← 克劳狄乌斯·埃利安

论动物的本性

§2.50-2.57

刺𫚉毒刺与乌鸦习性及耕牛的诸般特质

本节记述了具毒刺鱼类与𫚉鱼致死盗贼的事迹、乌鸦的悍勇与习性、亚里士多德对生殖方式的分类、无角牛与斯基泰蜜蜂、反刍之鱼与鲨鱼护幼、随月盈亏的鼠肝及自生现象,最后颂扬了耕牛从生前劳作到死后化蜂的诸多益处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.50

Ὑπονύξαντες1 ἰὸν ἀφιᾶσιν ἰχθύων κωβιὸς καὶ δράκων καὶ χελιδών, οὐ μὴν ἐς θάνατον· ἡ τρυγὼν δὲ ἀποκτείνει παραχρῆμα τῷ κέντρῳ. καὶ λέγει γε Λεωνίδης ὁ Βυζάντιος ἰχθύων φύσεώς τε καὶ κρίσεως ἄπειρον ἄνθρωπον ἁρπάσαντα ἐκ δικτύου τρυγόνα ʽᾤετο δὲ ἄρα ὁ δυστυχὴς ψῆτταν εἶναἰ φέροντα ἐπικόλπιον ἐμβαλεῖν καὶ βαδίζειν, ὥς τι ἀγαθὸν εὑρόντα καὶ ἐς ἐμπολὴν κερδαλέον ἑαυτῷ ἅρπαγμα. ἣ δὲ ἄρα ἤλγησε πιεζομένη, καὶ παίει τῷ κέντρῳ πείρασα, καὶ ἐξέχεε τοῦ δυστυχοῦς κλέπτου τὰ σπλάγχνα. καὶ ἔκειτο παρὰ τῇ τρυγόνι νεκρὸς ὁ φώρ, ἐναργὴς ἔλεγχος ὧν οὐκ εἰδὼς ἔδρασεν.

在鱼类中,虾虎鱼、瞻星鱼和飞鲂[或角鱼类]轻刺之后会释放毒液,但并不致命;然而𫚉鱼则能用其毒刺立即致人于死地。拜占庭的莱奥尼达斯说,一个对鱼类的习性与辨别毫无经验的人,从渔网中夺走了一条𫚉鱼——这个倒霉的人竟以为那是比目鱼——将其揣入怀中便走,以为自己觅得了一件好物,是在买卖上于己有利的掠夺之获。但这只𫚉鱼因受到挤压而疼痛难忍,便用刺一击贯穿,倾覆了这个可怜盗贼的内脏。于是这名盗贼死在𫚉鱼身旁,成为自己因无知妄为而留下的昭彰明证。

§2.51

ὁ κόραξ, οὐκ ἂν αὐτὸν ἐς τόλμαν ἀθυμότερον εἴποις τῶν ἀετῶν.2 ὁμόσε γὰρ καὶ αὐτὸς τοῖς ζῴοις χωρεῖ, οὐ μέντοι τοῖς βραχυτάτοις, ἀλλʼ ὄνῳ τε καὶ ταύρῳ· κάθηταί τε γὰρ κατὰ τῶν τενόντων καὶ κόπτει αὐτούς, πολλῶν δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐξέκοψεν ὁ κόραξ. μάχεται δὲ καὶ ὄρνιθι ἰσχυρῷ, τῷ καλουμένῳ αἰσάλωνι· καὶ ὅταν θεάσηται ἀλώπεκι μαχόμενον, τιμωρεῖται· πρὸς γὰρ ἐκείνην ἔχει τινὰ φιλίαν. ἦν δὲ ἄρα ὀρνίθων πολυκλαγγότατός τε καὶ πολυφωνότατος· μαθὼν γὰρ καὶ ἀνθρωπίνην προΐησι φωνήν. φθέγμα δὲ αὐτοῦ παίζοντος μὲν ἄλλο, σπουδάζοντος δὲ ἕτερον· εἰ δὲ ὑποκρίνοιτο τὰ ἐκ τῶν θεῶν, ἱερὸν ἐνταῦθα καὶ μαντικὸν φθέγγεται. ἴσασι δὲ διὰ τοῦ θέρους ἐνοχλούμενοι ῥύσει γαστρός, καὶ διὰ ταῦτα ἑαυτοὺς ὑγρᾶς τροφῆς ἀγεύστους φυλάττουσιν.

