← 克劳狄乌斯·埃利安

论动物的本性

§3.23-3.25

鹳鸟的反哺之情与燕子的筑巢习性

作者探讨了鹳鸟孝敬双亲与抚育幼雏的天性以及暮年化为人类的传说,随后记述了燕子精巧的筑巢之法、公正均等的育幼方式,以及利用灵草令雏燕开眼的奇闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.23

τὴν ἀσπίδα. νικᾷ δὲ ὁ πρῶτος φθάσας. τρέφειν μὲν τοὺς πατέρας πελαργοὶ γεγηρακότας καὶ ἐθέλουσι καὶ ἐμελέτησαν· κελεύει δὲ αὐτοὺς νόμος ἀνθρωπικὸς οὐδὲ εἷς τοῦτο, ἀλλὰ αἰτία τούτων φύσις. οἱ αὐτοὶ δὲ καὶ τὰ ἑαυτῶν ἔκγονα φιλοῦσι· καὶ τὸ μαρτύριον, ὅταν ὁ τέλειος ἐνδεὴς ᾖ τροφῆς ἀπτῆσιν ἔτι καὶ ἁπαλοῖς τοῖς νεοττοῖς ἐν τῇ καλιᾷ παραθεῖναι, γενομένης αὐτῷ κατὰ τύχην ἀπορίας, ὃ δὲ1 τὴν ἑαυτοῦ χθιζὴν ἀνεμέσας ἐκείνους τρέφει. καὶ τοὺς ἐρωδιοὺς ἀκούω ποιεῖν ταὐτόν, καὶ τοὺς πελεκᾶνας μέντοι. προσακούω δὲ τοὺς πελαργοὺς καὶ αὐτοὺς συμφεύγειν ταῖς γεράνοις καὶ συναποδιδράσκειν τὸν χειμῶνα· τῆς ὥρας δὲ τῆς κρυμώδους διελθούσης, ὅταν ὑποστρέψωσιν ἐς τὰ ἴδια καὶ οἵδε καὶ αἵδε, τὴν ἑαυτῶν ἕκαστος καλιὰν ἀναγνωρίζουσιν, ὡς τὴν οἰκίαν ἄνθρωποι. Ἀλέξανδρος δὲ ὁ Μύνδιός φησιν, ὅταν ἐς γῆρας ἀφίκωνται, παρελθόντας αὐτοὺς ἐς τὰς Ὠκεανίτιδας νήσους ἀμείβειν τὰ εἴδη ἐς ἀνθρώπου μορφήν, καὶ εὐσεβείας γε τῆς ἐς τοὺς γειναμένους ἆθλον τοῦτο ἴσχειν, ἄλλως τε, εἴ τι ἐγὼ νοῶ, καὶ ὑποθέσθαι τῶν θεῶν βουλομένων τοῦτο γοῦν τῶν ἀνθρώπων τῶν ἐκεῖθι τὸ γένος εὐσεβὲς καὶ ὅσιον, ἐπεὶ οὐχ οἷόν τε ἦν ἐν τῇ ἄλλῃ τῇ ὑφʼ ἡλίῳ τοιοῦτον διαβιοῦν. καὶ οὔ μοι δοκεῖ μῦθος εἶναι. ἢ τί καὶ βουλόμενος ὁ Ἀλέξανδρος τοῦτο ἂν ἐτερατεύσατο κερδαίνων μηδὲ ἕν; ἄλλως τε οὐδʼ ἂν ἔπρεπεν ἀνδρὶ συνετῷ πρὸ τῆς ἀληθείας ποιήσασθαι τὸ ψεῦδος, οὐδὲ ἐπὶ κέρδει τῷ μεγίστῳ, μή τι γοῦν2 ἐς λαβὰς ἐμπεσουμένῳ τὰς ὑπὲρ τῶν τοιούτων ἀκερδεστάτας.

眼镜蛇。而先发制人者终获胜利。鹳鸟既乐意亦惯于赡养年迈的双亲;没有任何人间法律强求它们如此行事,而是天性使然。它们同样深爱自己的雏鸟;其明证在于,成年鹳鸟若因偶然遭遇匮乏,缺乏食物供奉给巢中尚不能飞且娇弱的雏鸟时,便吐出自己昨日所食之物来喂养它们。我听说鹭鸟亦是如此,鹈鹕亦然。此外我还听说,鹳鸟自身亦与鹤群一同迁徙,共同逃避严冬;待寒季过去,它们双双归返故土之时,各自都能认出自己的巢穴,恰如人类辨认家园一般。门德斯的亚历山大则说,当它们步入暮年,渡海前往大洋岛屿,蜕变身形化为人类模样,以此作为对其孝敬生身父母的奖赏;而且在我看来,这更是因为诸神意欲在彼处确立一个虔诚而圣洁的人类族类,因在阳光下的其余世间绝无法容纳如此族群存续。在我看来这绝非神话荒诞之言。否则,亚历山大毫无所图,为何还要构想这等奇谈?况且一个明智之士无论如何也不该弃真就伪,哪怕是为了极大的利益,更何况因这等言论只会招致毫无益处的指责。

