← 克劳狄乌斯·埃利安

论动物的本性

§3.45-3.47

鸽子的育雏白象的忠诚与骆驼对乱伦的本能抗拒

本节论及鸽子雌雄共育雏鸟之习性与应对猛禽之飞翔策略、白象与印度抚育者之间的生死契阔及其对浅薄人类的讽刺,并借骆驼本能拒绝乱伦而自绝的逸事批判了俄狄浦斯的蒙昧无知。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.45

Ἀριστοτέλης λέγει τῶν περιστερῶν τοὺς ἄρρενας ταῖς θηλείαις ταῖς τικτούσαις συνωδίνειν καὶ ἀλωμένας τῆς καλιᾶς ἔξω συνωθεῖν τε καὶ συνελαύνειν, καὶ ὅταν τέκωσιν, ἐπῳάζειν ἐκβιάζεσθαι. θάλπειν δὲ καὶ τοὺς ἄρρενας τὰ νεόττια καὶ συνεκτρέφειν ταῖς θηλείαις ὁ αὐτός φησι, καὶ ὑπὲρ τοῦ μὴ κακοσίτους εἶναι τοὺς νεοττοὺς πρώτην τροφὴν διδόναι τοῖς βρέφεσι τοὺς γειναμένους ἁλμυρίδα γῆν, ἧσπερ οὖν γευσάμενα εἶτα μέντοι καὶ τῶν λοιπῶν σιτεῖσθαι ἑτοίμως τὸ ἐντεῦθεν αὐτά. δοκεῖ δέ πως ταῖς περιστεραῖς πρὸς μὲν τοὺς ἄλλους ὄρνιθας τοὺς ἁρπακτικοὺς ἔνσπονδα εἶναι, τοὺς μέντοι ἁλιαέτους καὶ τοὺς κίρκους ὡς πεφρίκασί φασι. πρὸς δὲ τοὺς ἱέρακας οἷα παλαμῶνται ἀκοῦσαι ἄξιον. ὅταν μὲν αὐτὰς διώκῃ ὁ μετάρσιός τε καὶ ἐς ὕψος πεφυκὼς πέτεσθαι, αἳ δὲ ὑπολισθάνουσι καὶ κατωτέρω ἑαυτὰς καθέλκουσι καὶ τὸ πτερὸν πειρῶνται πιέζειν· ὅταν δὲ ὁ κατωτέρω λαχὼν ἐκ τῆς φύσεως τὴν πτῆσιν, αἳ δὲ αἴρονταί τε καὶ μετεωροποροῦσι, καὶ ὑπὲρ αὐτοῦ πετόμεναι θαρροῦσιν, ἀνωτέρω ἄξαι μὴ δυναμένου.

亚里士多德说,雄鸽在雌鸽产卵时分担其分娩之苦,并在雌鸽徘徊于巢外时将它们合力驱赶推拢归巢,待其产卵之后,更强迫它们孵卵。同一位作者亦称,雄鸟也温暖雏鸟并与雌鸟一同哺育,为了不使雏鸟厌食,父母将含盐的泥土作为最初的食物喂给幼雏,它们一旦尝过此土,自此之后便能欣然顺利进食其余食物。鸽子不知何故似乎与其他猛禽相安无事、订有盟约,但据说它们极度畏惧海雕与鹞鹰。至于它们对付隼鹰的手段,实值得一闻。每当生性翱翔于高空之隼鹰追捕它们时,它们便滑向下方,压低自身并试图收紧双翼;而当由天性分得低空飞翔之能的隼鹰追逐时,它们便腾空而起、高空飞翔,且因那猛禽无法攀得更高,它们飞翔于其上方而毫无所惧。

