← 克劳狄乌斯·埃利安

论动物的本性

§3.19-3.22

借樵夫复仇的狮子与以泥为铠的埃及獴

在记述海豹的嫉妒心及鹈鹕、海鸥的捕食智慧后,引述欧德谟斯的记载,讲述狮子夫妇借助樵夫之斧向杀子之熊复仇的始末,并描写了埃及獴以泥沙为铠甲击杀眼镜蛇的决斗策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.19

φώκη δέ, ὡς ἀκούω, τὴν πυετίαν τὴν ἑαυτῆς ἐξεμεῖ, ἵνα μὴ τοῖς ἐπιλήπτοις ᾖ ἰᾶσθαι.1 βάσκανον δὴ τὸ ζῷον ἡ φώκη, ναὶ μὰ τόν. οἱ πελεκᾶνες οἱ ἐν τοῖς ποταμοῖς τὰς κόγχας περιχαίνοντες εἶτα καταπίνουσιν, ἔνδον δὲ καὶ ἐν τῷ μυχῷ τῆς γαστρὸς ὑποθάλψαντες ἀνεμοῦσι, καὶ τὰ μὲν ὀστράκια ἐκ τῆς ἀλέας διέστη, ὥσπερ οὖν τὰ τῶν ἑφθῶν, οἳ δὲ ἐξορύττουσι τὰ κρέα, καὶ ἔχουσι δεῖπνον. καὶ μέντοι καὶ οἱ λάροι, ὡς Εὔδημός φησι, τοὺς κοχλίας μετεωρίζοντες καὶ ὑψοῦ αἴροντες ταῖς πέτραις βιαιότατα προσαράττουσιν.

据我所闻,海豹会吐出自己的胃凝乳,以免癫痫患者得以借之痊愈。诚然,凭神起誓,海豹确实是种嫉妒成性的动物。栖息于河流中的鹈鹕张开大嘴将蚌贝吞入腹中,在胃腹深处将其暖温之后再行吐出;蚌壳因受温热而张开,正如煮熟的贝类一般,鹈鹕便掏出蚌肉作为美餐。此外,正如欧德谟斯所言,海鸥亦将蜗牛带至空中,高高举起,极猛烈地摔击在岩石上。