§3.24

ἡ χελιδὼν ὅτε εὐποροίη πηλοῦ, τοῖς ὄνυξι φέρει καὶ συμπλάττει τὴν καλιάν· εἰ δὲ ἀπορία εἴη, ὡς Ἀριστοτέλης λέγει, ἑαυτὴν βρέχει, καὶ ἐς κόνιν ἐμπεσοῦσα φύρει τὰ πτερά, καὶ τοῦ πηλοῦ περιπαγέντος, ἐντεῦθεν ὑπαποψήχουσα τῷ ῥάμφει τὴν προκειμένην οἰκοδομίαν χειρουργεῖ. ἁπαλά τε ὄντα τὰ νεόττια καὶ τῶν πτίλων γυμνὰ οἶδε καλῶς ἐπὶ ψιλῶν καρφῶν εἰ ἀναπαύοιτο ὅτι κολασθήσεται3 ἀλγοῦντα. οὐκοῦν ἐπὶ τὰ νῶτα τῶν προβάτων ἱζάνει, καὶ ἀποσπᾷ τοῦ μαλλοῦ, καὶ ἐντεῦθεν τοῖς ἑαυτῆς βρέφεσι τὸ λέχος μαλακὸν ἔστρωσεν.

当燕子拥有充足泥土时,便以双爪衔泥筑巢;若遇泥土匮乏,正如亚里士多德所言,它便浸湿自身,扑入尘土以污其羽翼,待泥浆凝附于身,再用喙一点点将泥屑擦落,以此工序营建眼前的巢居。它深知雏鸟娇嫩且未生羽毛,若安歇在光秃的干枝上必将受痛受难。因此它便落在绵羊背上,拔下羊毛,借以为自己的幼雏铺就柔软的温床。

§3.25

δικαίους ἡ μήτηρ ἡ χελιδὼν τοὺς ἑαυτῆς νεοττοὺς ἐργάζεται, τὸ ἰσότιμον αὐτοῖς διὰ τῆς τροφῆς τῆς ἴσης φυλάττουσα· μίαν δὲ ἄρα οὐ κομίζει πᾶσιν, ἐπεὶ μηδὲ δύναται· ἀλλὰ μικρὰ μὲν καὶ ὀλίγα ἐστὶν ὅσα ἄγει, τὸν πρῶτον δὲ τεχθέντα πρῶτον τρέφει, δεύτερον δὲ τὸν ἐπʼ ἐκείνῳ, καὶ τρίτον σιτίζει τὸν τῆς τρίτης ὠδῖνος, καὶ μέχρι τοῦ πέμπτου πρόεισι τὸν τρόπον τοῦτον· οὔτε γὰρ κύει χελιδὼν πλείονας οὔτε τίκτει. αὐτὴ δὲ τοσοῦτον κατασπᾷ τῆς τροφῆς, ὅσον ἂν ἐν τῇ καλιᾷ κερδῆναι δυνηθῇ παραρρεῦσαν αὐτῇ. βραδέως δὲ ἐκβλέπει τὰ ταύτης βρέφη, ὡς καὶ τὰ τῶν κυνῶν σκυλάκια· πόαν δὲ κομίζει καὶ προσάγει, τὰ δὲ ὑπαναβλέπει, εἶτα ἀτρεμήσαντα ὀλίγον ἐκπετήσιμα ὄντα πρόεισι τῆς καλιᾶς ἐπὶ τὴν νομήν. ταύτης τῆς πόας ἄνθρωποι γενέσθαι ἐγκρατεῖς διψῶσι, καὶ οὐδέπω τῆς σπουδῆς κατέτυχον.

燕子母亲使其幼雏恪守公正,通过均等的食物维持彼此平等的地位。然而它并不能一次为所有雏鸟带回食物,因其力所不逮;它所带回者既细小又有限,但它总是先喂长子,次喂次子,再喂第三次阵痛所产之子,依此类推直至第五只;盖因燕子怀胎与产子皆不过五。母燕自身仅吞食那些在巢中滑落到自己身旁、所能捡得的残屑。雏燕睁眼甚迟,犹如初生之犬崽;但母燕衔来一种药草涂抹其上,雏鸟便微睁双目,稍作歇息后即可展翅飞翔,离巢觅食。人类极度渴求获得此种药草,却迄今未能如愿以偿。

语法注3 条
  1. 3.23ὃ δέ

    用于紧随时间从句(ὅταν ὁ τέλειος ἐνδεὴς ᾖ...)及属格绝对结构(γενομένης αὐτῷ κατὰ τύχην ἀπορίας)之后的主句之首,作为归结句指示代词(apodotic ὃ δέ)重新承接从句的主语(成鸟),以引导主句动词 τρέφει。

  2. 3.23μή τι γοῦν

    表示“更不用说……”或“遑论……”的成语性表达(μή τι / μή τί γε)。其后伴随的与格分词 ἐμπεσουμένῳ 在性、数、格上与前句中的 ἀνδρὶ συνετῷ 保持一致。

  3. 3.24ἁπαλά τε ὄντα τὰ νεόττια καὶ τῶν πτίλων γυμνὰ οἶδε καλῶς ἐπὶ ψιλῶν καρφῶν εἰ ἀναπαύοιτο ὅτι κολασθήσεται

    先置/先提句法(prolepsis):ὅτι 从句在逻辑上的主语 τὰ νεόττια 连同其分词修饰语(ἁπαλά τε ὄντα...)被提前置于主句动词 οἶδε 之前。从句动词 κολασθήσεται 为单数形式,与中性复数主语 τὰ νεόττια 相依循呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:3.23-3.25