- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:3.26-3.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了戴胜利用化泥之草的轶事、荷马关于伯罗奔尼撒无狮之记载的准确性、红海名为珀耳修斯之鱼、江瑶与蟹的共生捕食,以及杜鹃的托卵寄生习性。
οἱ ἔποπές εἰσιν ὀρνίθων ἀπηνέστατοι, καί μοι δοκοῦσι τῶν προτέρων τῶν ἀνθρωπικῶν ἐν μνήμῃ καὶ μέντοι καὶ μίσει τοῦ γένους τοῦ τῶν γυναικῶν ὑποπλέκειν τὰς καλιὰς ἐν ταῖς ἐρήμοις καὶ τοῖς πάγοις τοῖς ὑψηλοῖς· καὶ ὑπὲρ τοῦ μὴ προσιέναι τοὺς ἀνθρώπους αὐτῶν τοῖς βρέφεσιν οἳ δὲ ἀντὶ τοῦ πηλοῦ χρίουσι τὰς καλιάς, ἀποπάτημα ἀνθρώπου περιβαλόντες, τῇ δυσωδίᾳ τε καὶ κακοσμίᾳ ἀνείργοντες καὶ ἀναστέλλοντες τὸ ζῷον τὸ ἑαυτοῖς πολέμιον. ἔτυχε δὲ καὶ ἐν τῷ τείχους ἐρημοτέρῳ ὅδε ὁ ὄρνις παιδοποιησάμενος ἔν τινι ῥήγματι λίθου ὑπὸ τοῦ χρόνου διαστάντι. οὐκοῦν ὁ τοῦ τείχους μελεδωνὸς ἰδὼν ἔνδον τὰ βρέφη κατήλειψε τὸν χηραμὸν τῷ πηλῷ. καὶ ὑποστρέψας ὁ ἔποψ, ὡς εἶδεν αὑτὸν ἀποκλεισθέντα, πόαν ἐκόμισε, καὶ προσήνεγκε τῷ πηλῷ· ὃ δὲ κατερρύη, καὶ προσῆλθε πρὸς τὰ αὑτοῦ ἐκεῖνος τέκνα, εἶτα ἐπὶ τὴν νομὴν ἦξεν. αὖθις οὖν ὁ αὐτὸς ἐπήλειψεν ἄνθρωπος, καὶ ὁ ὄρνις τῇ αὐτῇ πόᾳ ἀνέῳξε τὸν χηραμόν· καὶ τὸ τρίτον ἐπράχθη τὰ αὐτά. ὁ τοίνυν τοῦ τείχους φύλαξ ἰδὼν τὸ πραττόμενον, τὴν πόαν ἀνελόμενος ἐχρῆτο οὐκ ἐς τὰ αὐτά, ἀλλʼ ἀνέῳγεν μηδέν οἱ προσήκοντας θησαυρούς.1
戴胜是鸟类中最为冷酷残暴者,在我看来,由于对往昔人类生活的记忆,加之对女性这一性别的憎恶,它们才在荒野与险峰绝壁上筑巢。为了不使人类接近其雏鸟,它们不用泥土,而涂抹人类的粪便包裹巢穴,以恶臭与秽气阻拦并驱离对自己怀有敌意的这种动物。恰巧有这样一只鸟,在城墙上一处因岁月侵蚀而开裂的石隙中,在这较为荒僻之地养育幼雏。守墙人看见了里面的幼鸟,便用泥浆将石隙抹平封堵。戴胜返回后,见自己被关在外面,遂衔来一种药草敷在泥上;泥土随之脱落,它便进入己子身旁,随后又飞出觅食。于是此人再次将缝隙封住,而该鸟又用同样的草药打开石隙;此举一连重复了三次。守墙人见此情状,取走这株草,却未用作同样目的,而是用来打开了全然不属于自己的库藏。
ἡ Πελοπόννησος λεόντων ἄγονός ἐστι· καὶ οἷα εἰκὸς Ὅμηρος πεπαιδευμένῃ φρενὶ συνιδὼν τοῦτο τὴν Ἄρτεμιν ἐκεῖθι θηρῶσαν ᾅδων εἶπεν ὅτι ἄρα ἔπεισι τόν τε Ταΰγετον καὶ τὸν Ἐρύμανθον "τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισιν." ἐπεὶ δὲ ἔρημα λεόντων τάδε τὰ ὄρη, καὶ μάλα γε εἰκότως οὐκ ἐμνήσθη αὐτῶν.
