← 克劳狄乌斯·埃利安

论动物的本性

§4.20-4.24

异兽玛尔提霍拉的习性与幼象捕获法

作者记述了克特西亚斯所载食人异兽玛尔提霍拉的容貌特征、毒刺攻击与习性,并讲述了若干动植物相生相克的特异现象及捕获幼象的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.20

θανάτῳ. ἃ δὲ προσήκουσα, ἐρῶ ἀλλαχόθι. Ἀνθρώπου μόνου καὶ κυνὸς κορεσθέντων ἀναπλεῖ ἡ τροφή. καὶ τοῦ μὲν ἀνθρώπου ἡ καρδία τῷ μαζῷ τῷ λαιῷ προσήρτηται, τοῖς γε μὴν ἄλλοις ζῴοις ἐν μέσῳ τῷ στήθει προσπέπλασται. γαμψώνυχον δὲ ἄρα οὐδὲ ἓν οὔτε πίνει οὔτε οὐρεῖ οὔτε μὴν συναγελάζεται ἑτέροις.

唯有在死亡的逼迫下横陈倒地。至于我所听闻的其他事情,我将在别处记述。唯有人类与犬类在饱腹之后,食物会反流翻腾。人类的心脏靠近左乳,然而其他动物的心脏却长在胸膛中央。凡爪如弯钩之物,无一饮水,无一排尿,亦绝不与其他同类聚集成群。

§4.21

θηρίον Ἰνδικὸν βίαιον τὴν ἀλκήν, μέγεθος κατὰ τὸν λέοντα τὸν μέγιστον, τὴν δὲ χρόαν ἐρυθρόν, ὡς κινναβάρινον εἶναι δοκεῖν, δασὺ δὲ ὡς κύνες, φωνῇ τῇ Ἰνδῶν μαρτιχόρας ὠνόμασται. τὸ πρόσωπον δὲ κέκτηται τοιοῦτον, ὡς δοκεῖν οὐ θηρίου τοῦτό γε, ἀλλὰ ἀνθρώπου ἔχειν. ὀδόντες δὲ τρίστοιχοι ἐμπεπήγασιν οἱ ἄνω αὐτῷ, τρίστοιχοι δὲ οἱ κάτω, τὴν ἀκμὴν ὀξύτατοι, τῶν κυνείων ἐκεῖνοι μείζους· τὰ δὲ ὦτα ἔοικεν ἀνθρώπῳ, μείζω δὲ καὶ δασέα· τοὺς δὲ ὀφθαλμοὺς γλαῦκός ἐστι, καὶ ἐοίκασιν ἀνθρωπίνοις καὶ οὗτοι. πόδας δέ μοι νόει καὶ ὄνυχας οἵους εἶναι λέοντος. τῇ δὲ οὐρᾷ ἄκρᾳ προσήρτηται σκορπίου κέντρον, καὶ εἴη ἂν ὑπὲρ πῆχυν τοῦτο, καὶ παρʼ ἑκάτερα αὐτῷ ἡ οὐρὰ κέντροις διείληπται· τὸ δὲ οὐραῖον τὸ ἄκρον ἐς θάνατον ἐκέντησε τὸν περιτυχόντα, καὶ διέφθειρε1 παραχρῆμα. ἐὰν δέ τις αὐτὸν διώκῃ, ὃ δὲ ἀφίησι τὰ κέντρα πλάγια ὡς βέλη, καὶ ἔστι τὸ ζῷον ἑκηβόλον. καὶ ἐς τοὔμπροσθεν μὲν ὅταν ἀπολύῃ τὰ κέντρα, ἀνακλᾷ τὴν οὐράν· ἐὰν δὲ ἐς τοὐπίσω κατὰ τοὺς Σάκας,2 ὃ δὲ ἀποτάδην αὐτὴν ἐξαρτᾷ. ὅτου δʼ ἂν τὸ βληθὲν τύχῃ, ἀποκτείνει· ἐλέφαντα δὲ οὐκ ἀναιρεῖ μόνον. τὰ δὲ ἀκοντιζόμενα κέντρα ποδιαῖα τὸ μῆκός ἐστι, σχοίνου δὲ τὸ πάχος. λέγει δὲ ἄρα Κτησίας καί φησιν ὁμολογεῖν αὐτῷ τοὺς Ἰνδούς, ἐν ταῖς χώραις τῶν ἀπολυομένων ἐκείνων κέντρων ὑπαναφύεσθαι ἄλλα, ὡς εἶναι τοῦ κακοῦ τοῦδε ἐπιγονήν. φιληδεῖ δέ, ὡς ὁ αὐτὸς λέγει, μάλιστα ἀνθρώπους ἐσθίων, καὶ ἀναιρεῖ γε ἀνθρώπους πολλούς, καὶ οὐ καθʼ ἕνα ἐλλοχᾷ, δύο δʼ ἂν ἐπίθοιτο καὶ τρισί, καὶ κρατεῖ τῶν τοσούτων μόνος. καταγωνίζεται δὲ καὶ τῶν ζῴων τὰ λοιπά, λέοντα δὲ οὐκ ἂν καθέλοι ποτέ. ὅτι δὲ κρεῶν ἀνθρωπείων ἐμπιπλάμενον τόδε τὸ ζῷον ὑπερήδεται, κατηγορεῖ καὶ τὸ ὄνομα· νοεῖ γὰρ τῇ Ἑλλήνων φωνῇ ἀνθρωποφάγον αὐτὸ εἶναι. ἐκ δὲ τοῦ ἔργου καὶ κέκληται. πέφυκε δὲ κατὰ τὴν ἔλαφον ὤκιστος. τὰ βρέφη δὲ τῶνδε τῶν ζῴων Ἰνδοὶ θηρῶσιν ἀκέντρους τὰς οὐρὰς ἔχοντα, καὶ λίθῳ γε διαθλῶσιν αὐτάς, ἵνα ἀδυνατῶσι τὰ κέντρα ἀναφύειν. φωνὴν δὲ σάλπιγγος ὡς ὅτι ἐγγυτάτω προΐεται. λέγει δὲ καὶ ἑορακέναι τόδε τὸ ζῷον ἐν Πέρσαις Κτησίας ἐξ Ἰνδῶν κομισθὲν δῶρον τῷ Περσῶν βασιλεῖ, εἰ δή τῳ ἱκανὸς τεκμηριῶσαι ὑπὲρ τῶν τοιούτων Κτησίας. ἀκούσας γε μὴν τὰ ἴδιά τις τοῦδε τοῦ ζῴου εἶτα μέντοι τῷ συγγραφεῖ τῷ Κνιδίῳ προσεχέτω.

