- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:3.38-3.44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了气候对公鸡与蝉鸣叫的影响、夜鹰吮吸山羊乳汁的习性、夜莺母鸟教雏鸣唱及其热爱自由之性、印度独角兽之角解毒的效能、紫水鸡的生态与妒忌心、幼鸦食老父的传说,以及斑尾林鸽与斑鸠严苛的贞洁法则与对通奸的惩处。
ἐν τοῖς ὑγροῖς χωρίοις καὶ ἔνθα νοτιώτατος ὁ ἀὴρ ὑπεράγαν, οἱ ἀλεκτρυόνες οὐκ ᾅδουσι, φησὶ Θεόφραστος. ἡ δὲ ἐν Φενεῷ λίμνη ἰχθύων ἄγονός ἐστι. ψυχροὶ δὲ ἄρα ὄντες τὴν σύγκρασιν οἱ τέττιγες εἶτα μέντοι πυρούμενοι τῷ ἡλίῳ ᾅδουσιν, ἐκεῖνος λέγει.
在湿润之地以及空气因南风而极度潮湿之处,公鸡不啼鸣,泰奥弗拉斯托斯如是说。而费内奥斯的湖中不生游鱼。另一方面,蝉之体质本性寒凉,唯有在受烈日炙烤时方才鸣叫,他如此说道。
τολμηρότατος δὲ ἄρα ζῴων ὁ αἰγιθήλας ἦν· τῶν μὲν γὰρ ὀρνίθων ὑπερφρονεῖ τῶν μικρῶν, ἐπιτίθεται δὲ ταῖς αἰξὶ κατὰ τὸ καρτερόν, καὶ μέντοι καὶ τοῖς οὔθασιν αὐτῶν προσπετόμενος εἶτα ἐκμυζᾷ τὸ γάλα, καὶ τὴν τιμωρίαν τὴν ἐκ τοῦ αἰπόλου οὐ δέδοικε, καίτοι πονηρότατον αὐταῖς μισθὸν ὑπὲρ τῆς πλησμονῆς ἀποδιδούς· τυφλοῖ γὰρ τὸν μαστόν, καὶ ἀποσβέννυσι τὴν ἐκεῖθεν ἐπιρροήν.
夜鹰实为动物中最放肆大胆者;因它虽藐视小鸟,却恃力强袭母山羊,扑向其乳房吸尽乳汁,亦不惧牧羊人之惩治,尽管它为求腹饱而给予母山羊极其恶毒的报偿:因它致使乳头闭塞坏死,并断绝其后的乳汁流溢。
Μητροδίδακτον μὲν τὸν τῆς Ἀρήτης υἱὸν τὸν τῆς ἀδελφῆς τῆς Ἀριστίππου ὑμνοῦσιν οἱ πολλοί· λέγει δὲ Ἀριστοτέλης ἰδεῖν αὐτὸς τὰ νεόττια τῆς ἀηδόνος ὑπὸ τῆς μητρὸς διδασκόμενα ᾅδειν. ἦν δὲ ἄρα ὀρνίθων ἡ ἀηδὼν ἐλευθερίας ἐράστρια ἰσχυρῶς,1 καὶ διὰ ταῦτα ἡ ἐντελὴς τὴν ἡλικίαν ὅταν θηραθῇ καὶ καθειργμένη ᾖ ἐν οἰκίσκῳ, ᾠδῆς ἀπέχεται, καὶ ἀμύνεται τὸν ὀρνιθοθήραν ὑπὲρ τῆς δουλείας τῇ σιωπῇ. οὗπερ οὖν οἱ ἄνθρωποι πεπειραμένοι, τὰς μὲν ἤδη πρεσβυτέρας μεθιᾶσι, σπουδάζουσι δὲ θηρᾶν τὰ νεόττια.
