← 克劳狄乌斯·埃利安

论动物的本性

§3.16-3.18

石鸡育雏的智慧与动物的嫉妒及红海毒鱼

本节记述了石鸡筑巢、伪装诱敌以护雏以及雄鸟的好色争斗,动物因嫉妒而隐藏蜕皮、鹿角与情蛊的习性,以及红海中受触即膨胀爆裂的奇异毒鱼“鼓泡鱼”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.16

ὅταν μέλλωσι πέρδικες πρὸς τῷ τίκτειν εἶναι, παρασκευάζουσιν ἑαυτοῖς ἔκ τινων καρφῶν τὴν καλουμένην ἅλω.1 πλέγμα δέ ἐστι κοῖλον καὶ ἐγκαθίσαι μάλα ἐπιτήδειον. καὶ κόνιν ἐγχέαντες, καὶ μαλακήν τινα οἱονεὶ κοίτην ἐργασάμενοι, καὶ ἐνδύντες, εἶτα ἐπηλυγάσαντες ἑαυτοὺς ἄνωθεν κάρφεσιν ὑπὲρ τοῦ καὶ τοὺς ὄρνιθας λαθεῖν τοὺς ἁρπακτικοὺς καὶ τῶν ἀνθρώπων τοὺς θηρευτάς, κατὰ πολλὴν τὴν εἰρήνην ἀποτίκτουσιν· εἶτα τὰ ᾠὰ οὐ πιστεύουσι τῇ χώρᾳ τῇ αὐτῇ, ἀλλʼ ἑτέρᾳ, οἱονεὶ μετοικιζόμενοι· δεδοίκασι γὰρ μή ποτε ἄρα φωραθῶσιν. νεοττεύοντες δὲ τοὺς νεοττοὺς ὄντας ἁπαλοὺς ὑποθάλπουσι καὶ τοῖς ἑαυτῶν πτεροῖς ἀλεαίνουσιν, οἱονεὶ σπαργάνοις τοῖς πτίλοις περιαμπέχοντες· οὐ λούουσι δὲ αὐτούς, ἀλλὰ κονίοντες ἐργάζονται φαιδροτέρους. ἐὰν δὲ πέρδιξ ἴδῃ τινὰ προσιόντα καὶ ἐπιβουλεύοντα καὶ αὐτῷ καὶ τοῖς βρέφεσιν, ἐνταῦθα αὐτὸς μὲν ἑαυτὸν πρὸ τῶν ποδῶν κυλίει τῶν τοῦ θηρατοῦ, καὶ ἐνδίδωσιν ἐλπίδα τοῦ δύνασθαι συλλαβεῖν εἰλούμενον. καὶ ὃ μὲν ἐπικύπτει ἐς τὴν ἄγραν, ὃ δὲ ἐξελίττει ἑαυτόν· καὶ διαδιδράσκει καὶ γίνεται πρὸ ὁδοῦ τὰ βρέφη. ὅπερ οὖν συννοήσας ὁ πέρδιξ, θαρρῶν ἤδη τῆς ἀσχολίας τῆς ματαίας ἀπαλλάττει τὸν ὀρνιθοθήραν ἀναπτάς, καὶ ἐᾷ τὸν ἄνδρα κεχηνότα. εἶτα ἐν ἀδείᾳ ἡ μήτηρ γενομένη καὶ ἐν καλῷ στᾶσα τὰ βρέφη καλεῖ. οἳ δὲ αὐτῇ προσπέτονται γνωρίσαντες τὸ φώνημα. πέρδιξ δὲ ὠδῖνα ἀπολύειν μέλλων2 πειρᾶται λαθεῖν τὸν σύννομον, ἵνα μὴ τὰ ᾠὰ συντρίψῃ· λάγνος γὰρ ὢν οὐκ ἐᾷ τῇ παιδοτροφίᾳ σχολάζειν τὴν μητέρα. οὕτω δέ ἐστιν ἀκόλαστον τὸ τῶν περδίκων γένος. ὅταν αὐτοὺς ἀπολιποῦσαι εἶτα ἐπῳάζωσιν αἱ θήλειαι, οἳ δὲ ἐπίτηδες ἐς ὀργὴν ἀλλήλους ἐξάπτουσι, καὶ παίουσί τε καὶ παίονται πικρότατα· καὶ ὅ γε ἡττηθεὶς ὀχεύεται ὡς ὄρνις, καὶ δρᾷ τοῦτο ἀνέδην ὁ κρατήσας, ἔστʼ ἂν ὑφʼ ἑτέρου καὶ αὐτὸς ἡττηθεὶς εἶτα ἐς τὰς ὁμοίας λαβὰς ἐμπέσῃ.

