- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.28-4.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了海龟断头后的反应与其眼珠的饰品用途、雄鸡针对日月、分娩、抱窝及胜败的奇特习性、利用倒影诱捕寒鸦的妙法,以及大象的身体构造、孕期、发情时的狂暴、睡眠方式与寿命。
χελώνης θαλαττίας ἀποτμηθεῖσα ἡ κεφαλὴ βλέπει καὶ καταμύει τὴν χεῖρα προσάγοντος·1 ἤδη δʼ ἂν καὶ δάκοι, εἰ περαιτέρω προσαγάγοις τὴν χεῖρα. καὶ ἐπὶ μακρὸν ἐκλάμποντας ἔχει τοὺς ὀφθαλμούς· αἱ γάρ τοι κόραι λευκόταταί τε καὶ περιφανέσταταί εἰσι, καὶ ἐξαιρεθεῖσαι χρυσίῳ καὶ ὅρμοις ἐντίθενται. ἔνθεν τοι καὶ δοκοῦσι ταῖς γυναιξὶ θαυμασταί. γίνονται δὲ ὡς πυνθάνομαι αἱ χελῶναι αἵδε ἐν τῇ θαλάττῃ, ἣν ᾅδουσιν Ἐρυθράν.
海龟的头颅即便被斩断,当有人将手凑近时,仍会注视并闭眼;若你将手进一步靠前,它甚至还会当即咬上一口。其双眼在很长一段时间内依然光芒熠熠;盖因其瞳孔极其白皙显目,挖出之后可镶嵌于黄金与项链之中。正是由此,妇女们亦视之为珍异之物。据我得知,这类海龟产于人们传唱为红海的海洋之中。
ὁ ἀλεκτρυὼν τῆς σελήνης ἀνισχούσης ἐνθουσιᾷ φασι καὶ σκιρτᾷ. ἥλιος δὲ ἀνίσχων οὐκ ἄν ποτε αὐτὸν διαλάθοι, ᾠδικώτατος δὲ ἑαυτοῦ ἐστι2 τηνικάδε. πυνθάνομαι δὲ ὅτι ἄρα καὶ τῇ Λητοῖ φίλον ἐστὶν ὁ ἀλεκτρυὼν τὸ ὄρνεον. τὸ δὲ αἴτιον, παρέστη φασὶν αὐτῇ τὴν διπλῆν τε καὶ μακαρίαν ὠδῖνα ὠδινούσῃ. ταῦτά τοι καὶ νῦν ταῖς τικτούσαις ἀλεκτρυὼν πάρεστι, καὶ δοκεῖ πως εὐώδινας ἀποφαίνειν. τῆς δὲ ὄρνιθος ἀπολωλυίας, ἐπῳάζει αὐτός, καὶ ἐκλέπει τὰ ἐξ ἑαυτοῦ νεόττια σιωπῶν· οὐ γὰρ ᾅδει τότε θαυμαστῇ τινι καὶ ἀπορρήτῳ αἰτίᾳ, ναὶ μὰ τόν·3 δοκεῖ γάρ μοι συγγινώσκειν ἑαυτῷ θηλείας ἔργα καὶ οὐκ ἄρρενος δρῶντι τηνικάδε. μάχῃ δὲ ἀλεκτρυὼν καὶ τῇ πρὸς ἄλλον ἡττηθεὶς ἀγωνίᾳ οὐκ ἂν ᾅσειε· τὸ γάρ τοι φρόνημα αὐτῷ κατέσταλται, καὶ καταδύεταί γε ὑπὸ τῆς αἰδοῦς. κρατήσας δὲ γαῦρός ἐστι, καὶ ὑψαυχενεῖ, καὶ κυδρουμένῳ ἔοικε. θαυμάσαι δὲ τοῦ ζῴου ὑπεράξιον καὶ ἐκεῖνο δήπου· θύραν γὰρ ὑπιὼν