众人多赞誉阿里斯提波之姊妹阿瑞忒之子为“母授者”;然而亚里士多德却说,自己亲眼见过夜莺的雏鸟受母亲传授鸣唱之技。夜莺在鸟类中实为自由的极度热爱者,因此已臻成熟之鸟一旦被捕并幽禁于小笼之中,便绝口不唱,以沉默报复捕鸟人强加于它的奴役。人们既经体验此点,遂放生已较年长者,而汲汲于捕捉幼雏。
ἵππους μονόκερως γῆ Ἰνδικὴ τίκτει, φασί, καὶ ὄνους μονόκερως ἡ αὐτὴ τρέφει, καὶ γίνεταί γε ἐκ τῶν κεράτων τῶνδε ἐκπώματα. καὶ εἴ τις ἐς αὐτὰ ἐμβάλοι φάρμακον θανατηφόρον, ὁ πιών, οὐδὲν ἐπιβουλὴ λυπήσει αὐτόν· ἔοικε γὰρ ἀμυντήριον τοῦ κακοῦ τὸ κέρας καὶ τοῦ ἵππου καὶ τοῦ ὄνου εἶναι.
据说印度之地出产独角马,且该地亦孕育独角驴,人们以这些角制成饮杯。即使有人于其中投入致命之毒药,饮用者亦不会因阴谋毒害而受创;盖因马与驴之角似乎皆能御除此等灾祸。
ὁ πορφυρίων ὡραιότατός τε ἅμα καὶ φερωνυμώτατός ἐστι ζῴων, καὶ χαίρει κονιόμενος, ἤδη δὲ καὶ λοῦται τὸ τῶν περιστερῶν λουτρόν· οὐ πρότερον δὲ ἑαυτὸν ἐπιδίδωσι ταῖς κονίστραις καὶ τοῖς λουτροῖς, πρὶν ἂν βαδίσῃ τινὰ ἀριθμὸν βαδίσεων ἀρκοῦντά οἱ. σιτούμενος δὲ ἐπὶ μαρτύρων ἄχθεται, καὶ διὰ ταῦτα ἀναχωρεῖ, καὶ ὑπολανθάνων ἐσθίει. ζηλότυπος δέ ἐστιν ἰσχυρῶς, καὶ τὰς ὑπάνδρους τῶν γυναικῶν παραφυλάττει, καὶ ἐὰν καταγνῷ μοιχεύεσθαι τῆς οἰκίας τὴν δέσποιναν, ἀπάγχει ἑαυτόν. οὐ πέτεται δὲ ὑψηλός. χαίρουσί γε μὴν οἱ ἄνθρωποι αὐτῷ, καὶ τρέφουσι πεφεισμένως καὶ προμηθῶς αὐτόν. καὶ ἔοικεν ἢ σοβαρᾶς οἰκίας καὶ μέγα πλουσίας ἄθυρμα εἶναι, ἢ ὑποδέχεται νεὼς αὐτόν, καὶ ἄφετος ἀλᾶται εἴσω περιβόλου. τὸν ταὼν μὲν οὖν ὡραῖον ὄντα καὶ καταθύουσι καὶ σιτοῦνται οἱ ἄσωτοι· τοῦ γὰρ ὄρνιθος τὰ μὲν πτερὰ κόσμος ἐστί, τὸ δὲ σῶμα ἤ τι ἢ οὐδέν. πορφυρίωνα δὲ οὐκ οἶδα καταθύσαντα οὐδένα ἐπὶ δείπνῳ, οὐ Καλλίαν οὐ Κτήσιππον τοὺς Ἀθηναίους, οὐ Λεύκολλον οὐχ Ὁρτήσιον τοὺς Ῥωμαίους· εἶπον δὲ ὀλίγους ἐκ πολλῶν ἀσώτους καὶ ἀκρατεστάτους τῇ τε ἄλλῃ καὶ μέντοι καὶ περὶ γαστέρα.