当石鸡即将产卵时,便用杂草碎枝为自己筑成所谓的“打谷场”。这是一个凹陷的编织巢,极适宜坐伏其中。它们倒进尘土,做成如同柔软卧榻般的地方,钻入其中,随后从上方用草枝掩蔽自身,以便避开猛禽与人间猎人的耳目,在全然的平静中产下卵来。随后它们并不将卵留在原处,而是移往别处,俨然乔迁一般;因为它们唯恐被发觉。在抚育幼雏时,它们将幼小柔弱的雏鸟搂在身下暖护,用自己的翅翼使它们保持温暖,以羽毛将它们包裹如裹襁褓。它们不用水为雏鸟清洗,而是用土浴使它们更为光洁润泽。倘若石鸡望见有人走近,企图侵害自身与雏鸟,此时它便在猎人脚前打滚,让猎人产生能将这翻滚之物擒获的指望。当猎人弯腰抓捕时,石鸡便翻身脱出;与此同时,雏鸟们则四散逃走,在逃亡路上行进。石鸡察觉到这一点后,便心怀笃定地振翅飞去,免去了捕鸟人的徒劳纠缠,撇下那人目瞪口呆。随后,母鸟来到安全之处,驻足于地势优越之地呼唤雏鸟;雏鸟辨认出其鸣声,便向她飞聚而去。然而,当母石鸡即将分娩时,便力图避开配偶,以免雄鸟踩碎卵;因为雄鸟贪淫,不容母鸟安于抚育幼雏。石鸡的族类竟是如此放浪不羁。每当雌鸟撇下雄鸟去孵卵时,雄鸟便故意互相激起怒火,彼此极其激烈地痛击;败者如雌鸟般被骑乘交配,胜者则肆无忌惮地如此施为,直至其自身亦被他人击败,陷入相同的境地。

§3.17

λέγει μὲν οὖν Εὐριπίδης δυσώνυμον τὸν φθόνον· οὗτος δὲ ἄρα ἐνοικεῖ καὶ τῶν ζῴων ἔστιν οἷς. ὁ γοῦν γαλεώτης, ὥς φησι Θεόφραστος, ὅταν ἀποδύσηται τὸ γῆρας, ἐπιστραφεὶς εἶτα μέντοι καταπιὼν ἀφανίζει αὐτό· δοκεῖ δὲ ἐπιλήψεως εἶναι τὸ γῆρας τὸ τοῦδε τοῦ ζῴου ἀντίπαλον. οἶδε δὲ καὶ ἔλαφος τὸ δεξιὸν κέρας ἔχων ἐς πολλὰ ἀγαθόν, καὶ μέντοι καὶ κατορύττει τε αὐτὸ καὶ ἀποκρύπτει φθόνῳ τοῦ τοσούτων τινα ἀπολαῦσαι.3 ἴυγγας δὲ ἐρωτικὰς τῷ πώλῳ συντίκτουσα ἵππος οἶδε· ταῦτά τοι καὶ ἅμα τῷ τεχθῆναι τὸ βρέφος ἣ δὲ τὸ ἐπὶ τῷ μετώπῳ σαρκίον ἀπέτραγεν. ἱππόμανες ἄνθρωποι καλοῦσιν αὐτό. καὶ οἱ γόητες τὰ τοιαῦτά φασιν ὁρμάς τινας ἑλκτικὰς ἐς μίξιν ἀκατάσχετον καὶ οἶστρον ἀφροδίσιον παρέχειν καὶ ἐξάπτειν. οὔκουν τὴν ἵππον ἐθέλειν ἀνθρώπους μεταλαγχάνειν τοῦ γοητεύματος τοῦδε, ὥσπερ οὖν ἀγαθοῦ μεγίστου φθονοῦσαν. οὐ γάρ;

欧里庇得斯曾言嫉妒乃恶名昭彰之物;然而此种情绪原来亦潜伏在某些动物之中。至少壁虎在脱落旧皮时,如泰奥弗拉斯托斯所说,便转过身来将其吞下消灭;因为这种动物的蜕皮被视为癫痫的良药。公鹿亦深知自己的右角多有效验,因而出于嫉妒将角埋入土中藏匿起来,唯恐有人享受到如此巨大的益处。母马亦深知自己在产下马驹时伴生有情欲的符物;正是为此,在马驹刚出生之时,母马便咬掉了其额上的肉块。世人称其为“希波马内斯”。方士巫祝们声称,此类事物能引发并激起强烈的吸引冲动,致人陷入难遏的交合与淫狂之中。由此可见,母马不愿人类分享这一迷药,宛如嫉妒人类享有最大的福泽一般。难道不是吗?