καὶ τὴν ἄγαν ὑψηλήν, ὃ δὲ ἐπικύπτει, ἀλαζονέστατα δρῶν ἐκεῖνος τοῦτο· φειδοῖ γὰρ τοῦ λόφου πράττειν ἔοικε τὸ εἰρημένον. οἱ κολοιοὶ δεινῶς φιλοῦσι τὸ ὁμόφυλον. τοῦτό τοι καὶ διαφθείρει αὐτοὺς πολλάκις, καὶ τό γε δρώμενον τοιοῦτόν ἐστιν. ὅτῳ μέλει θηρᾶσαι κολοιούς, τοιαῦτα παλαμᾶται. ἔνθα οἶδεν αὐτῶν νομὰς καὶ τροφὰς καὶ ἀθροιζομένους ὁρᾷ κατʼ ἀγέλας, ἐνταῦθα λεκανίδας ἐλαίου μεστὰς διατίθησιν. οὐκοῦν διειδὲς μὲν τὸ ἔλαιον, περίεργον δὲ τὸ ὀρνίθιον, καὶ ἀφικνεῖται καὶ ἐπὶ τὸ χεῖλος τοῦ σκεύους κάθηται, καὶ κύπτει κάτω καὶ ὁρᾷ τὴν ἑαυτοῦ σκιάν, καὶ οἴεται κολοιὸν βλέπειν ἄλλον, καὶ κατελθεῖν πρὸς αὐτὸν σπεύδει. κάτεισί τε οὖν καὶ πτερύσσεται καὶ περιβάλλει τὸ ἔλαιον αὑτῷ, καὶ ἀναπτερυγίσαι ἥκιστός ἐστι,4 καὶ χωρὶς δικτύων καὶ πάγης καὶ ἁρπεδόνων τὸ ζῷον μένει ὡς ἂν εἴποις πεπεδημένον.
据说雄鸡在月亮升起时便精神昂奋、欢腾雀跃。初升的旭日绝不会逃脱它的觉察,此时它的啼鸣比自身任何时候都要优美动听。我亦获悉,雄鸡这种禽鸟竟深得勒托之宠爱。其由据说乃是当勒托承受诞育双生之神那福佑的产痛时,雄鸡曾伴于身侧。正因如此,时至今日雄鸡仍侍立于产妇之旁,且似乎能令她们顺产。倘若雌鸡亡故,雄鸡便亲自抱窝,在缄默之中孵化出自己的雏鸟;盖因由于某种奇妙且不可言说的缘故,它在此期间绝不啼叫,凭天起誓!盖因在我看来,它乃是自知此时行的是雌性之事而非雄性之举。然而雄鸡若在与其他同类的战斗和争胜中落败,便断不会啼叫;盖因其气焰已被压垮,因羞耻而蜷缩躲藏。可一旦获胜,它便昂然傲慢,引颈高瞻,宛如得意洋洋之态。关于这种动物,以下之事无疑亦极其值得称奇:即便是穿过极高大的门洞,它也会低下头来,它做出此举极其倨傲;盖因它做出所述之举,似乎是为了保全自己的肉冠。 寒鸦极其眷恋同类。恰恰是这一习性屡屡令它们自取灭亡,其捕获手段乃是如此:凡有意诱捕寒鸦者,便设法施展如下诡计。凡探明寒鸦觅食就餐之地、见其结群聚集之处,便在彼处布设盛满油脂的浅盆。油脂清澈见底,而这小鸟又生性好奇,便飞来落在器皿边缘,低头下窥而照见自己的倒影,以为看到另一只寒鸦,遂急欲飞下前去相聚。于是它扑落下去,拍打双翼,油脂沾满全身,便绝无可能再次振翅高飞;无须罗网、陷阱与索套,这生灵便宛如被戴上镣铐般滞留原地。