有一种印度异兽,力大凶猛,体形如至大之狮,肤色赤红如朱砂,多毛如犬,在印度人的语言中被称作玛尔提霍拉。它所拥有的面容,令人视之不似兽类,倒像生着一张人脸。其上颚嵌有三排利齿,下颚亦有三排,齿尖极锐,比犬类的牙齿更为硕大;其耳形似人耳,但更大且长满粗毛;双目为灰青色,亦极类人目。至于足与爪,你且想象其如同雄狮一般。其尾端附有蝎针,长逾一肘,且尾部两侧皆生有利刺;尾尖之针凡遇人辄螫至毙命,顷刻取其性命。若有人追捕它,它便如发矢一般横向射出毒针,此兽实乃善发远程暗器之物。当它向前发射毒针时,便向前屈曲其尾;若如塞迦人那般向后射击,它便将尾径直挺伸。毒针所中之物,无不立毙,唯独不能击杀大象。其所射之针长达一尺,粗若蔺草之绳。克特西亚斯称,且言印度人亦赞同其说,在那些射落的毒针部位会重新萌发新刺,以致此种祸害绵延不绝。据同一位作者所说,它尤嗜食人,确实吞噬了许多人,且行伏击时不独针对一人,即便面对两人或三人亦敢进袭,单凭一兽之力便能将众人制服。它亦能征服其他动物,却绝不能击倒雄狮。此兽以饱食人肉为至乐,其名亦可为证;盖因其名在希腊语中意为“食人者”,乃是因其行径而得名。其生性疾如奔鹿。印度人在这种兽类的幼崽尾部尚未生刺时便加以捕猎,并以巨石砸碎其尾,使之无法生出刺针。它所发出的鸣声与号角之音极为相近。克特西亚斯还自称曾在波斯见过此兽,乃自印度进贡给波斯国王的贡品——倘若克特西亚斯确足以为此类奇事提供确凿证据的话。听罢此兽种种奇特习性,读者不妨自行留心这位克尼多斯史家所言。

§4.22

σκολόπενδρα θαλαττία διαρρήγνυται, ὥς φασιν, ἀνθρώπου προσπτύσαντος αὐτῇ.