§3.18

ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ ἰχθὺν Λεωνίδης ὁ Βυζάντιος γίνεσθαί φησι, κωβιοῦ τοῦ τελείου μείονα οὐδὲ ἕν· ἔχειν δὲ οὔτε ὀφθαλμοὺς αὐτὸν οὔτε στόμα ἐν νόμῳ τῷ τῶν ἰχθύων. προσπέφυκε δέ οἱ βράγχια καὶ σχῆμα κεφαλῆς, ὡς εἰκάσαι, οὐ μὴν ἐκμεμόρφωται εἶδος· κάτω δὲ ἄρα ὑπὸ τῇ γαστρὶ αὐτῷ ἐντέθλασται τύπος κολπώδης ἡσυχῆ, καὶ ἐκπέμπει σμαράγδου χρόαν. τοῦτον οὖν εἶναι καὶ ὀφθαλμόν οἵ φησι καὶ στόμα. ὅστις δὲ αὐτοῦ γεύεται, σὺν τῷ κακῷ τῷ ἑαυτοῦ ἐθήρασεν αὐτόν.4 καὶ τῆς διαφθορᾶς ὁ τρόπος, ὁ γευσάμενος ᾤδησεν, εἶτα ἡ γαστὴρ κατέρραξε, καὶ ὁ ἄνθρωπος ἀπόλωλε. δίδωσι δὲ καὶ αὐτὸς ἁλοὺς δίκας. πρῶτον μὲν ἔξω τοῦ κύματος γενόμενος οἰδάνει, καὶ εἴ τις αὐτοῦ ψαύσειεν, ὃ δὲ ἔτι καὶ μᾶλλον πίμπραται. καὶ εἴ τις ἐπιμείνειε ψαλάττων, γίνεται πᾶς ὑπὸ σήψεως διαυγέστατος, ὡς ὑδεριῶν· εἶτα τελευτῶν διερράγη. εἰ δὲ αὐτὸν ἐθέλοι τις ἔτι ζῶντα ἐς τὴν θάλατταν μεθεῖναι, ὃ δὲ ἐπινήχεται δίκην κύστεως ἀρθείσης πνεύματι. καί φησιν ὅτι ἐκ τοῦ πάθους φύσαλον ἐκάλουν αὐτόν.

拜占庭的莱奥尼达斯说,红海中生长着一种鱼,绝不小于成年的鰕虎鱼;但它既无寻常鱼类规制下的双目,亦无口器。它身上生有鳃部和近似头部的轮廓,借此可作推想,然而其外形并未充分塑造成形。但在它的腹部下方,平缓地凹陷着一个略带囊状的印痕,散发着翡翠般的色泽。因此他声称,此印痕兼作其目与口。凡品尝此鱼者,皆自招其祸而捕之。其致死的方式为:尝食者浑身肿胀,继而腹部破裂,人遂毙命。然而此鱼自身被捕后亦受惩罚。首先,一旦离水,它便膨胀开来;若有人触碰,它便进一步鼓胀;若有人持续弹击,它便因腐烂而浑身通透如受水肿之人,最终爆裂。若有人欲在其尚存活时放回海中,它便如充气的气囊般漂浮在水面。他说,世人正是根据这一特征而将其称作“鼓泡鱼”。

语法注4 条
  1. 3.16ἅλω

    雅典第二变格法阴性名词 ἅλως 的单数宾格形式。原义为圆形的“打谷场”,此处指雌鸟筑造的圆形凹陷巢穴。

  2. 3.16πέρδιξ δὲ ὠδῖνα ἀπολύειν μέλλων

    名词 πέρδιξ 兼通两性,但此处的现在分词 μέλλων 采用了阳性单数主格。尽管语境明确指向正在分娩产卵的雌鸟,但修饰语仍遵循该通性名词默认的阳性语法性,或将主语视作代表物种的普遍个体。

  3. 3.17φθόνῳ τοῦ τοσούτων τινα ἀπολαῦσαι

    φθόνῳ 是表示原因或动机的与格(“出于嫉妒”)。它支配冠词性不定式的属格 τοῦ ἀπολαῦσαι(表示所忌惮之事,“嫉妒有人享受到……”),该不定式带有宾格逻辑主语 τινα 和属格宾语 τοσούτων。

  4. 3.18σὺν τῷ κακῷ τῷ ἑαυτοῦ ἐθήρασεν αὐτόν

    主句动词 ἐθήρασεν 呼应一般性现在时关系从句 ὅστις δὲ αὐτοῦ γεύεται,属于箴言不定过去时(gnomic aorist),表示必然发生的规律或结果(“凡尝之者捕之即自招其祸”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:3.16-3.18