- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:3.12-3.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了寒鸦消灭蝗害的益处,仙鹤在候鸟迁徙、飞行阵型、夜间守卫与利用石块方面的惊人智慧及其对舵手的启示,以及鸽子在城邦与荒野中迥然相异的行为习性。
κολοιοὺς δὲ εὐεργέτας νομίζουσι καὶ Θετταλοὶ καὶ Ἰλλυριοὶ καὶ Λήμνιοι, καὶ δημοσίας γε αὐτοῖς τροφὰς ἐψηφίσαντο, ἐπεὶ τῶν ἀκρίδων, αἳ λυμαίνονται τοὺς καρποὺς τοῖς προειρημένοις, τὰ ᾠὰ ἀφανίζουσί τε οἱ κολοιοὶ καὶ διαφθείρουσι τὴν ἐπιγονὴν αὐτοῖς. μειοῦται δὴ κατὰ πολὺ τὰ τῶν ἀκρίδων νέφη, καὶ τοῖς προειρημένοις μένει τὰ ὡραῖα ἀσινῆ.
色萨利人、伊利里亚人与利姆诺斯人将寒鸦视为恩人,甚至通过决议由公款予以供养,因为寒鸦消灭了蝗虫的卵,而蝗虫本会摧毁上述民族的庄稼,寒鸦因而彻底断绝了其后代。于是蝗群大为减少,上述民族的应季作物得以安然无恙。
αἱ γέρανοι γίνονται μὲν ἐν Θρᾴκῃ, ἣ δὲ χειμεριώτατον χωρίων ἐστὶ καὶ κρυμωδέστατον ὧν ἀκούω. οὐκοῦν φιλοῦσι τὴν χώραν ἐν ᾗ γεγόνασι, φιλοῦσι δὲ καὶ ἑαυτάς, καὶ νέμουσι τὸ μέν τι τοῖς ἤθεσι τοῖς πατρῴοις, τὸ δέ τι τῇ σφῶν αὐτῶν σωτηρίᾳ. τοῦ μὲν γὰρ θέρους κατὰ χώραν μένουσι, φθινοπώρου δὲ ἤδη μεσοῦντος ἐς Αἴγυπτόν τε καὶ Λιβύην ἀπαίρουσι καὶ Αἰθιοπίαν, ὥσπερ οὖν γῆς περίοδον εἰδυῖαι καὶ φύσεις ἀέρων καὶ ὡρῶν διαφοράς. καὶ χειμῶνα ἠρινὸν διαγαγοῦσαι, πάλιν ὅταν ὑπεύδια ἄρξηται καὶ εἰρηναῖα τὰ τοῦ ἀέρος, ὑποστρέφουσιν ὀπίσω. ποιοῦνται δὲ ἡγεμόνας τῆς πτήσεως τὰς ἤδη τῆς ὁδοῦ πεπειραμένας· εἶεν δʼ ἂν ὡς τὸ εἰκὸς αἱ πρεσβύτεραι. καὶ οὐραγεῖν δὲ τὰς τηλικαύτας ἀποκρίνουσι· μέσαι δὲ αὐτῶν αἱ νέαι τετάχαται. φυλάξασαι δὲ ἄνεμον οὖρον καὶ φίλον σφίσι καὶ κατόπιν ῥέοντα, χρώμεναί οἱ πομπῷ καὶ ἐπωθοῦντι ἐς τὸ πρόσω, εἶτα μέντοι τρίγωνον ὀξυγώνιον τὸ σχῆμα τῆς πτήσεως ἀποφήνασαι, ἵνα ἐμπίπτουσαι τῷ ἀέρι διακόπτωσιν αὐτὸν ῥᾷστα, τῆς πορείας ἔχονται. οὕτω μὲν δὴ θερίζουσί τε καὶ χειμάζουσι γέρανοι· σοφίαν δὲ ἥγηνται ἄνθρωποι θαυμαστὴν τοῦ Περσῶν βασιλέως ἐς ἐπιστήμην ἀέρων κράσεως, Σοῦσα καὶ Ἐκβάτανα ᾅδοντες καὶ τὰς δεῦρο καὶ ἐκεῖσε τοῦ Πέρσου τεθρυλημένας μεταβάσεις. ὅταν