- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:3.31-3.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记叙了各地动物的诸多奇特习性与地域差异,包括令狮子与蛇怪畏惧的公鸡、辟绝狼迹的土地、促成丰产的尼罗河水,以及拥有方言或喑哑无声的鸟类与青蛙等。
ἀλεκτρυόνα φοβεῖται λέων. καὶ βασιλίσκος δὲ τὸν αὐτὸν ὄρνιν, ὥς φασιν, ὀρρωδεῖ, καὶ κατιδὼν τρέμει, καὶ ἀκούων ᾅδοντος σπᾶταί τε καὶ ἀποθνήσκει. ταῦτα ἄρα καὶ οἱ τὴν Λιβύην ὁδοιποροῦντες1 τὴν τῶν τοιούτων τροφὸν δέει τοῦ προειρημένου βασιλίσκου εἶτα μέντοι συνέμπορον καὶ κοινωνὸν τῆς ὁδοῦ τὸν ἀλεκτρυόνα ἐπάγονται, ὅσπερ οὖν τὸ τηλικοῦτον κακὸν ἀπαλλάξει αὐτοῖς.
狮子惧怕公鸡。据说蛇怪巴西利斯克亦畏惧同一种鸟,一见便浑身颤抖,听到其啼鸣便抽搐而亡。正是由于此因,那些穿行于出产此类巨兽的利比亚之人,因畏惧前述的蛇怪,遂带上一只公鸡作为同伴与旅途的同行者,正是它能为他们免除如此巨大的灾厄。
ἡ Κρήτη καὶ τοῖς λύκοις καὶ τοῖς ἑρπετοῖς θηρίοις ἐχθίστη ἐστίν. ἀκούω δὲ Θεοφράστου λέγοντος καὶ ἐν τῷ Μακεδονικῷ Ὀλύμπῳ τοῖς λύκοις ἄβατα εἶναι. αἶγες δὲ ἄρα αἱ Κεφαλληνίδες οὐ πίνουσι μηνῶν ἕξ. οἶς δὲ Βουδινὰς οὐκ ὄψει λευκάς, ὥς φασι, μελαίνας δὲ πάσας. διαφορότης δὲ ἄρα τῶν ζῴων καὶ ἰδιότης εἴη ἂν καὶ ταύτῃ· τὰ μὲν γὰρ αὐτῶν ἐστι δάκετα καὶ ἐνίησιν ἀπὸ τοῦ ὀδόντος φάρμακον, βλητικὰ δὲ ὅσα παίσαντα εἶτα μέντοι καὶ ἐκεῖνα τὸ τοιοῦτον κακὸν ἐνίησιν.
克里特岛对狼和爬行野兽而言皆极为敌对不利。我听泰奥弗拉斯托斯言及,马其顿的奥林匹斯山对狼而言亦是无法涉足之地。此外,凯法利尼亚的母山羊竟有六个月之久滴水不饮。至于布迪诺伊人的绵羊,据说你见不到白色的,全皆为黑色。动物的差异与特异之处亦当在于此:盖因其中有些撕咬,从齿中注入毒质;另一些则是戳刺之物,在击打之后,亦同样注入此等毒素。
ἡ Λίβυσσα δʼ ἀσπίς, ἀκούω, τὸν πρὸς τὸ φύσημα αὐτῆς ἀντιβλέψαντα τυφλοῖ τὴν ὄψιν· ἡ δὲ ἄλλη οὐ τυφλοῖ μέν, ἀποκτείνει δὲ ῥᾷστα.
