- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:3.1-3.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了毛里塔尼亚的狮子能听懂人言并受妇人规劝退去之事,探讨了利比亚、米底与克里特等族群与其马犬性貌的相似对应,并引述克特西亚斯关于印度无猪与大尾羊的记载。
Μαυρουσίῳ δὲ ἀνδρὶ ὁ λέων καὶ ὁδοῦ κοινωνεῖ καὶ πίνει τῆς αὐτῆς πηγῆς ὕδωρ. ἀκούω δὲ ὅτι καὶ ἐς τὰς οἰκίας τῶν Μαυρουσίων οἱ λέοντες φοιτῶσιν, ὅταν αὐτοῖς ἀπαντήσῃ ἀθηρία καὶ λιμὸς αὐτοὺς ἰσχυρὸς περιλάβῃ. καὶ ἐὰν μὲν παρῇ ὁ ἀνήρ, ἀνείργει τὸν λέοντα καὶ ἀναστέλλει διώκων ἀνὰ κράτος· ἐὰν δὲ ὃ μὲν ἀπῇ, μόνη δὲ ἡ γυνὴ καταλειφθῇ, λόγοις αὐτὸν ἐντρεπτικοῖς ἴσχει τοῦ πρόσω καὶ ῥυθμίζει, σωφρονίζουσα ἑαυτοῦ κρατεῖν καὶ μὴ φλεγμαίνειν ὑπὸ τοῦ λιμοῦ. ἐπαΐει δὲ ἄρα λέων φωνῆς Μαυρουσίας, καὶ ὁ νοῦς τῆς ἐπιπλήξεως τῇ γυναικὶ τῆς πρὸς τὸ θηρίον τοιόσδε ἐστίν, ὡς ἐκεῖνοι λέγουσι· ʽσὺ δὲ οὐκ αἰδῇ λέων ὢν ὁ τῶν ζῴων βασιλεὺς ἐπὶ τὴν ἐμὴν καλύβην ἰών, καὶ γυναικὸς δεόμενος ἵνα τραφῇς, καὶ δίκην ἀνθρώπου λελωβημένου τὸ σῶμα ἐς χεῖρας γυναικείας ἀποβλέπεις, ἵνα οἴκτῳ καὶ ἐλέῳ τύχῃς ὧν δέῃ; ὃν δέον ἐς ὀρείους ὁρμῆσαι διατριβὰς1 ἐπί τε ἐλάφους καὶ βουβαλίδας καὶ τὰ λοιπὰ ὅσα λεόντων δεῖπνον ἔνδοξον. κυνιδίου δὲ ἀθλίου φύσει ἀγαπᾷς παρατραφῆναι.ʼ καὶ ἣ μὲν ἐπᾴδει τοιαῦτα, ὃ δὲ ὥσπερ οὖν πληγεὶς τὴν ψυχὴν καὶ ὑποπλησθεὶς αἰδοῦς ἡσυχῆ καὶ κάτω βλέπων ἀπαλλάττεται, ἡττηθεὶς τῶν δικαίων. εἰ δὲ ἵπποι καὶ κύνες διὰ τὴν συντροφίαν ἀπειλούντων ἀνθρώπων συνιᾶσι καὶ καταπτήσσουσι, καὶ Μαυρουσίους οὐκ ἂν θαυμάσαιμι λεόντων ὄντας συντρόφους καὶ ὁμοτρόφους αὐτοῖς ὑπʼ αὐτῶν ἐκείνων ἀκούεσθαι. τοῖς γάρ τοι βρέφεσι τοῖς ἑαυτῶν μαρτυροῦσιν ὅτι τοὺς σκύμνους τῶν λεόντων τῆς ἴσης τε καὶ ὁμοίας διαίτης ἀξιοῦσι καὶ κοίτης μιᾶς καὶ στέγης· καὶ ἐκ τούτων καὶ φωνῆς τῆς προειρημένης ἀκούειν τοὺς θῆρας, οὐδὲν οὔτε ἄπιστον οὔτε παράδοξον.2
对于毛里人而言,狮子既同路而行,又共饮同一泉之水。我还听说,每当捕猎无获且遭受严重饥荒所迫时,狮子甚至会造访毛里人的居所。若男子在家,他便全力追逐,阻拦并驱逐狮子;但若男子不在,唯有妇人独留,她便会用规劝羞惭之语阻其前行,加以管束,告诫它要自我克制,切勿因饥饿而发狂。原来狮子竟能听懂毛里人的语言,据他们所言,妇人对猛兽斥责的意旨乃是如此:“你身为狮子,乃万兽之王,难道不为来到我的茅舍向妇人讨食而感到羞耻吗?你难道不为像一个肢体残缺之人那样指望着妇人的双手、以期凭借怜悯与同情获得果腹之物而羞愧吗?你本应当奔赴山野栖所,去猎取鹿、羚羊以及其余凡属狮子荣耀之盛餐的猎物,可你却偏如卑贱的小狗一般,甘心靠残羹残渣苟活!”妇人念诵这般斥责之词,而那狮子仿佛灵魂受到震撼,满怀羞愧,垂首敛目,悄然离去,折服于正理之下。假若马与犬因与人类共同生活便能理解威吓之人并退缩畏怯,那么对于作为狮子同伴并与它们共同成长的毛里人,狮子能听从其言,我也绝不感到惊异。因为他们作证说,他们视幼狮配享与自己的婴孩平等相同的饮食,共处一榻,同居一室;由此观之,猛兽听从前述话语,实非难以置信,亦非怪诞不经。