δὲ προσφερόμενον ἀετὸν αἱ γέρανοι θεάσωνται, γενόμεναι κυκλόσε καὶ κολπωσάμεναι ἀπειλοῦσιν ὡς ἀντιταξόμεναι· ὃ δὲ κρούεται τὸ πτερόν. ἀλλήλων δὲ τοῖς πυγαίοις ἐπερείδουσαι τὰ ῥάμφη, εἶτα μέντοι τρόπον τινὰ τὴν πτῆσιν συνδέουσι, καὶ τὸν κάματον σφίσιν εὐκάματον ἀποφαίνουσι, πεφεισμένως ἀναπαυόμεναι ἐς ἀλλήλας αἱ αὐταί. ἐν δὲ γῇ μηκίστῃ πηγῆς ὅταν τύχωσιν, ἀναπαύονται νύκτωρ καὶ καθεύδουσι, τρεῖς δὲ ἢ τέσσαρες προφυλάττουσι τῶν λοιπῶν καὶ ὑπὲρ τοῦ μὴ κατακοιμίσαι τὴν φυλακὴν ἑστᾶσι μὲν ἀσκωλιάζουσαι, τῷ γε μὴν μετεώρῳ ποδὶ λίθον κατέχουσι τοῖς ὄνυξι μάλα ἐγκρατῶς τε καὶ εὐλαβῶς, ἵνα ἐάν ποτε λάθωσιν ἑαυτὰς ἐς ὕπνον ὑπολισθάνουσαι, πεσὼν καὶ ὑποκτυπήσας ὁ λίθος ἀποδαρθάνειν καταναγκάσῃ.1 γέρανος δὲ λίθον ὅνπερ οὖν καταπίνει ὑπὲρ τοῦ ἔχειν ἕρμα, χρυσοῦ βάσανός ἐστιν,2 ὅταν οἷον ὁρμισαμένη καὶ καταχθεῖσα εἶτα μέντοι ἀνεμέσῃ αὐτόν.
鹤群生于色雷斯,而在我所听闻的地域中,那里是最具严冬之气、最为酷寒之地。因此,它们既眷恋自身出生的土地,亦自爱其身,既顾及祖传的习性环境,又兼顾自身的安全。因为入夏之时它们留在本乡,而当秋季已至中途,它们便启程飞往埃及、利比亚与埃塞俄比亚,俨然通晓大地的周历、气流的性质以及节令的差异。度过了一个如春的冬季之后,当大气的状况再度开始放晴与祥和,它们便折返回乡。它们推选那些已有迁徙经验的鹤作为飞行的领队——按理说想必是年长者;又挑选同龄的长者殿后,而年轻的鹤则被排在它们中间。待守候到顺遂友好且从后方吹来的顺风后,它们将其用作向导与推助向前的力量,随后将飞行的队形排列为锐角三角形,以便撞击气流时最易将其破开,从而循程前行。鹤群便是如此度夏过冬的;然而世人却对波斯国王通晓气候调和的见识赞叹不已,传颂苏萨与埃克巴塔那,以及波斯王遐迩闻名的巡幸迁徙。当鹤群望见雕隼扑来时,便围聚成环并弯成凹弧,作出列阵迎敌的架势予以威吓;猛禽便拍打翅膀退去。它们将嘴喙搭在彼此的尾端,从而在某种程度上将飞行维系在一起,通过彼此适度地倚靠歇息,使自身的劳顿变得易于承受。当在极其遥远的土地上觅得泉水时,它们便在夜间休整入睡,其中三四只为余众警戒;为防警备松懈沉入梦乡,它们单足独立站立,悬起的那只脚的利爪则极其牢固、警觉地握住一块石头,以便一旦在不经意间滑入梦乡时,石头坠落撞响便迫使其惊醒。鹤为了充当压载物而吞下的石头,在它们宛如抛锚泊岸、随后将其呕出之时,实乃检验黄金的试金石。
κυβερνήτης ἰδὼν ἐν πελάγει μέσῳ γεράνους ὑποστρεφούσας καὶ τὴν ἔμπαλιν πετομένας, συνεῖδεν ἐναντίου προσβολῇ πνεύματος ἐκείνας ἀποστῆναι τοῦ πρόσω· καὶ τῶν ὀρνέων ὡς ἂν εἴποις μαθητὴς γενόμενος παλίμπλους ἦλθε, καὶ τὴν ναῦν περιέσωσε. καὶ τοῦτο πρῶτον γενόμενον μάθημά τε ὁμοῦ καὶ παίδευμα ὑπὸ τῶνδε τῶν ὀρνίθων τοῖς ἀνθρώποις παρεδόθη.
