← 克劳狄乌斯·埃利安

论动物的本性

§4.25-4.27

印度的驯兽技巧猛禽捕猎与格里芬采金

本段记述了印度人驯养象犊、防止脱粒耕牛偷食麦穗的妙法,以及利用猛禽捕猎野兔与狐狸的技巧,随后详述了神兽格里芬的外貌特征与当地人冒死夜间采金的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.25

ἐθέλει, καὶ ὡς ἂν εἴποις1 ἕλειός ἐστι. λαβόντες οὖν ἁπαλὰ καὶ εὐπειθῆ τρέφουσι κολακείᾳ τε τῇ κατὰ γαστέρα καὶ θεραπείᾳ τῇ περὶ τὸ σῶμα καὶ φωνῇ θωπευτικῇ ʽσυνιᾶσι γὰρ ἐλέφαντες καὶ γλώττης ἀνθρωπίνης τῆς ἐπιχωρίουʼ, καὶ συνελόντι εἰπεῖν2 ὡς παῖδας αὐτοὺς ἐκτρέφουσι, καὶ κομιδὴν προσάγουσιν αὐτοῖς καὶ παιδεύματα ποικίλα. οἳ δὲ πείθονται. Ὅταν ἀλοητὸς ᾖ, καὶ στρέφωνται περὶ τὸν δῖνον οἱ βόες, καὶ πεπληρωμένη τῶν δραγμάτων ἡ ἅλως ᾖ, ὑπὲρ τοῦ τοὺς βοῦς μὴ ἀπογεύσασθαι τῶν σταχύων βολίτῳ τὰς ῥῖνας ἐπιχρίουσιν αὐτῶν, σόφισμα ἐπινοήσαντες τοῦτο καὶ μάλα γε ἐπιτήδειον. τοῦτο γὰρ τὸ ζῷον μυσαττόμενον τὴν προειρημένην χρῖσιν οὐκ ἄν τινος ἀπογεύσαιτο, οὐδʼ εἰ τῷ βαρυτάτῳ λιμῷ πιέζοιτο.

愿意,并且可以说是沼泽之物。因此,印度人在它们尚幼弱顺服之时将它们捕获,便通过口腹之奉、躯体之照料以及抚慰之语(盖因大象亦能理解当地人的言语)来抚育它们;简而言之,他们将它们视如己出般抚育,施以细致的照拂与多样的训导;而象群亦顺服听从。当到了脱粒的时节,牛群在场院中盘旋,谷场上堆满了麦捆,为了防止耕牛偷尝麦穗,他们便将牛粪涂抹在牛的鼻吻上,这委实是他们想出的一个极为得当的妙法。盖因此种牲畜极厌恶前述涂物,即便是遭受至深之饥馑所迫,亦绝不肯尝食半点。

§4.26

τοὺς λαγὼς καὶ τὰς ἀλώπεκας θηρῶσιν οἱ Ἰνδοὶ τὸν τρόπον τοῦτον. κυνῶν ἐς τὴν ἄγραν οὐ δέονται, ἀλλὰ νεοττοὺς συλλαβόντες ἀετῶν καὶ κοράκων καὶ ἰκτίνων προσέτι τρέφουσι καὶ ἐκπαιδεύουσι τὴν θήραν. καὶ ἔστι τὸ μάθημα, πράῳ λαγῷ καὶ ἀλώπεκι τιθασῷ κρέας προσαρτῶσι, καὶ μεθιᾶσι θεῖν, καὶ τοὺς ὄρνιθας αὐτοῖς κατὰ πόδας ἐπιπέμψαντες τὸ κρέας ἀφελέσθαι συγχωροῦσιν. οἳ δὲ ἀνὰ κράτος διώκουσι, καὶ ἑλόντες ἢ τὸν ἢ τὴν ἔχουσιν ὑπὲρ τοῦ καταλαβεῖν ἆθλον τὸ κρέας. καὶ τοῦτο μὲν αὐτοῖς δέλεάρ ἐστι καὶ μάλα ἐφολκόν. οὐκοῦν ὅταν ἀκριβώσωσι τὴν σοφίαν τὴν θηρατικήν, ἐπὶ τοὺς ὀρείους λαγὼς μεθιᾶσιν αὐτοὺς καὶ ἐπὶ τὰς ἀλώπεκας τὰς ἀγρίας. οἳ δὲ ἐλπίδι τοῦ δείπνου τοῦ συνήθους, ὅταν τι τούτων φανῇ, μεταθέουσι, καὶ αἱροῦσιν ὤκιστα, καὶ τοῖς δεσπόταις ἀποφέρουσιν, ὡς λέγει Κτησίας. καὶ ὅτι ὑπὲρ τοῦ τέως προσηρτημένου κρέως αὐτοῖς τὰ σπλάγχνα τῶν ᾑρημένων δεῖπνόν ἐστιν, ἐκεῖθεν καὶ τοῦτο ἴσμεν.

