνήμερος πρὸς οὓς οὐκ ἔχει τοῦ θυμοῦ τὴν ὑπόθεσιν.
温顺的牛绝不会忘记殴打与惩治它的人,即便时隔良久,亦会记仇并予以报复。盖因在轭下并以某种方式被束缚之时,它犹如囚犯般保持安分;然而一旦被解脱,它往往用腿踢碎牛夫的某一肢节,且往往将怒火凝聚于牛角之上,猛冲过去将其杀死。此后它对其他人依然温顺,静静地步入畜栏;因为对于那些未曾给自己提供动怒由头的人,它绝不残暴凶悍。
- 4.32ἵνα ἀναβαίνωνται
动词 ἀναβαίνω(骑跨、交尾、配种)的现在时被动态虚拟式第三人称复数,主语为母羊,意为“以便它们得以被(公羊)交配”。此处应取被动态而非中间态(母羊自己骑跨)。
- 4.33τό γε ἐπʼ ἐκείνῳ
中性宾格冠词 τό 搭配介词短语 ἐπʼ ἐκείνῳ(指代变色龙)构成的惯用副词短语,意为“至少就它而言”或“在它这一方面”。该限定修饰谓语 ἄδειπνος μένει,表示蛇吃不到变色龙,而不排除捕食其他猎物的可能。
- 4.34τριῶν ἡμερῶν
表示时间范围的属格(genitive of time within which),与否定词 οὐκ 连用,表示“在三天的时段之内不吃食”。
- 4.35θυμωθεὶς ἐς κέρας
分词 θυμωθείς 与介词短语 ἐς κέρας 构成的习语,源自古典诗歌(相当于拉丁语的 irasci in cornua),意为“将怒气倾注/凝聚于牛角之上”,生动描摹牛在以角冲撞攻击前蓄积狂暴怒火的情态。