§3.21

λέγει Εὔδημος, ἐν Παγγαίῳ τῷ Θρᾳκίῳ κοίτῃ λέοντος ἐρήμῳ φυλακῆς ἐπιστᾶσαν ἄρκτον τοὺς σκύμνους τοῦ λέοντος διαφθεῖραι διὰ τὸ μικρούς τε εἶναι ἔτι καὶ ἀμῦναι σφίσιν ἀδυνάτους. ἐπεὶ δὲ ἀφίκοντο ἔκ τινος ἄγρας ὅ τε πατὴρ καὶ ἡ μήτηρ, καὶ εἶδον τοὺς παῖδας ἐν ταῖς φοναῖς, οἷα εἰκὸς ἤλγουν, καὶ ἐπὶ τὴν ἄρκτον ἵεντο· ἣ δὲ δείσασα εἴς τι δένδρον ᾗ ποδῶν εἶχεν2 ἀνέθει, καὶ καθῆστο τὴν ἐπιβουλὴν τὴν ἐξ ἐκείνων ἐκκλῖναι πειρωμένη. ὡς δὲ ἐδόκουν τοῦ τιμωρήσασθαι3 τὸν λυμεῶνα ἥκειν δεῦρο, ἐνταῦθα ἡ μὲν λέαινα οὐ λείπει τὴν φυλακήν, ἀλλʼ ὑπὸ τῷ πρέμνῳ καθῆστο ἐλλοχῶσα καὶ ὕφαιμον ἄνω βλέπουσα, ὁ δὲ λέων, οἷα ἀδημονῶν καὶ ἀλύων ὑπὸ τοῦ ἄχους, ἐν τοῖς ὄρεσιν ἠλᾶτο, καὶ ἀνδρὶ ὑλουργῷ περιτυγχάνει· ὃ δὲ ἔδεισε καὶ ἀφίησι τὸν πέλεκυν, τὸ δὲ θηρίον ὁ λέων ἔσαινέ τε καὶ ἑαυτὸν ἀνατείνας ἠσπάζετο, ὡς οἷός τε ἦν, καὶ τῇ γλώττῃ τὸ πρόσωπον ἐφαίδρυνεν αὐτῷ. καὶ ἐκεῖνος ὑπεθάρρησεν, ὅ τε λέων περιβαλών οἱ τὴν οὐρὰν ἦγεν αὐτόν, καὶ ἀφέντα τὸν πέλεκυν οὐκ εἴα, ἀλλὰ ἐσήμαινε τῷ ποδὶ ἀνελέσθαι. ὡς δὲ οὐ συνίει, ὃ δὲ τῷ στόματι ἐλάβετο, καὶ ὤρεξέν οἱ, καὶ εἵπετο ἐκεῖνος, ἄγει τε αὐτὸν ἐπὶ τὸ αὔλιον. καὶ ἡ λέαινα ὡς εἶδε, καὶ αὐτὴ προσελθοῦσα ὑπέσαινε, καὶ ἑώρα οἰκτρόν, καὶ ἀνέβλεπε πρὸς τὴν ἄρκτον. συνιδὼν οὖν ὁ ἄνθρωπος καὶ συμβαλὼν ἠδικῆσθαί τι τούτους ἐξ ἐκείνης, ὡς εἶχε ῥώμης τε καὶ χειρῶν,4 ἐξέκοψε τὸ δένδρον. καὶ τὸ μὲν ἀνετράπη, ἣ δὲ κατηνέχθη· καὶ διεσπάσαντό γε οἱ θῆρες αὐτήν. τὸν δὲ ἄνθρωπον ὁ λέων ἀπαθῆ τε καὶ ἀσινῆ πάλιν ἐπανήγαγεν ἐς τὸν χῶρον, οὗ πρότερον ἐνέτυχεν αὐτῷ, καὶ ἀπέδωκε τῇ ἐξ ἀρχῆς ὑλοτομίᾳ.

欧德谟斯记述道,在色雷斯的潘盖翁山,一只母熊闯入无人看守的狮穴,咬死了幼狮,因幼狮尚小,无力自卫。当雄狮与母狮狩猎归来,见到幼崽惨遭屠戮,自是痛心不已,直扑母熊而去;母熊惊恐万状,以最快的脚力飞奔上一棵大树,蹲伏在上,企图避开它们的报复。当它们来到此处意欲惩罚这凶手时,母狮寸步不离防守之地,伏卧在树干下伺机埋伏,双目充血仰视上方;雄狮则因悲痛若狂、神魂不定,在山野间四处游荡,偶遇一名樵夫。樵夫吓得丢下了斧头,而雄狮这头猛兽却向他摇尾乞怜,尽量伸展身躯向他致意,并用舌头舔抚他的面孔使其平静。樵夫渐渐放下心来,雄狮便用尾巴环绕着他引路,并不容许他丢下斧头,而是用脚爪示意他将斧头拾起。见樵夫未能领会,雄狮便亲自用嘴衔起斧头递给他;樵夫跟随着它,雄狮遂将其带至巢穴。母狮一见樵夫,亦走上前去摇尾抚慰,眼神悲凄,并抬头仰望树上的母熊。樵夫见状,推知这些猛兽遭受了树上之熊的侵害,便倾尽双臂之力挥斧砍树。大树倾倒,母熊跌落下来,猛兽们随即将它撕成碎片。雄狮随后将樵夫完好无损地送回最初相遇之处,使他重归原本的伐木之业。