印度人捕捉野兔与狐狸的方法如下。他们在狩猎中用不着猎犬,而是捉来鹰、鸦乃至鸢的雏鸟进行喂养,训练它们行猎。其训导法如下:他们将肉系在驯良的野兔或温顺的狐狸身上,任其奔跑,随后遣鸟紧随其后追击,准许鸟雀将肉夺去。鸟雀全力追赶,捕获这一只或那一只之后,便获得那块肉作为擒获的奖赏;这对它们而言乃是极具诱惑的诱饵。于是,当鸟群完全掌握了狩猎技艺之后,人们便将它们放逐去追捕山中的野兔与野外的狐狸。这些鸟雀怀着享用惯常美餐的期盼,每逢此类猎物现身便奋力追逐,以极快之速将其擒获并带回给主人,正如克特西亚斯所言。我们亦由此得知,捕获物的内脏便代替了先前系带的肉块,充作它们的食粮。

§4.27

τὸν γρῦπα ἀκούω τὸ ζῷον τὸ Ἰνδικὸν τετράπουν εἶναι κατὰ τοὺς λέοντας, καὶ ἔχειν ὄνυχας καρτεροὺς ὡς ὅτι μάλιστα, καὶ τούτους μέντοι τοῖς τῶν λεόντων παραπλησίους· κατάπτερον δὲ εἶναι, καὶ τῶν μὲν νωτιαίων πτερῶν τὴν χρόαν μέλαιναν ᾅδουσι, τὰ δὲ πρόσθια ἐρυθρά φασι, τάς γε μὴν πτέρυγας αὐτὰς οὐκέτι τοιαύτας, ἀλλὰ λευκάς. τὴν δέρην δὲ αὐτῶν κυανοῖς διηνθίσθαι τοῖς πτεροῖς Κτησίας ἱστορεῖ, στόμα δὲ ἔχειν ἀετῶδες καὶ τὴν κεφαλὴν ὁποίαν οἱ χειρουργοῦντες γράφουσί τε καὶ πλάττουσι. φλογώδεις δὲ τοὺς ὀφθαλμούς φησιν αὐτοῦ. νεοττιὰς δὲ ἐπὶ τῶν ὀρῶν ποιεῖται, καὶ τέλειον μὲν λαβεῖν ἀδύνατόν ἐστι, νεοττοὺς δὲ αἱροῦσι. καὶ Βάκτριοι μὲν γειτνιῶντες Ἰνδοῖς λέγουσιν αὐτοὺς φύλακας εἶναι τοῦ χρυσοῦ τοῦ αὐτόθι, καὶ ὀρύττειν τε αὐτόν φασιν αὐτοὺς καὶ ἐκ τούτου τὰς καλιὰς ὑποπλέκειν, τὸ δὲ ἀπορρέον Ἰνδοὺς λαμβάνειν. Ἰνδοὶ δὲ οὔ φασιν αὐτοὺς φρουροὺς εἶναι τοῦ προειρημένου· μηδὲ γὰρ δεῖσθαι χρυσίου γρῦπας ʽκαὶ ταῦτα εἰ λέγουσι, πιστὰ ἔμοιγε δοκοῦσι λέγεινʼ· ἀλλὰ αὐτοὺς μὲν ἐπὶ τὴν τοῦ χρυσίου ἄθροισιν ἀφικνεῖσθαι, τοὺς δὲ ὑπέρ τε τῶν σφετέρων βρεφῶν δεδιέναι καὶ τοῖς ἐπιοῦσι μάχεσθαι. καὶ διαγωνίζεσθαι μὲν πρὸς τὰ ἄλλα ζῷα καὶ κρατεῖν ῥᾷστα, λέοντι δὲ μὴ ἀνθίστασθαι μηδὲ ἐλέφαντι. δεδιότες δὲ ἄρα τὴν τῶνδε τῶν θηρίων ἀλκὴν οἱ ἐπιχώριοι, μεθʼ ἡμέραν ἐπὶ τὸν χρυσὸν οὐ στέλλονται, νύκτωρ δὲ ἔρχονται· ἐοίκασι γὰρ τηνικάδε τοῦ καιροῦ λανθάνειν μᾶλλον. ὁ δὲ χῶρος οὗτος, ἔνθα οἵ τε γρῦπες διαιτῶνται καὶ τὰ χρυσεῖά ἐστιν, ἔρημος πέφυκε δεινῶς. ἀφικνοῦνται δὲ οἱ τῆς ὕλης τῆς προειρημένης θηραταὶ κατὰ χιλίους τε καὶ δὶς τοσούτους ὡπλισμένοι, καὶ ἄμας κομίζουσι σάκκους τε, καὶ ὀρύττουσιν ἀσέληνον ἐπιτηροῦντες νύκτα. ἐὰν μὲν οὖν λάθωσι τοὺς γρῦπας, ὤνηνται διπλῆν τὴν ὄνησιν·3 καὶ γὰρ σώζονται καὶ μέντοι καὶ οἴκαδε τὸν φόρτον κομίζουσι, καὶ ἐκκαθήραντες οἱ μαθόντες χρυσοχοεῖν σοφίᾳ τινὶ σφετέρᾳ πάμπολυν πλοῦτον ὑπὲρ τῶν κινδύνων ἔχουσι τῶν προειρημένων· ἐὰν δὲ κατάφωροι γένωνται, ἀπολώλασιν. ἐπανέρχονται δὲ ἐς τὰ οἰκεῖα ὡς πυνθάνομαι διʼ ἔτους τρίτου καὶ τετάρτου.

