← 克劳狄乌斯·埃利安

论动物的本性

§3.5-3.11

守金蚁与动物的生存智慧及鳄鱼与千鸟共生

本段列举了守金蚁、乌龟、鸽子、狼、马、乌鸦及刺猬等多种动物的习性与生存智慧,最后记述了鳄鱼与千鸟之间的互利共生关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5

οὐκ ἂν διέλθοιεν τὸν καλούμενον Καμπύλινον ποταμόν. Ἰσσηδόνες δὲ τούτοις συνοικοῦντες τοῖς μύρμηξι καλοῦνταί τε καί εἰσιν. φαγοῦσα ὄφεως χελώνη καὶ ἐπιτραγοῦσα ὀριγάνου ἐξάντης γίνεται τοῦ κακοῦ, ὃ πάντως αὐτὴν ἀνελεῖν ἔμελλεν. περιστερὰν δὲ ὀρνίθων σωφρονεστάτην καὶ κεκολασμένην ἐς ἀφροδίτην μάλιστα ἀκούω λεγόντων·1 οὐ γάρ ποτε ἀλλήλων διασπῶνται, οὔτε ἡ θήλεια, ἐὰν μὴ ἀφαιρεθῇ τύχῃ τινὶ τοῦ συννόμου, οὔτε ὁ ἄρρην, ἐὰν μὴ χῆρος γένηται. πέρδικες δὲ ἀκράτορές εἰσιν ἀφροδίτης· οὐκοῦν τὰ ᾠὰ τὰ γεννώμενα ἀφανίζουσιν, ἵνα μὴ ἄγωσιν αἱ θήλειαι παιδοτροφοῦσαι τῆς πρὸς αὐτοὺς ὁμιλίας ἀσχολίαν.

便不会越过那条名为坎皮利诺斯的河流。而与这些蚂蚁比邻而居的伊塞多涅斯人,其名亦副其实。乌龟食用了毒蛇之后,再咀嚼牛至,便能免于那本会彻底致它于死地的灾祸。在禽鸟之中,我听闻人们谈论鸽子最为节制,在男女之情上尤为克制:因为它们绝不分离,雌鸟若非遭遇意外丧失伴侣便不离去,雄鸟若非鳏居亦然。然而鹧鸪在情欲上则不能自抑,因此它们会毁掉产下的卵,免得雌鸟因哺育幼雏而无暇与它们交合。

§3.6

λύκοι ποταμὸν διανέοντες, ὑπὲρ τοῦ μὴ πρὸς βίαν ἐκ τῆς τοῦ ῥεύματος ἐμβολῆς ἀνατρέπεσθαι ἕρμα ἴδιον αὐτοῖς ἡ φύσις συμπλάσασα ἐδιδάξατο σωτηρίαν ἐξ ἀπόρων καὶ μάλα εὔπορον. τὰς οὐρὰς τὰς ἀλλήλων ἐνδακόντες, εἶτα ἀντιπίπτουσι τῷ ῥεύματι, καὶ ἀλύπως διενήξαντο καὶ ἀσφαλῶς.

狼群泅渡河流时,为免被水流的冲击力强行掀翻,大自然为它们量身塑造了一种独特的压载之物,从而指引它们在困境中获得一种极为简便的自救之法:它们互相咬住彼此的尾巴,随后迎着水流前进,安然无恙且稳妥地游至对岸。

§3.7

ὄνοις θηλείαις βρώμησιν ἡ φύσις οὐκ ἔνειμε, φασί. κύνας δὲ ἀφώνους ἀποφαίνειν ταῖς ὑαίναις ἡ αὐτὴ παρέσχεν. εὐωδία δὲ καὶ μύρον γυψὶν αἴτια θανάτου. κύκνων δὲ κώνειον ὄλεθρος. κάμηλον δὲ ὡς δέδοικεν ἵππος ἔγνω Κῦρός τε καὶ Κροῖσος, ὥς φασιν.