§3.22

Αἰγυπτίων μάχη θηρίων ἀσπίδος καὶ ἰχνεύμονος. καὶ ὁ μὲν ἰχνεύμων οὐκ ἀβούλως οὐδὲ ἐκπλήκτως ἐπὶ τὸν ἀγῶνα ἀφικνεῖται τὸν πρὸς τὸν ἀντίπαλον, ἀλλʼ ὡς ἀνὴρ πανοπλίᾳ φραξάμενος, οὕτως ἐκεῖνος τῷ πηλῷ ἐγκυλίσας ἑαυτὸν καὶ ἀναπλήσας τοῦ περιπαγέντος ἔοικεν ἔχειν ἀρκοῦν πρόβλημα καὶ στεγανόν. εἰ δὲ ἀπορία εἴη πηλοῦ, λούσας ἑαυτὸν ὕδατι καὶ ἐς ἄμμον βαθεῖαν ὑγρὸν ἔτι ἐμβαλών, ἐκ τῆσδε τῆς ἐπινοίας τὸ ἀμυντήριον ἐξ ἀπόρων σπάσας, ἐπὶ τὴν μάχην ἔρχεται. τῆς τε ῥινὸς τὸ ἄκρον ἐγχρίσει τῇ τῆς ἀσπίδος τρόπον τινὰ ἐκκείμενον φρουρεῖ τὴν οὐρὰν ἀνακλάσας καὶ ἀποφράξας διʼ αὐτῆς αὐτό. καὶ ἐὰν μὲν ἡ ἀσπὶς τούτου τύχῃ, τὸν ἀνταγωνιστὴν καθεῖλεν· εἰ δὲ μή, μάτην τοὺς ὀδόντας τῷ πηλῷ πονεῖται, πάλιν τε ὁ ἰχνεύμων προσερπύσας ἀδοκήτως καὶ τοῦ τραχήλου λαβόμενος ἀπέπνιξε

埃及野兽眼镜蛇与獴的战斗:獴在与这对手交锋时,既非漫无心智,亦非惊惶失措,而是如身披全副甲胄的战士一般,在泥浆中打滚,浑身裹满硬化的泥壳,显得拥有了坚固而密不透风的防护。若缺乏泥浆,它便用水清洗身体,趁湿投入深沙之中,借此机智在困境中备得铠甲,奔赴战场。至于鼻尖部位,因在某种程度上暴露在眼镜蛇的毒袭之下,它便将尾巴向后翻卷,以此遮挡护卫。倘若眼镜蛇击中此一部位,便能击倒对手;若不然,蛇牙便徒劳地损耗在硬泥上,而獴则再次出其不意地潜行而至,扼住蛇颈,将其窒息咬死。

语法注4 条
  1. 3.20ἵνα μὴ τοῖς ἐπιλήπτοις ᾖ ἰᾶσθαι

    此处 ᾖ ἰᾶσθαι 作非人称用法(相当于 ἔστι / ἔξεστι 加不定式,表示“得以可能”),与格 τοῖς ἐπιλήπτοις 为逻辑主语或利益与格,意为“以免癫痫患者得以治愈自身”。

  2. 3.21ᾗ ποδῶν εἶχεν

    由关系副词 ᾗ、动词 ἔχω 及部分属格 ποδῶν 构成的习惯用语,意为“以双足所及的最快速度”、“全力飞奔”。

  3. 3.21τοῦ τιμωρήσασθαι

    带定冠词中性单数属格的不定式(τοῦ τιμωρήσασθαι)表目的(目的属格),修饰 ἥκειν,表示“为了惩处凶手(而来到此处)”。

  4. 3.21ὡς εἶχε ῥώμης τε καὶ χειρῶν

    由 ὡς + ἔχω + 部分属格(ῥώμης τε καὶ χειρῶν)构成的惯用句式,意为“倾尽双手与力气之所及”,与前文的 ᾗ ποδῶν εἶχεν 结构相同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:3.19-3.22