至于乌鸦,你断不能说它在胆魄上不如鹰类勇敢。因为它自己亦敢于向兽类猛扑,且绝非针对最微小的动物,而是针对驴和公牛;因为它停留在它们的筋腱上啄食,甚至啄瞎了许多动物的眼睛。它亦同一种强健的名叫灰背隼的鸟交战;每当看到它与狐狸搏斗,〔乌鸦〕便会加以惩治,因为乌鸦与狐狸之间有着某种友谊。事实上,它乃是鸟类中最善喧噪、声调最丰富者;因为只要经过教导,它甚至能发出人言。它在玩耍时的啼声是一种,在庄重时又是另一种;若是传达神明的意旨,它在此刻便会发出神圣而具预言性的声音。它们深知在夏季会受腹泻之苦,因此便自我克制,不沾湿润的食物。

§2.52

λέγει δὲ Ἀριστοτέλης τῶν ζῴων τὰ μὲν ζῳοτόκα εἶναι, τὰ δὲ ᾠὰ τίκτειν, τὰ δὲ σκώληκας· καὶ ζῷα μὲν ἀνθρώπους γεννᾶν καὶ τὰ λοιπὰ ὅσα τριχῶν ἐστιν ἐπήβολα, καὶ τὰ κητώδη τῶν ἐνύδρων· τούτων δὲ τὰ μὲν αὐλόν, βράγχια δὲ οὐκ ἔχειν, οἷον δελφῖνα καὶ φάλαιναν.

亚里士多德说,动物之中有的属胎生,有的产卵,有的则产幼虫;人类以及其余凡具毛发之物,连同水栖生物中的鲸类,皆生育活的幼仔;在这些生物中,有的具有喷气孔而无鳃,例如海豚与鲸鱼。

§2.53

Μυσοῖς ἄγουσιν ἄχθη βόες, καὶ κεράτων ἄμοιροί εἰσι. λέγω δὲ τὴν ἀγέλην ἄκερων ὁρᾶσθαι οὐκέτι διὰ κρύος, ἀλλὰ τῶν βοῶν τῶνδε ἰδίᾳ φύσει, καὶ τὸ μαρτύριον παρὰ πόδας·3 γίνονται γὰρ καὶ ἐν Σκύθαις κεράτων οὐκ ἀγέραστοι βόες. ἐγὼ δὲ ἀκούω λέγοντός τινος ἐν συγγραφῇ καὶ μελίττας Σκυθίδας εἶναι, ἐπαΐειν τε τοῦ κρύους οὐδὲ ἕν, καὶ μέντοι καὶ πιπράσκειν ἐς Μυσοὺς κομίζοντας Σκύθας οὐκ ὀθνεῖον σφίσιν ἀλλὰ αὐθιγενὲς μέλι καὶ κηρία ἐπιχώρια. εἰ δὲ ἐναντία Ἡροδότῳ λέγω, μή μοι ἀχθέσθω· ὁ γὰρ ταῦτα εἰπὼν ἱστορίαν ἀποδείκνυσθαι ἀλλʼ οὐκ ἀκοὴν ᾅδειν ἔφατο ἡμῖν ἀβασάνιστον.

在密细亚人那里,公牛运载重物,且皆无角。而我说此处的牛群之所以被见为无角,不再是由于严寒,而是由于这些公牛自身特有的本性,并且其明证便在眼前:因为在斯基泰人那里,公牛的诞生亦非不具角之荣耀。而我听闻某人在著作中言道,亦有斯基泰蜜蜂存在,对严寒毫不畏惧,斯基泰人甚至将非属外来、而是本乡本土出产的蜂蜜与本地蜂巢运至密细亚人处出售。若我所言与希罗多德相抵触,愿他勿迁怒于我;因为陈述此事之人声称自己展示的是探究之实,而非向我们诵读未经审验的道听途说。

§2.54

τῶν θαλαττίων πυνθάνομαι μόνον τὸν σκάρον τὴν τροφὴν ἀναπλέουσαν ἐπεσθίειν, ὥσπερ οὖν καὶ τὰ βληχητά, ἃ δὴ καὶ μαρυκᾶσθαι λέγουσιν.

在海洋生物中,我获悉唯有鹦嘴鱼会再次咀嚼浮升上来的食物,正如同那些被称作确实会反刍的咩咩鸣叫的牲畜一样。

§2.55

ὁ γαλεὸς ὠδίνει διὰ τοῦ στόματος ἐν τῇ θαλάττῃ, πάλιν τε ἐσδέχεται τὰ βρέφη, καὶ ἀνεμεῖ ταῖς αὐταῖς ὁδοῖς ζῶντα καὶ ἀπαθῆ.