§3.46

ἐλέφαντος πωλίῳ περιτυγχάνει λευκῷ πωλευτὴς Ἰνδός, καὶ παραλαβὼν ἔτρεφεν ἔτι νεαρόν, καὶ κατὰ μικρὰ ἀπέφηνε χειροήθη, καὶ ἐπωχεῖτο αὐτῷ, καὶ ἤρα τοῦ κτήματος καὶ ἀντηρᾶτο, ἀνθʼ ὧν ἔθρεψε1 τὴν ἀμοιβὴν κομιζόμενος ἐκεῖνος. ὁ τοίνυν βασιλεὺς τῶν Ἰνδῶν πυθόμενος ᾔτει λαβεῖν τὸν ἐλέφαντα. ὃ δὲ ὡς ἐρώμενος ζηλοτυπῶν καὶ μέντοι καὶ περιαλγῶν εἰ ἔμελλε δεσπόσειν αὐτοῦ ἄλλος, οὐκ ἔφατο δώσειν, καὶ ᾤχετο ἀπιὼν ἐς τὴν ἔρημον, ἀναβὰς τὸν ἐλέφαντα. ἀγανακτεῖ ὁ βασιλεύς, καὶ πέμπει κατʼ αὐτοῦ τοὺς ἀφαιρησομένους καὶ ἅμα καὶ τὸν Ἰνδὸν ἐπὶ τὴν δίκην ἄξοντας. ἐπεὶ δὲ ἧκον, ἐπειρῶντο βίαν προσφέρειν. οὐκοῦν καὶ ὁ ἄνθρωπος ἔβαλλεν αὐτοὺς ἄνωθεν, καὶ τὸ θηρίον ὡς ἀδικούμενον συνημύνετο. καὶ τὰ μὲν πρῶτα ἦν τοιαῦτα· ἐπεὶ δὲ βληθεὶς ὁ Ἰνδὸς κατώλισθε, περιβαίνει μὲν τὸν τροφέα ὁ ἐλέφας κατὰ τοὺς ὑπερασπίζοντας ἐν τοῖς ὅπλοις, καὶ τῶν ἐπιόντων πολλοὺς ἀπέκτεινε, τοὺς δὲ ἄλλους ἐτρέψατο· περιβαλὼν δὲ τῷ τροφεῖ τὴν προβοσκίδα, αἴρει τε αὐτὸν καὶ ἐπὶ τὰ αὔλια κομίζει, καὶ παρέμεινεν ὡς φίλῳ φίλος πιστός, καὶ τὴν εὔνοιαν ἐπεδείκνυτο. ὦ ἄνθρωποι πονηροὶ καὶ περὶ τράπεζαν μὲν καὶ ταγήνου ψόφον ἀεί, ἐπʼ ἄριστά τε χορεύοντες, ἐν δὲ τοῖς κινδύνοις προδόται, καὶ μάτην καὶ ἐς οὐδὲν τὸ τῆς φιλίας ὄνομα χαίνοντες.

一位印度驯兽师偶遇一头小白象,乘其尚幼便收养育之,逐渐使其驯服并骑乘其上;他深爱此物,亦为之所爱,从而收到了抚养它的回报。于是印度国王得知此事,要求得到这头大象。然而那人如爱人般满怀嫉妒,且因他人将成为其主人而深感痛苦,遂声称绝不交出,跨上大象逃遁至荒野之中。国王大怒,派遣部下前去夺回大象,并同时押送该印度人受审。待他们赶到,便试图施加武力。于是那人自上方投石掷击他们,那巨兽亦如蒙冤受害者般协同御敌。起初情状大抵如此;但当那印度人中箭坠落后,大象便如战场上持盾护卫者一般跨立于抚养者身前,斩杀诸多来犯之人,并将其他人尽数驱散;它用象鼻缠卷住抚养者,将其抬起并送回栖所,如忠实之友对待友人一般守在身旁,尽显眷恋之情。呜呼,可恶的人类!你们始终围绕着餐桌与煎锅的油响,为了宴席而欢欣起舞,临危之际却成背叛之徒,徒然且毫无实质地空喊友谊之名!