据说,大自然并未赋予母驴嘶鸣的能力;同样是大自然,赋予了鬣狗使犬类失声的能力。芳香与香膏对秃鹫而言是致死之物;毒芹对天鹅来说则是毁灭之灾。而马匹如何惧怕骆驼,据说居鲁士与克罗伊索斯皆已深知其理。

§3.8

τὰ βρέφη τὰ τῶν ἵππων ὅταν αἱ μητέρες καταλίπωσι πρὸ τῆς ἐκείνων ἐκθρέψεως οἷον ὀρφανά, ἐκτρέφουσι μετὰ τῶν οἰκείων παιδίων οἰκτείρουσαι αἱ ἄλλαι αὐτά.

马的幼驹若在其哺育完成之前被母亲遗弃而沦为孤儿,其他母马出于怜悯,便会将其与自己的幼驹一同抚养成人。

§3.9

κορῶναι ἀλλήλαις εἰσὶ πιστόταται, καὶ ὅταν ἐς κοινωνίαν συνέλθωσι, πάνυ σφόδρα ἀγαπῶσι σφᾶς, καὶ οὐκ ἂν ἴδοι τις μιγνύμενα ταῦτα τὰ ζῷα ἀνέδην καὶ ὡς ἔτυχεν. λέγουσι δὲ οἱ τὰ ὑπὲρ τούτων ἀκριβοῦντες ὅτι ἂν ἀποθάνῃ τὸ ἕτερον, τὸ λοιπὸν χηρεύει. ἀκούω δὲ τοὺς πάλαι καὶ ἐν τοῖς γάμοις μετὰ τὸν ὑμέναιον τὴν κορώνην ᾅδειν, σύνθημα ὁμονοίας τοῦτο τοῖς συνιοῦσιν ἐπὶ παιδοποιίᾳ διδόντας. οἱ δὲ ἕδρας ὀρνίθων καὶ πτήσεις παραφυλάττοντες οὐκ εὐσύμβολον ὀττεύουσιν εἶναί φασιν ὑπακοῦσαι κορώνη μία. ἐπεὶ δὲ ἡ γλαῦξ ἐστιν αὐτῇ πολέμιον, καὶ νύκτωρ ἐπιβουλεύει τοῖς ᾠοῖς τῆς κορώνης, ἣ δὲ μεθʼ ἡμέραν ἐκείνην ταὐτὸ δρᾷ τοῦτο, εἰδυῖα ἔχειν τὴν ὄψιν τηνικαῦτα τὴν γλαῦκα ἀσθενῆ. ἐχῖνον τὸν χερσαῖον οὐκ ἄσοφον οὐδʼ ἀμαθῆ ταμιείας τῆς ἐς τὴν χρείαν ἡ φύσις ἐποίησεν. ἐπεὶ γὰρ δεῖται τροφῆς διετησίου, τὰ δὲ ὡραῖα οὐ πᾶσα ὥρα δίδωσιν, ἑαυτὸν ἐν ταῖς τρασιαῖς κυλίει, φασί, καὶ τῶν ἰσχάδων τὰς περιπαρείσας, αἳ πολλαὶ ἐμπήγνυνται ταῖς ἀκάνθαις, ἡσυχῆ κομίζει καὶ ἀποθησαυρίσας φυλάττει, καὶ ἔχει λαβεῖν ἐκ τοῦ φωλεοῦ, ὅτε πορίσαι οὐχ οἷόν τε ἔξωθέν ἐστιν.

乌鸦彼此之间最为忠诚,一旦结为伴侣,便深相爱慕,无人能见此类生灵杂乱放荡、随意交配。对此类习性详加考察之人称,若一方死去,余者便终身独居。我还听闻古人在婚礼上,在唱过婚歌之后还会歌颂乌鸦,以此作为和睦的象征赋予为了繁衍后代而结合的新人。然而观测鸟类栖息与飞翔之相的人却说,若只有单只乌鸦回应,占卜认为并非吉兆。由于猫头鹰是它的天敌,常在夜间窥伺乌鸦的卵,乌鸦便在白昼对猫头鹰施以同样的报复,深知猫头鹰彼时视力微弱。大自然赋予陆生刺猬以满足需求的储粮智慧,使其既非不智亦非无能。因为刺猬需要全年的口粮,而并非每个季节都产应季之物,据说它便在晒果架上打滚,将许多扎在刺上的干无花果悄然运走,贮存保管,以便在无法从外界获取时从洞穴中取食。