我听闻,利比亚的眼镜蛇能使直视其喷吐气息者的目光失明;另一种眼镜蛇虽不致盲,却极易致人于死命。
λέγονται δὲ βόες Ἠπειρωτικαὶ πλεῖστον ὅσον2 ἀμέλγεσθαι καὶ αἶγες αἱ Σκύριαι γάλα ἀφθονώτατον παρέχειν, ὅσον οὐκ ἄλλαι αἶγες. αἱ δὲ Αἰγύπτιαι ἔστιν αἳ πέντε ἀποτίκτουσι, καὶ αἱ πλεῖσται δίδυμα. λέγεται δὲ αἴτιος ὁ Νεῖλος εἶναι, εὐτεκνότατον παρέχων ὕδωρ. ἔνθεν τοι καὶ τῶν νομέων τοὺς ἄγαν φιλοκάλους καὶ τῆς ποίμνης τῆς σφετέρας ἔχοντας πεφροντισμένως ὕδωρ ἐκ τοῦ Νείλου ταῖς ἑαυτῶν ἀγέλαις ἄγειν μηχανῇ ὅσον δυνατόν ἐστι, καὶ ταῖς γε στερίφαις ἔτι καὶ μᾶλλον. Πτολεμαίῳ τῷ δευτέρῳ φασὶν ἐξ Ἰνδῶν κέρας ἐκομίσθη, καὶ τρεῖς ἀμφορέας ἐχώρησεν. οἷος ἄρα ὁ βοῦς ἦν, ὡς ἐκπεφυκέναι οἱ τηλικοῦτον κέρας.3
据说伊庇鲁斯的牛产奶极多,斯库罗斯的母山羊所供之奶丰美绝伦,非其他山羊所能及。而埃及的山羊有的产五仔,大多数产双胞胎。据说其缘由乃是尼罗河,因其水滋养繁衍。正因如此,牧人中那些极具爱心且对自家牲畜体贴入微者,便尽可能通过巧法将尼罗河水引至自己的畜群,对于不孕的母兽则尤为如此。据说曾有一只兽角自印度运抵托勒密二世处,其容量可盛三个双耳瓶。究竟是何等巨牛,竟能长出如此庞大的角!
περδίκων φθέγμα ἓν οὐδέποτʼ ἂν ἀκούσειας ἁπάντων, ἀλλὰ ἔστι διάφορα. καὶ Ἀθήνησί γε οἱ ἐπέκεινα τοῦ Κορυδαλλέων δήμου ἄλλο ἠχοῦσι, καὶ οἱ ἐπίταδε ἄλλο. τίνα δέ ἐστι τοῖς φθέγμασι τὰ ὀνόματα, ἐρεῖ Θεόφραστος. ἐν δὲ τῇ Βοιωτίᾳ καὶ τῇ ἀντιπέρας Εὐβοίᾳ ὁμόφωνοί τέ εἰσι καὶ ὡς ἂν εἴποι τις ὁμόγλωττοι. ἄφωνα δέ ἐστι τὸ παράπαν ἐν Κυρήνῃ μὲν οἱ βάτραχοι, ἐν Μακεδονίᾳ δὲ ὗς. καὶ τεττίγων τι γένος, ἄφωνοι καὶ οὗτοι.
你绝听不到所有石鸡发出同一种鸣声,而是各不相同。即便在雅典,科律达洛斯区彼侧的石鸡鸣出一种声音,而此侧的石鸡则鸣出另一种。这些鸣叫各自有何名称,泰奥弗拉斯托斯当会说明。在玻俄提亚及其对岸的厄俄波亚,它们同声同调,可谓操着同一种方言。全然喑哑无声的,在昔兰尼是青蛙,在马其顿则是猪。亦有一种蝉,它们同样没有声音。
γένος φαλαγγίου φασὶν εἶναι, καλοῦσι δὲ ῥᾶγα τὸ φαλάγγιον, εἴτε ὅτι μέλαν ἐστὶ καὶ τῷ ὄντι προσέοικε σταφυλῆς ῥαγὶ καί πως ὁρᾶται καὶ περιφερές, εἴτε διʼ αἰτίαν ἑτέραν. γίνεται δὲ ἐν τῇ Λιβύῃ, καὶ ἔχει πόδας μικρούς· στόμα δὲ εἴληχεν ἐν μέσῃ τῇ γαστρί, καὶ ἔστιν ἀποκτεῖναι τάχιστον.