§3.47

δότε μοι τοὺς τραγῳδοὺς πρὸς τοῦ πατρῴου Διὸς καὶ πρό γε ἐκείνων τοὺς μυθοποιοὺς ἐρέσθαι τί βουλόμενοι τοσαύτην ἄγνοιαν τοῦ παιδὸς τοῦ Λαΐου καταχέουσι τοῦ συνελθόντος τῇ μητρὶ τὴν δυστυχῆ σύνοδον, καὶ τοῦ Τηλέφου τοῦ μὴ πειραθέντος μὲν τῆς ὁμιλίας, συγκατακλινέντος δὲ τῇ γειναμένῃ καὶ πράξαντος ἂν τὰ αὐτά, εἰ μὴ θείᾳ πομπῇ διεῖρξεν ὁ δράκων·2 εἴ γε ἡ φύσις τοῖς ἀλόγοις ζῴοις τὴν τοιαύτην μίξιν καὶ ἐκ τοῦ χρωτὸς δίδωσι κατανοῆσαι, καὶ οὐ δεῖται γνωρισμάτων οὐδὲ τοῦ ἐκθέντος ἐς τὸν Κιθαιρῶνα. οὐκ ἂν γοῦν ποτε τῇ τεκούσῃ ὁμιλήσειε κάμηλος. ὁ δέ τοι νομεὺς τῆς ἀγέλης κατακαλύψας τὸν θῆλυν ὡς οἷόν τε ἦν καὶ ἀποκρύψας πάντα πλὴν τῶν ἄρθρων, τὸν παῖδα ἐπάγει τῇ μητρί, καὶ ἐκεῖνος λάθριος ὑπὸ ὁρμῆς τῆς πρὸς μίξιν ἔφρασε τὸ ἔργον καὶ συνῆκε. καὶ τὸν μὲν αἴτιον τῆς ὁμιλίας οἱ τῆς ἐκθέσμου δάκνων καὶ πατῶν καὶ τοῖς γόνασι καίων ἀπέκτεινεν ἀλγεινότατα, ἑαυτὸν δὲ κατεκρήμνισεν. ἀμαθὴς δὲ καὶ κατὰ τοῦτο Οἰδίπους, οὐκ ἀποκτείνας, ἀλλὰ πηρώσας τὴν ὄψιν, καὶ τὴν τῶν κακῶν λύσιν μὴ γνοὺς ἐξὸν ἀπηλλάχθαι3 καὶ μὴ τῷ οἴκῳ καὶ τῷ γένει καταρώμενον εἶτα μέντοι κακῷ ἀνηκέστῳ ἰᾶσθαι κακὰ τὰ ἤδη παρελθόντα.

念及列祖之宙斯,且容我质问悲剧诗人们、乃至在他们之前的神话创作者们:他们究竟怀着何种意图,将如此深重的无知倾泻于拉伊俄斯之子身上——此人竟与生母行此不幸之结合;又倾泻于忒勒福斯身上——此人虽未真正交合,却与生母同榻而卧,若非巨蛇在神意护佑下将其隔开,便也会做出同样之事;既然自然甚至赋予无理性的兽类仅凭肤色体息便察知此等交配,既无需相认的信物,亦无需当年弃婴于基泰戎山之人作证。无论如何,骆驼绝不与生母交配。然而驼群的牧人尽可能将母骆驼遮盖严实,除交配器官外部位尽皆遮蔽,引诱子驼走向其母;子驼在盲昧之中受交媾冲动的驱使完成了此举,随后却省悟了过来。于是它撕咬、践踏、以膝重击那个致使其违背天伦交合的首恶,极其痛苦地将其杀死,随后自己投崖自尽。俄狄浦斯在此事上亦是愚昧无知:他并未自尽,而仅刺瞎了双眼,未能体察免除祸患之道;本可得以解脱,而不去诅咒自己的门户与宗族、继而以不可救药之恶来医治已经过去的祸患。

语法注3 条
  1. 3.46ἀνθʼ ὧν ἔθρεψε

    介词 ἀντί 与关系代词 ὧν 结合(ἀνθʼ ὧν),先行词(τούτων)被省略,关系代词受先行词格位吸引同化为属格,或作连词性短语使用(“作为……的回报”)。此处意为“作为抚育它的回报”。

  2. 3.47πράξαντος ἂν τὰ αὐτά, εἰ μὴ θείᾳ πομπῇ διεῖρξεν ὁ δράκων

    分词与 ἄν 连用(πράξαντος ἄν)构成了过去反事实条件句的主句(相当于直陈式过去不定时制加 ἄν,即 ἔπραξεν ἄν),与条件从句 εἰ μὴ διεῖρξεν(直陈式过去不定时制)相呼应。此处将反事实的主句逻辑压缩在修饰 Τηλέφου 的定语分词短语之中。

  3. 3.47ἐξὸν ἀπηλλάχθαι

    使用了无人称动词 ἔξεστι 的现在分词中性宾格 ἐξόν 构成的宾格绝对结构(accusativus absolutus),在此具有让步含义(“尽管本可以摆脱”),并支配完成时被动不定词 ἀπηλλάχθαι 作为其补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:3.45-3.47