§3.11

ἤδη μέντοι καὶ τῶν ζῴων τὰ ἀγριώτατα πρὸς τὰ ὀνῆσαι δυνάμενα εἰρηναῖα καὶ ἔνσπονδά ἐστι, τῆς συμφυοῦς κακίας ἐς τὴν χρείαν παραλυθέντα.2 ὁ γοῦν κροκόδειλος νήχεταί τε ἅμα καὶ κέχηνεν. ἐμπίπτουσιν οὖν αἱ βδέλλαι ἐς αὐτὸν καὶ λυποῦσιν. ὅπερ εἰδὼς ἰατροῦ δεῖται τοῦ τροχίλου· πλήρης γὰρ αὐτῶν γενόμενος, ἐπὶ τὴν ὄχθην προελθὼν κατὰ τῆς ἀκτῖνος κέχηνεν. ὁ τοίνυν τροχίλος ἐμβαλὼν τὸ ῥάμφος ἐξάγει τὰς προειρημένας, καρτερεῖ δὲ ὠφελούμενος ὁ κροκόδειλος καὶ ἀτρεμεῖ. καὶ ὃ μὲν ἔχει δεῖπνον τὰς βδέλλας, ὃ δὲ ὀνίναται, καὶ τὸ μηδὲν ἀδικῆσαι τὸν τροχίλον λογίζεταί οἱ μισθόν.3

甚至连最凶残的野兽,对于能为自己带来益处者亦能和平相处、订立盟约,其天生的恶性为了现实的需要而得以消解。譬如鳄鱼一边游动一边张着大嘴,水蛭便落入其中令其痛苦不堪。鳄鱼深知此理,便需要千鸟充当医生:当体内塞满水蛭时,鳄鱼便爬上河岸,迎着阳光大张其嘴。于是千鸟将喙伸入取走上述水蛭,鳄鱼受其利益,便忍耐着纹丝不动。千鸟以水蛭为美餐,鳄鱼则除其痛苦,并视对千鸟秋毫无犯为其报酬。

语法注3 条
  1. 3.5περιστερὰν δὲ ὀρνίθων σωφρονεστάτην καὶ κεκολασμένην ἐς ἀφροδίτην μάλιστα ἀκούω λεγόντων

    动词 ἀκούω 后接表示信息来源的属格分词 λεγόντων,后者引导间接陈述句,支配宾格名词 περιστερὰν 及其谓语形容词 σωφρονεστάτην 与 κεκολασμένην(省略了系词 εἶναι)。虽然亦可将 περιστερὰν 视为主句动词 ἀκούω 的先涉宾格(prolepsis),但在层级结构上将其理解为 λεγόντων 所引导从句的宾格主语更为自然。

  2. 3.11τῆς συμφυοῦς κακίας ἐς τὴν χρείαν παραλυθέντα

    παραλυθέντα 为不定过去时被动分词(中性主格复数),修饰主语 τὰ ἀγριώτατα。动词 παραλύω(解除、免除)支配分离属格 τῆς συμφυοῦς κακίας(免于其天生的凶性),而介词短语 ἐς τὴν χρείαν 则表目的或动机(“出于实际需要”)。

  3. 3.11τὸ μηδὲν ἀδικῆσαι τὸν τροχίλον λογίζεταί οἱ μισθόν

    动词 λογίζεται 构成的双宾格结构。带冠词的不定式短语 τὸ μηδὲν ἀδικῆσαι τὸν τροχίλον(不对千鸟造成任何伤害)作直接宾格,μισθόν 则充当宾语补足语(谓语宾格,“作为酬报”)。οἱ 为第三人称代词 ἕ 的与格单数附缀形式,作利害与格,指千鸟。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:3.5-3.11