ὁ ἐλέφας, οἳ μὲν αὐτοῦ προκύπτειν χαυλιόδοντάς φασιν,5 οἳ δὲ κέρατα. ἔχει δὲ καὶ καθʼ ἕκαστον πόδα δακτύλους πέντε, ὑποφαίνοντας μὲν τὰς ἐκφύσεις, οὐ μὴν διεστῶτας. ταῦτά τοι καὶ νηκτικός ἐστιν ἥκιστα. σκέλη δὲ τὰ κατόπιν τῶν προσθίων βραχύτερά ἐστι· μαζοὶ δὲ αὐτῷ πρὸς ταῖς μασχάλαις εἰσί· μυκτῆρα δὲ κέκτηται χειρὸς παγχρηστότερον καὶ γλῶτταν βραχεῖαν· χολὴν δὲ αὐτὸν ἔχειν οὐ κατὰ τὸ ἧπαρ ἀλλὰ πρὸς τῷ ἐντέρῳ φασί. κύειν δὲ πυνθάνομαι δύο ἐτῶν τὸν ἐλέφαντα. οἳ δὲ οὐ τοσοῦτον χρόνον, ἀλλὰ ὀκτωκαίδεκα μηνῶν ὁμολογοῦσιν. ἀποτίκτει δὲ ἰσήλικα τὸ μέγεθος μόσχῳ ἐνιαυσίῳ, σπᾷ δὲ τῆς θηλῆς τῷ στόματι. ἐνθουσιῶν δὲ ἐς μίξιν οἴστρῳ τε φλεγόμενος ἐμπίπτει τοίχῳ καὶ ἀνατρέπει, καὶ φοίνικας κλίνει, τὸ μέτωπον προσαράττων κατὰ τοὺς κριούς. πίνει δὲ ὕδωρ οὐ διειδὲς οὐδὲ καθαρόν, ἀλλʼ ὅταν ὑποθολώσῃ τε καὶ ὑποταράξῃ. καθεύδει γε μὴν ὀρθοστάδην· κατακλινῆναι γὰρ καὶ ἐξαναστῆναι ἐργῶδες αὐτῷ. ἀκμὴ δὲ ἐλέφαντι ἑξήκοντα ἔτη. κρυμῷ δὲ ὁμιλεῖν ἥκιστός ἐστι. διατείνει δὲ τὸν βίον καὶ ἐς διπλῆν ἑκατοντάδα.
关于大象,有人称其突出之物为獠牙,有人则称其为犄角。每只脚掌上生有五趾,显出突起的轮廓,却未曾分离。正因如此,它绝不善于游泳。其后腿比前肢短;乳房生于前肢腋下;生有一条功用胜于人手的长鼻,舌头短小;据说其胆囊不在肝脏附近,而在肠旁。我获悉母象怀胎达两年之久;但亦有人不赞同如此漫长的时日,而认定为十八个月。它产下体型堪比一周岁牛犊的幼象,幼象用嘴吮吸乳头。当它陷入交配的狂乱、被情欲所炽燃时,便撞向墙壁将其掀翻,如公羊般用前额撞击,折弯棕榈树。它饮水从不饮清澈纯净之水,而必在将水搅浊扰动之后方才饮用。此外,它站立着入睡;盖因卧倒之后再度起身对它而言乃是难事。大象的全盛之年为六十岁。它绝不耐严寒。其寿数甚至可绵延至两百年。
- 4.28τὴν χεῖρα προσάγοντος
此处为省略了不定代词主语(如 τινός)的属格独立结构,意为“当有人凑近手时”。由于语境中动作施事十分清楚,故代词被省略。
- 4.29ᾠδικώτατος δὲ ἑαυτοῦ ἐστι
最高级与反身代词属格(ἑαυτοῦ)连用的惯用句式,用于表示主体自身在不同状态或时间下的对比,意为“达到自身啼声最为动听之时”。
- 4.29ναὶ μὰ τόν
省略了所指神名(通常为 Δία,宙斯)的口语宣誓短语,字面意为“确实,凭……发誓!”,在此作为加重语气、表示郑重或诙谐断言的插入语。
- 4.30ἀναπτερυγίσαι ἥκιστός ἐστι
人称化结构,形容词 ἥκιστος 与主语一致并接不定词,相当于副词性或无人称表达“完全无法再度振翅”。后文的 κρυμῷ δὲ ὁμιλεῖν ἥκιστός ἐστι 亦为同类结构。
- 4.31ὁ ἐλέφας, οἳ μὲν αὐτοῦ προκύπτειν χαυλιόδοντάς φασιν
句首的 ὁ ἐλέφας 为悬垂主格(主题提前/先取结构)。在随后的句式结构中,由属格代词 αὐτοῦ(“它的突出之物”)在句法上接续承接。