角鲨在海中通过口部分娩,又重新将幼仔收纳回体内,并经由同一通道将其完好无伤地活活吐出。

§2.56

Μυὸς ἧπαρ καὶ μάλα ἐκπληκτικῶς τε καὶ παραδόξως τῆς μὲν σελήνης αὐξανομένης λοβὸν ἑαυτῷ τινα ἐπιτίκτει ὁσημέραι μέχρι διχομήνου· εἶτα αὖ πάλιν ὑπολήγει μειουμένου τοῦ μηνὸς τὸν ἴσον λόγον, ἔστʼ ἂν ἐς σῶμα κατολίσθῃ ἀνείδεον.4 ἀκούω δὲ ἐν τῇ Θηβαΐδι χαλάζης πεσούσης ἐπὶ τῆς γῆς ὁρᾶσθαι μύας, ὧν τὸ μὲν πηλός ἐστιν ἔτι, τὸ δὲ σὰρξ ἤδη. ἐγὼ δὲ αὐτὸς ἐκ τῆς Ἰταλικῆς Νέας πόλεως ἐλαύνων ἐς Δικαιαρχίαν ὕσθην βατράχοις, καὶ τὸ μὲν μέρος αὐτῶν τὸ πρὸς τῇ κεφαλῇ εἷρπε, καὶ δύο πόδες ἦγον αὐτό, τὸ δὲ ἐπεσύρετο ἔτι ἄπλαστον, καὶ ἐῴκει ἔκ τινος ὕλης ὑγρᾶς συνεστῶτι.

老鼠的肝脏极为惊人且奇妙:当月亮渐盈之时,直到月中为止每天都会为自身增生一片肝叶;随后,随着月亮亏缺,又以同等比例缩减,直至衰减为毫无形状的肉块。我听说在底比斯地区,冰雹落在地上之后,人们能见到一部分仍是泥土、另一部分已是血肉的老鼠。我自己从意大利的涅阿波利斯驱车前往迪凯阿尔基亚时,亦曾遭遇蛙雨;它们朝向头部的一部分在爬行,有两条腿带动着,但另一部分则尚未成形,拖在后面,宛如由某种湿润的物质凝聚而成。

§2.57

τὸ τῶν βοῶν ἄρα πάγχρηστον ἦν γένος καὶ ἐς γεωργίας κοινωνίαν καὶ ἐς ἀγωγὴν φόρτου διαφόρου. καὶ γαυλοὺς ἐμπλῆσαι βοῦς ἀγαθός ἐστι, καὶ βωμοὺς κοσμεῖ, καὶ ἀγάλλει πανηγύρεις, καὶ πανθοινίαν παρέχει. καὶ ἀποθανὼν δὲ βοῦς γενναῖόν τι χρῆμα καὶ ἀξιέπαινον. μέλιτται γοῦν ἐκ τῶν ἐκείνου λειψάνων ἐκφύονται, ζῷον φιλεργότατον καὶ τῶν καρπῶν τὸν ἄριστόν τε καὶ γλύκιστον ἐν ἀνθρώποις παρασκευάζον, τὸ μέλι.

由此可见,公牛这一物种无论对于农耕劳作的协助,还是对于各色货物的运送,都极为有用。公牛擅于注满奶桶,装点祭坛,为节庆聚会增光添彩,并提供万民盛宴。即使死去,公牛亦是一桩高贵且值得称赞之物。至少,从它的遗骸中会生出蜜蜂,这是一种最勤勉的生灵,能为人类制出万般果实中最美善、最甘甜之物——蜂蜜。

语法注4 条
  1. 2.50Ὑπονύξαντες

    作方式或手段状语的副词性分词,为阳性复数主格,与复合主语 κωβιὸς καὶ δράκων καὶ χελιδών 一致。

  2. 2.51ὁ κόραξ, οὐκ ἂν αὐτὸν ἐς τόλμαν ἀθυμότερον εἴποις τῶν ἀετῶν

    句首的 ὁ κόραξ 为悬垂主格(或话题化置前),在主句中由宾格代词 αὐτόν 承接。ἄν 与 εἴποις 连用构成潜在希求法('你不能说')。

  3. 2.53παρὰ πόδας

    惯用介词短语,字面为'在脚边',引申指证据'就在眼前'、'昭然若揭'。

  4. 2.56ἔστʼ ἂν ἐς σῶμα κατολίσθῃ ἀνείδεον

    由连词 ἔστε 加 ἄν 及虚拟式不定过去时 κατολίσθῃ 引导的时间从句,表示'直到衰变为无形状的肉块为止'的时间界限。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.50-2.57