ἵππου δὲ τῆς Λιβύσσης πέρι Λιβύων λεγόντων ἀκούω τοιαῦτα. ὤκιστοι μέν εἰσιν ἵππων, καμάτου δὲ ἤ τι αἰσθάνονται ἢ οὐδὲ ἕν. λεπτοὶ δὲ καὶ οὐκ εὔσαρκοι, ἐπιτήδειοί γε μὴν καὶ φέρειν ὀλιγωρίαν δεσπότου εἰσίν. οὔτε γοῦν αὐτοῖς κομιδὴν προσφέρουσιν οἱ δεσπόται, οὐ καταψῶντες, οὐ καλινδήθραν ἐργασάμενοι, οὐχ ὁπλὰς ἐκκαθαίροντες, οὐ κόμας κτενίζοντες, οὐ χαίτας ὑποπλέκοντες, οὐ λούοντες καμόντας, ἀλλὰ ἅμα τε διήνυσαν τὸν προκείμενον δρόμον, καὶ ἀποβάντες νέμεσθαι ἱᾶσι.3 καὶ λεπτοὶ μὲν καὶ αὐχμώδεις οἱ Λίβυες, ἐπὶ τοιούτων δὲ καὶ ἵππων ὀχοῦνται. σοβαροὶ δὲ Μῆδοι καὶ ἁβροί, καὶ μέντοι καὶ οἱ ἐκείνων ἵπποι. φαίης ἂν αὐτοὺς τρυφᾶν σὺν τοῖς δεσπόταις καὶ τῷ μεγέθει τοῦ σώματος καὶ τῷ κάλλει, ἤδη δὲ καὶ τῇ χλιδῇ καὶ τῇ θεραπείᾳ τῇ ἔξωθεν. ταῦτά τοι καὶ περὶ τῶν κυνῶν ἔπεισι νοεῖν μοι. κύων Κρῆσσα κούφη καὶ ἁλτικὴ καὶ ὀρειβασίαις σύντροφος· καὶ μέντοι καὶ αὐτοὶ Κρῆτες τοιούτους αὑτοὺς παραδεικνύασι, καὶ ᾅδει ἡ φήμη. θυμικώτατος δὲ κυνῶν Μολοσσός, ἐπεὶ θυμωδέστατοι καὶ οἱ ἄνδρες. ἀνὴρ δὲ Καρμάνιος καὶ κύων ἀμφότεροι ἀγριωτάτω καὶ μειλιχθῆναι ἀτέγκτω, φασίν.
关于利比亚马,我听闻利比亚人如是说:它们在马类中速度最为迅疾,几乎或全然不觉疲惫;体型瘦削而不丰腴,却极其耐得住主人的疏忽对待。主人对它们毫无精心呵护:既不抚拭,也不平整打滚的场地,既不清理蹄子,也不梳理前额鬃毛,既不编织颈鬃,也不在它们疲倦时清洗,而是一旦跑完规定的路程,便下马任由它们前去吃草。利比亚人自身瘦弱憔悴,所骑乘者亦是此等马匹;而米底人则仪态威严且生活奢华,其马匹亦然;你会说这些马匹在体格与俊美上与主人同享奢华,在华贵与外在的照拂上亦复如是。由此我也联想到各类犬只:克里特的猎犬轻捷擅跳,惯于登山;而克里特人自身展现的风貌确亦如此,传闻亦作如是颂唱。莫洛苏斯的犬在犬类中最为性烈,因其男子亦脾气最为刚烈;据说卡尔马尼亚的男子与犬,二者皆极为凶野且不可抚慰。
ἴδια δὲ ἄρα φύσεως ζῴων καὶ ταῦτα ἦν. ὗν οὔτε ἄγριον οὔτε ἥμερον ἐν Ἰνδοῖς γίνεσθαι λέγει Κτησίας, πρόβατα δὲ τὰ ἐκείνων οὐρὰς πήχεως ἔχειν τὸ πλάτος πού φησιν.
以下亦属动物本性的奇特之处:克特西亚斯说印度人那里既无野猪亦无家猪,且他在某处称他们的羊其尾巴宽一肘。
οἱ μύρμηκες οἱ Ἰνδικοὶ οἱ τὸν χρυσὸν φυλάττοντες
守护黄金的印度蚂蚁,
- 3.1ὃν δέον ἐς ὀρείους ὁρμῆσαι διατριβὰς
此处关系代词宾格 ὃν 与无人称分词 δέον(宾格绝对结构,相当于在感叹句中替代未完过去时 ἔδει)连用,意为“你本应当……”。关系代词用宾格是因为它充当受无人称分词 δέον 支配的不定式 ὁρμῆσαι 的逻辑主语。
- 3.1καὶ ἐκ τούτων καὶ φωνῆς τῆς προειρημένης ἀκούειν τοὺς θῆρας, οὐδὲν οὔτε ἄπιστον οὔτε παράδοξον
此句省略了系动词 ἐστί。不定式从句 ἀκούειν τοὺς θῆρας(“猛兽听从……这一事实”)充当句子的主语,而 οὐδὲν οὔτε ἄπιστον οὔτε παράδοξον(“既非难以置信亦非荒诞”)则作谓语部分。
- 3.2ἅμα τε διήνυσαν τὸν προκείμενον δρόμον, καὶ ἀποβάντες νέμεσθαι ἱᾶσι
由 ἅμα τε ... καί 构成的表示时间紧接的关联句式,意为“一……便立即……”。不定过去时直陈式 διήνυσαν(用作习常或综括性过去时)表示完成的动作,与主句中的习惯性现在时 ἱᾶσι 紧密相承。