伯罗奔尼撒半岛不产狮子;理所当然,荷马以其受过教养的心智洞察此点,在歌咏阿尔忒弥斯在彼处狩猎时,言及其走遍泰格特斯山与厄律曼托斯山,“怡然逐野豕与迅捷之群鹿。” 既然这些山峦并无狮子,他未加提及便极为自然合理。
γίνεται δὲ ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ ἰχθύς, καὶ ὅσα γε εἰδέναι ἐμέ,2 ἔθεντο Περσέα οἱ ἐπιχώριοι ὄνομα αὐτῷ. καὶ οἱ μὲν Ἕλληνες αὐτὸν οὕτω, καλοῦσι δὲ καὶ Ἄραβες ὁμοίως τοῖς Ἕλλησι· Διὸς γὰρ υἱὸν καὶ ἐκεῖνοι ᾅδουσι τὸν Περσέα, καὶ ἀπʼ αὐτοῦ γε τὸν ἰχθὺν ὑμνοῦσι λέγεσθαι. μέγεθος μὲν οὖν ἐστι κατὰ τὸν ἀνθίαν τὸν μέγιστον, ἰδεῖν δὲ ὅμοιος λάβρακι· γρυπός γε μὴν ἡσυχῆ οὕτω, καὶ ζώναις πεποίκιλται χρυσῷ προσεικασμέναις· ἄρχονται δὲ ἀπὸ τῆς κεφαλῆς ἐπικάρσιοι αἱ ζῶναι, καὶ ἐς τὴν γαστέρα καταλήγουσι. πέφρακται δὲ ὀδοῦσι μεγάλοις καὶ πυκνοῖς. λέγεται δὲ ἰχθύων περιεῖναι ῥώμῃ τε σώματος καὶ βίᾳ· ἀλλὰ οὐδὲ τόλμης οἱ ἐνδεῖ. θήραν δὲ αὐτοῦ καὶ ἄγραν εἶπον ἀλλαχόθι.
红海中有一种鱼,据我所知,当地土著赋予其“珀耳修斯”之名。希腊人如此称呼它,阿拉伯人亦与希腊人一样同名呼之;盖因阿拉伯人亦颂赞珀耳修斯为宙斯之子,并称颂该鱼以此得名。其体型堪比最大的红鮨,外形酷似海鲈;然而吻端略呈钩状,饰有宛如黄金般的斑带;斑带自头部斜向延伸,止于腹部。此鱼以硕大而密集的牙齿为防卫,据说在肉体力量与凶悍上胜过寻常鱼类;其勇猛亦不落人后。关于捕猎并捕获该鱼之事,我已在别处述及。
ἡ πίννη θαλάττιον ζῷον, καὶ ἔστι τῶν ὀστρείων. κέχηνε δὲ τῇ διαστάσει τῶν περικειμένων ὀστράκων, καὶ προτείνει σαρκίον ἐξ ἑαυτῆς οἱονεὶ δέλεαρ τοῖς παρανηχομένοις τῶν ἰχθύων. καρκίνος δὲ αὐτῇ παραμένει σύντροφός τε καὶ σύννομος. οὐκοῦν ὅταν τις τῶν ἰχθύων προσνέῃ, ὃ δὲ ὑπένυξεν ἡσυχῆ αὐτήν· καὶ ἡ πίννη μᾶλλον ἀνέῳξεν ἑαυτήν, καὶ ἐδέξατο ἔσω τοῦ ἐπιόντος ἰχθύος τὴν κεφαλὴν (καθίησι γὰρ ὡς ἐπὶ τροφῇ) καὶ ἐσθίει αὐτήν.