据说有一种毒蛛,人们称此毒蛛为“葡萄粒”,或因其色黑而确实酷似一粒葡萄且形貌颇圆,或因另有别由。它产于利比亚,生有短足;其口生于腹部正中,最能迅疾致死。
ἐν Σερίφῳ βάτραχοι, τὸ παράπαν οὐκ ἂν αὐτῶν ἀκούσειας φθεγγομένων· εἰ δὲ αὐτοὺς κομίσειας ἀλλαχόθι, διάτορόν τε καὶ τραχύτατον ἠχοῦσιν. ἐν Πιέρῳ δὲ τῆς Θετταλίας λίμνη ἐστίν, οὐκ ἀέναος, ἀλλὰ χειμῶνος ἐκ τῶν συρρεόντων ἐς αὐτὴν ὑδάτων τίκτεται. οὐκοῦν ἐὰν ἐμβάλῃ τις βατράχους ἐς αὐτήν, σιωπῶσιν, ἀλλαχοῦ φθεγγόμενοι. ὑπὲρ δὲ τῶν Σεριφίων βατράχων κομπάζουσι Σερίφιοι4 ἐλθεῖν ἐκ τοῦ κατὰ τῆς Γοργόνος ἄθλου τὸν Περσέα πολλὴν περιελθόντα γῆν, καὶ οἷα εἰκὸς καμόντα ἀναπαύσασθαι τῆς λίμνης πλησίον καὶ κατακλινῆναι ὕπνου δεόμενον. τοὺς δὲ βατράχους βοᾶν καὶ ἐρεσχελεῖν τὸν ἥρωα καὶ τὸν ὕπνον αὐτῷ διακόπτειν· τὸν Περσέα δὲ εὔξασθαι τῷ πατρὶ τοὺς βατράχους κατασιγάσαι. τὸν δὲ ὑπακοῦσαι καὶ χαριζόμενον τῷ υἱεῖ τῶν ἐκεῖθι βατράχων αἰώνιον σιγὴν καταψηφίσασθαι. λέγει δὲ Θεόφραστος ἐκβάλλων τὸν μῦθον καὶ Σεριφίους τῆς ἀλαζονείας παραλύων τὴν τοῦ ὕδατος ψυχρότητα αἰτίαν εἶναι τῆς ἀφωνίας τῶν προειρημένων.
塞里福斯岛的青蛙,你全然听不到它们鸣叫;但若将它们带至别处,它们便发出尖锐且极为刺耳的鸣声。色萨利的皮厄罗斯有一座湖,并非长年不竭,而是在冬季由汇聚注入的水流积成。因此若有人将青蛙投入其中,它们即便在别处啼鸣,在此亦默不作声。关于塞里福斯岛的青蛙,塞里福斯人夸耀说,珀耳修斯在完成了讨伐戈耳工的功绩后周游广袤大地,理所当然地疲惫不堪,便在湖畔休憩并卧下求眠。然而青蛙聒噪戏弄这位英雄,扰其睡眠;珀耳修斯遂向其父祈求让青蛙沉寂。其父应允,为了恩宠其子,遂判决该处的青蛙永远保持沉默。然而泰奥弗拉斯托斯摒弃神话,剥除了塞里福斯人的夸诞,指出水之寒冷乃是前述青蛙喑哑无声的真正缘由。
- 3.31ταῦτα ἄρα καὶ οἱ τὴν Λιβύην ὁδοιποροῦντες
ταῦτα 用作内宾格(状语性宾格),意为“正因这些缘故”(相当于 διὰ ταῦτα)。与表示推断的助词 ἄρα 连用,由上文蛇怪惧鸡的弱点顺理成章地引出旅人的习俗。
- 3.34πλεῖστον ὅσον
πλεῖστον ὅσον 是由中性关系词 ὅσον 与最高级副词 πλεῖστον 融合而成的惯用凝缩短语,意为“极多地”、“尽可能多地”,修饰不定式 ἀμέλγεσθαι。
- 3.34ὡς ἐκπεφυκέναι οἱ τηλικοῦτον κέρας
该句由 ὡς 引导不定式表示结果(“以至于长出如此之角”),照应前文的感叹分句 οἷος ἄρα ὁ βοῦς ἦν。οἱ 为第三人称单数与格代词,作领属与格(“长在其上”)。
- 3.37ὑπὲρ δὲ τῶν Σεριφίων βατράχων κομπάζουσι Σερίφιοι
介词短语 ὑπὲρ τῶν Σεριφίων βατράχων(“关于塞里福斯岛的青蛙”)作为话题前置,所接谓语动词 κομπάζουσι 统领后续一连串长大的宾格不定式从属结构(ἐλθεῖν、ἀναπαύσασθαι、βοᾶν、εὔξασθαι、καταψηφίσασθαι)。