紫水鸡兼为动物中最秀美者与最名副其实者;它喜浴尘沙,有时亦如鸽子般沐浴;但在走满足以自足的定数步伐之前,它绝不委身于尘坑与水浴之中。它厌恶在旁人注视下进食,因而退避而隐蔽啄食。它极易嫉妒,监视着有夫之妇,若断定宅中女主人通奸行淫,便自缢而亡。它飞得不高。人们甚喜此鸟,皆节制且审慎地饲养之。它或为高傲且巨富之家中的玩物,或受神庙接纳,在围墙之内自由漫步。放荡之徒虽见孔雀秀美,亦将其宰杀烹食;盖因该鸟之羽翼乃为妆饰,而躯体实微不足道。但我不知有何人曾宰杀紫水鸡以充晚餐,无论雅典之卡利亚斯与克忒西波斯,亦或罗马之卢库鲁斯与霍尔滕西乌斯,皆未尝如此;而我仅从诸多在其他方面、尤其在口腹之欲上极度放纵不知节制之徒中略举数人而已。
ὁ κόραξ ὁ ἤδη γέρων ὅταν μὴ δύνηται τρέφειν τοὺς νεοττούς, ἑαυτὸν αὐτοῖς προτείνει τροφήν· οἳ δὲ ἐσθίουσι τὸν πατέρα. καὶ τὴν παροιμίαν ἐντεῦθέν φασι τὴν γένεσιν λαβεῖν τὴν λέγουσαν ʽκακοῦ κόρακος κακὸν ᾠόν.ʼ σωφρονέσταται ὀρνίθων αἱ φάτται ᾅδονται. ὁ γοῦν ἄρρην καὶ ὁ θῆλυς συνδυασθέντες καὶ οἱονεὶ συμπνεύσαντες ἐς γάμον ἀλλήλων ἔχονται καὶ σωφρονοῦσι, καὶ οὐκ ἂν ὀθνείου λέχους οὐδέτερος ἅψαιτο τῶν ὀρνίθων τῶνδε. ἐὰν δὲ ἐποφθαλμιάσωσιν ἑτέροις, περιέρχονται αὐτοὺς οἱ λοιποί, καὶ τὸν μὲν ἄρρενα οἱ ὁμογενεῖς διασπῶσιν, αἱ θήλειαι δὲ τὸν θῆλυν. οὗτος ἄρα ὁ τῆς σωφροσύνης νόμος καὶ ἐς τὰς τρυγόνας ἀφικνεῖται καὶ ἄτρεπτος μένει, πλὴν τοῦ μὴ θανατοῦσθαι ἑκάτερον τὸν ὄρνιν·2 ἐπεὶ τὸν μὲν ἄρρενα ἀναιροῦσι, τὸν δὲ θῆλυν ᾤκτειραν καὶ εἴασαν ἀπαθῆ, καὶ περίεισι χῆρος.
乌鸦既老而不能养育幼雏之时,便将自身奉献与幼雏为食;雏鸟遂食其父。据说“恶鸦生恶卵”之谚语便由此肇始。斑尾林鸽被誉为鸟类中最为贞洁者。雄雌一旦结为连理,如在婚姻中同心相应,便彼此相守且坚守贞操,两鸟绝不沾染异族异室之床榻。若它们对其他异性生出色心,其余之鸟便围拢上来,同类雄鸟将雄者撕碎,雌鸟则将雌者分尸。此贞洁之法则亦施及斑鸠且不可更易,唯有两鸟并非皆受死刑此一例外:盖因它们诛杀雄鸟,却怜悯雌鸟并任其不受侵害,使其作为寡妇存活下去。
- 3.40ἦν δὲ ἄρα ὀρνίθων ἡ ἀηδὼν ἐλευθερίας ἐράστρια ἰσχυρῶς
未完成过去时 ἦν 与小词 ἄρα 连用,构成表示“领悟到的普遍事实”的未完成过去时(imperfect of recognized truth),指说话者重新认识到的普遍本性或恒常属性(“夜莺原来是……”),而非单纯过去的单一事件。
- 3.44πλὴν τοῦ μὴ θανατοῦσθαι ἑκάτερον τὸν ὄρνιν
介词 πλήν 后接属格冠词不定式短语 τοῦ μὴ θανατοῦσθαι ἑκάτερον τὸν ὄρνιν 构成的除外句式。否定词 μή 否定不定式,ἑκάτερον τὸν ὄρνιν 作被动不定式 θανατοῦσθαι 的宾格主语(逻辑主语),意为“除两只鸟并非皆被处死之外”。