江瑶(江珧)乃一种海洋生物,属贝类。它借外壳的张开而微启,自躯体伸出一小块肉质,宛如诱饵般招引游过的鱼群。一只小蟹作为伴侣与伙伴留驻其旁。是以,每当有游鱼游近,小蟹便悄悄戳刺它一下;江瑶随之将壳张得更开,将迎面而来的鱼之头部纳入壳内(盖因游鱼探头有如就食),随即将其吞食。
ἦν δὲ ἄρα οἰκεῖα τῷ πεπαιδευμένῳ καὶ ταῦτα εἰδέναι. σοφώτατος ὁ κόκκυξ καὶ πλέκειν εὐπόρους ἐξ ἀπόρων μηχανὰς δεινότατος. ἑαυτῷ μὲν γὰρ συνεπίσταται ἐπῳάζειν οὐ δυναμένῳ3 καὶ ἐκλέπειν διὰ ψυχρότητα τῆς ἐν τῷ σώματι συγκράσεως, ὥς φασιν. οὐκοῦν ὅταν τίκτῃ, οὔτε αὐτὸς νεοττιὰν ὑποπλέκει οὔτε τιθηνεῖται τὰ βρέφη, φυλάττει δὲ ἄρα τοὺς τῶν νεοττιῶν δεσπότας ἀφεστῶτας καὶ πλανωμένους, καὶ παρελθὼν ἐς καταγωγὴν ὀθνείαν ἐντίκτει. οὐ πάντων δὲ ὀρνίθων καλιαῖς ἐπιπηδᾷ οὗτός γε, ἀλλὰ κορύδου καὶ φάττης καὶ χλωρίδος καὶ πάππου· τούτοις γὰρ συνεπίσταται ὅμοια αὐτῷ ᾠὰ τίκτουσι. καὶ κενῶν μὲν αὐτῶν οὐσῶν, οὐκ ἂν παρέλθοι· ᾠῶν δὲ ἔνδον ὄντων εἶτα μέντοι τὰ ἑαυτοῦ παρενέμιξεν. ἐὰν δὲ ᾖ πολλὰ τὰ ἐκείνων, τὰ μὲν ἐκκυλίσας ἠφάνισε, τὰ δὲ ἑαυτοῦ κατέλιπε, διαγνωσθῆναί τε καὶ φωραθῆναι διʼ ὁμοιότητα μὴ δυνάμενα. καὶ οἱ μὲν ὄρνιθες οἱ προειρημένοι τὰ μηδὲν σφίσι προσήκοντα ἐκγλύφουσιν, ὑποπηγνύμενα δὲ ἐκεῖνα ἑαυτοῖς συνεγνωκότα τὴν νοθείαν ἐκπέτεταί τε καὶ παρὰ τὸν γεινάμενον στέλλεται· τῶν γὰρ πτερῶν αὐτοῖς περιχυθέντων γνωρίζεται ἀλλότρια ὄντα, καὶ αἰκίζεται πικρότατα. ὁρᾶται δὲ μίαν ὥραν τοῦ ἔτους τὴν ἀρίστην ὁ κόκκυξ· ἦρος γὰρ ὑπαρχομένου καὶ αὐτὸς ἐμφανής ἐστιν ἐς ἀνατολὰς Σειρίου, εἶτα τῆς τῶν πολλῶν ὄψεως ἀνεχώρησεν.
对于博雅之士而言,知晓此类事情亦属分内之务。杜鹃最为明智,最擅长在绝境中构思出灵巧机谋。盖因据说它们自知由于体内体质之寒凉而无力抱卵孵雏。因此每逢产卵,它既不自筑巢穴,亦不哺育幼雏,而是窥视别家巢主外出游荡之时,潜入他人寓所中产卵。然而它并非随意侵入所有鸟类的巢穴,而仅挑选百灵、斑鸠、金翅雀以及山雀的巢;因它自知这些鸟所产之卵与自己的相似。倘若巢穴空置,它绝不入内;但若已有卵在内,它便将自己的卵杂置其中。若是他鸟之卵甚多,它便滚出数枚使之绝灭,而留下己卵,由于彼此酷肖而无法被分辨或识破。前述诸鸟便孵化出全然与己无关的异类,但那些渐渐长大的雏鸟自知身世不正,便展翅飞出,投奔亲生父母;盖因一旦羽翼丰满,其异类身份便被识破,且将招致极惨烈的虐待。杜鹃仅在一年中最美好的一个季节现身;春季伊始它便显露身影,直至天狼星升起之时,随后便自大众的视野中隐退。
- 3.26ἀνέῳγεν μηδέν οἱ προσήκοντας θησαυρούς
分词 προσήκοντας 修饰 θησαυρούς,并支配后附与格代词 οἱ(相当于 αὐτῷ)。否定词 μηδέν 作副词性中性宾格修饰分词,表示强烈的彻底否定,意为“全然不属于他的财宝”。
- 3.28ὅσα γε εἰδέναι ἐμέ
此为限制性绝对不定式结构。中性复数关系代名词 ὅσα 作副词性宾格(意为“在……范围内”),与不定式 εἰδέναι 及其逻辑主语宾格 ἐμέ 连用,限定说话者的认知范围,意为“据我所知”。
- 3.30ἑαυτῷ μὲν γὰρ συνεπίσταται ἐπῳάζειν οὐ δυναμένῳ
动词 συνεπίσταμαι(其句法与 σύνοιδα 相同)支配反身代词与格 ἑαυτῷ,并接与其在性数格上一致的与格分词短语 ἐπῳάζειν οὐ δυναμένῳ,意为“自知自身无力孵化”。