据说海蜈蚣若被人唾面,便会破裂致死。

§4.23

καρπὸν δὲ ἰτέας εἴ τις θλιβέντα δοίη πιεῖν τοῖς ἀλόγοις, λυπεῖται ἐκεῖνα οὐδὲ ἕν, μᾶλλον δὲ καὶ τρέφεται· πιὼν δὲ ἄνθρωπος τὴν σπορὰν τὴν παιδοποιόν τε καὶ ἔγκαρπον ἀπώλεσε. καί μοι δοκεῖ Ὅμηρος καὶ τὰ τῆς φύσεως ἀπόρρητα ἀνιχνεύσας εἶτα μέντοι καὶ ἰτέαι ὠλεσίκαρποι3 ἐν τοῖς ἑαυτοῦ μέτροις εἰπεῖν τοῦτο αἰνιττόμενος. κωνείου δὲ ἄνθρωπος πιὼν κατὰ τὴν τοῦ αἵματος πῆξίν τε καὶ ψῦξιν ἀποθνήσκει, ὗς δὲ κωνείου ἐμπίπλαται καὶ ὑγιαίνει.

若将压榨后的柳树果实给无理性的牲畜饮用,它们绝无丝毫不适,反而大得滋养;但若人饮用之,则会丧失其繁育生殖的肥沃精气。在我看来,荷马探寻了自然之奥秘,随后在其诗行中称之为“灭果之柳”,亦正是隐喻此事。人饮毒芹汁,会因血液之凝结与冰寒而丧命;猪饱食毒芹,却安然无恙。

§4.24

οἱ Ἰνδοὶ τέλειον μὲν ἐλέφαντα συλλαβεῖν ῥᾳδίως ἀδυνατοῦσιν, ἐς δὲ τὰ ἕλη φοιτῶντες τὰ γειτνιῶντα τῷ ποταμῷ εἶτα μέντοι λαμβάνουσιν αὐτῶν τὰ βρέφη. ἀσπάζεται γὰρ ὁ ἐλέφας τὰ ἔνδροσα χωρία καὶ μαλακά, καὶ φιλεῖ τὸ ὕδωρ, καὶ ἐν τοῖσδε τοῖς ἤθεσι διαιτᾶσθαι

印度人无法轻易捕获成年大象,但他们常至临河的沼泽巡视,进而掳获象犊。盖因大象喜好湿润柔软之地,酷爱水源,且喜在这些习以为常之所生息……

语法注4 条
  1. 4.21ἐκέντησε τὸν περιτυχόντα, καὶ διέφθειρε

    不定过去时动词(ἐκέντησε, διέφθειρε)并非表示过去单次的动作,而是作格言不定过去时(gnomic aorist)使用,表示习惯性习性与必然结果。

  2. 4.21κατὰ τοὺς Σάκας

    介词 κατά 表方式或遵从(“照……的方式”),比况游牧的塞迦族弓箭手在退却时向后放箭(即所谓的“安息人射箭术”)之战法。

  3. 4.23ἰτέαι ὠλεσίκαρποι

    引自《奥德赛》卷十第510行(“μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι”)。复合词 ὠλεσίκαρπος 意为“灭果的/损果的”,作者在此将其阐释为对柳树使人丧失生育力之隐秘药效的暗指。

  4. 4.20τῷ θανάτῳ

    与上一段落末尾的分词短语“βιασθεὶς ἀποστῆναι”相连的方式或原因与格,意为“(唯独)被迫于死亡(而松口退开)”。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:4.20-4.24