我听闻名为格里芬的印度异兽身具四足如同雄狮,有利爪极坚挺,且爪形与狮爪极类同。它身生双翼,其背羽之色被称赞为纯黑,胸前之羽则据言为赤红,而双翼本身却不再是此等颜色,乃是洁白。克特西亚斯记载,它们的颈项杂缀着青金石般的深蓝羽毛,生有如雕之喙,头颅则如同工匠绘制塑造的那般。他说其双目如烈火灼灼。它在崇山之上构筑巢穴,捕捉成兽绝无可能,人们便掳获其雏兽。与印度邻接的巴克特里亚人声称,它们乃是当地黄金的守护者,甚至宣称它们亲自掘金并用以编织巢穴,而掉落的碎金则由印度人拾取。然而印度人却否认它们是上述黄金的卫士;盖因格里芬根本不需要黄金(若他们这样说,在我看来倒甚觉可信);实则是人们前去采撷黄金,而格里芬则是担忧己方的幼雏才起而与进犯者交战。它们与其余百兽相搏皆能轻取胜果,却绝不敢与雄狮或大象抗衡。因此,当地土著畏惧这些凶兽的勇武,绝不在白昼出动寻金,而是在夜间前往;盖因在这个时辰,他们似乎更能隐匿行迹。此地荒僻绝伦,正是格里芬栖息与金矿所在之处。寻觅前述宝藏的猎金者皆披坚执锐,集结千人乃至两千之众,携带着铁锨与布囊,窥伺无月之夜前往挖掘。因此,倘若他们能避开格里芬的察觉,便坐收双重利益:既得保全性命,又将重负运回家园,而那些精于金工之人以其独门技艺提纯金沙,便得以凭借上述险阻换取极丰厚之财富;然而倘若当场被捕,便唯有死路一条。据我打听所知,他们往往每隔三年或四年才返回故里一次。

语法注3 条
  1. 4.25ὡς ἂν εἴποις

    带有ἄν的潜在希求法第二人称单数,作插入语惯用表达,意为“可以说”、“所谓”。

  2. 4.25συνελόντι εἰπεῖν

    由关系与格分词(συνελών)与不定式εἰπεῖν结合构成的独立不定式短语,意为“简而言之”、“概括地说”。

  3. 4.27ὤνηνται διπλῆν τὴν ὄνησιν

    同族宾格(内在宾格)结构。名词ὄνησις作为同根动词ὀνίνημι(中动相完成时ὤνηνται)的宾语,强调“获得了双重利益”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.25-4.27