一位舵手在茫茫大海中望见鹤群折返并逆向飞翔,便领会到它们是因逆风的侵袭而停止前行;他可以说是成了这些禽鸟的学徒,折返航行,保全了船只。这由此成为世人从这些鸟类处获得的最早的训诫与教益。
περιστεραὶ ἐν μὲν ταῖς πόλεσι τοῖς ἀνθρώποις συναγελάζονται, καί εἰσι πραόταται, καὶ εἰλοῦνται περὶ τοῖς ποσίν, ἐν δὲ τοῖς ἐρήμοις χωρίοις ἀποδιδράσκουσι, καὶ τοὺς ἀνθρώπους οὐχ ὑπομένουσι. θαρροῦσι μὲν γὰρ τοῖς πλήθεσι, καὶ ὅτι μηδὲν πείσονται δυσχερὲς ἴσασι κάλλιστα. ὅπου δὲ ὀρνιθοθῆραι καὶ δίκτυα καὶ ἐπιβουλαὶ κατʼ αὐτῶν, ἄτρεστα οἰκοῦσιν οὐκέτι, ἵνα εἴπω τὸ ἐπʼ αὐτῶν ἐκείνων λεχθὲν Εὐριπίδῃ.3
鸽子在城邦中与人类群聚,极为温驯,盘桓在人们脚边;但在荒僻之处却逃之夭夭,绝不容人类靠近。因为它们信赖熙攘的人群,深知自己绝不会遭受困厄;但在有捕鸟人、罗网与针对它们的阴谋之地,它们便不再“无所畏惧地栖息”——借用欧里庇得斯针对它们自身所说的话。
- 3.13ἀποδαρθάνειν καταναγκάσῃ
动词 καταδαρθάνω / ἀποδαρθάνειν 本义通常为“入睡”,但在本句中,石头坠落撞击发声(πεσὼν καὶ ὑποκτυπήσας)的目的显然是使鹤从睡眠中惊醒,因而此处理解为“迫使其摆脱睡意/惊醒”。句法上为 καταναγκάζω 支配不定词,表示“强迫做某事”。
- 3.13γέρανος δὲ λίθον ὅνπερ οὖν καταπίνει ὑπὲρ τοῦ ἔχειν ἕρμα, χρυσοῦ βάσανός ἐστιν
句首的 γέρανος 呈现出悬垂或主题前置结构,而宾格的 λίθον 受到随后关系代词 ὅνπερ 的吸引而变为宾格(反向格同化),或者作为宾格前置悬挂(accusativus pendens)。主句系动词短语 χρυσοῦ βάσανός ἐστιν(“是黄金的试金石”)的实际逻辑主语正是鹤吞下作为压载物的这块石头。
- 3.15ἵνα εἴπω τὸ ἐπʼ αὐτῶν ἐκείνων λεχθὲν Εὐριπίδῃ
末尾的 ἵνα εἴπω... 为独立或插入性的目的从句(意为“借用……所说的话”),用以说明前文的 ἄτρεστα οἰκοῦσιν(“无惧地栖居”)引自欧里庇得斯的诗句。Εὐριπίδῃ 则是被动分词 λεχθέν 的施事与格(dativus auctoris)。
