← 克劳狄乌斯·埃利安

论动物的本性

§2.8-2.10

海豚助渔、鹿捕毒蛇与牝马配种法

本段记述了优卑亚渔民如何与海豚合作夜捕并均分渔获,鹿如何以鼻息将毒蛇从洞中吸出捕食,以及人们如何剃去傲慢牝马的鬃毛以促成其与公驴交配的习性与技艺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8

λόγοι φασὶν Εὐβοέων δεῦρο φοιτῶντες,1 τοὺς ἁλιέας τοὺς ἐκεῖσε τοῖς δελφῖσι τοῖς ἐκεῖθι ἰσομοιρίαν τῆς θήρας ἀπονέμειν· καὶ ἀκούω τὴν ἄγραν τοιαύτην. γαλήνην εἶναι χρή, καὶ εἰ ταῦθʼ οὕτως ἔχει, τῆς πρῴρας τῶν ἀκατίων κοίλας τινὰς ἐξαρτῶσιν ἐσχαρίδας πυρὸς ἐνακμάζοντος· καὶ εἰσὶ διαφανεῖς, ὡς καὶ στέγειν τὸ πῦρ καὶ μὴ κρύπτειν τὸ φῶς. ἰπνοὺς καλοῦσιν αὐτάς. οἱ τοίνυν ἰχθῦς δεδίασι τὴν αὐγὴν καὶ τὴν λαμπηδόνα δυσωποῦνται· καὶ οἳ μὲν οὐκ εἰδότες ὅ τι βούλεται τὸ ὁρώμενον, πλησιάζουσι, μαθεῖν βουλόμενοι τοῦ φοβοῦντος σφᾶς τὴν αἰτίαν· εἶτα ἐκπλαγέντες ἢ πρός τινι πέτρᾳ ἡσυχάζουσιν ἀθρόοι παλλόμενοι τῷ δέει ἢ ἐς τὴν ᾐόνα ἐκπίπτουσιν ὠθούμενοι, καὶ ἐοίκασι τοῖς ἐμβεβροντημένοις. οὕτω γε μὴν διακειμένους ῥᾷστόν ἐστιν ἤδη καὶ τριαίνῃ πατάξαι.2 ἐπειδὰν οὖν θεάσωνται οἱ δελφῖνες τοὺς ἁλιέας τὸ πῦρ ἐξάψαντας, ἑαυτοὺς εὐτρεπίζουσι. καὶ οἳ μὲν ἠρέμα ὑπερέττουσιν, οἱ δὲ δελφῖνες τοὺς ἐξωτέρω τῶν ἰχθύων φοβοῦντες ὠθοῦσι καὶ τοῦ διαδιδράσκειν ἀναστέλλουσιν. οὐκοῦν ἐκεῖνοι πιεζόμενοι πανταχόθεν καὶ τρόπον τινὰ κεκυκλωμένοι ἔκ τε τῆς τούτων εἰρεσίας καὶ τῆς νήξεως τῆς ἐκείνων συνιᾶσιν ἄφυκτα εἶναι σφίσι, καὶ παραμένουσι καὶ ἁλίσκονται πάμπολύ τι χρῆμα. καὶ οἱ δελφῖνες προσίασιν ὡς ἀπαιτοῦντες τοῦ κοινοῦ πόνου τὴν ἐπικαρπίαν τὴν ὀφειλομένην σφίσιν ἐκ τῆς νομῆς, καὶ οἵ γε ἁλιεῖς πιστῶς καὶ εὐγνωμόνως ἀφίστανται τοῖς συνθήροις τοῦ δικαίου μέρους,3 εἰ βούλονται καὶ πάλιν σφίσι συμμάχους ἀκλήτους παρεῖναι καὶ ἀπροφασίστους. πιστεύουσι γὰρ οἱ ἐκεῖ θαλαττουργοὶ ὅτι παραβάντες ἕξουσιν ἐχθροὺς οὓς εἶχον πρότερον φίλους.

传至此间的优卑亚人传言称,当地的渔民会将渔获的对等份额分配给当地的海豚;我听闻其捕捞方式乃是如此:海面必须平静,若情况确实如此,他们便从轻舟的船头悬挂起某些盛有熊熊烈火的空心火篮;这些火篮是透光的,既能遮护火焰,又不会掩盖光芒。他们称之为提灯。鱼群惧怕这光芒,被其眩目所震慑;它们不知所见之物究竟为何,便靠近前来,试图探知恐吓自己的根源;随后它们惊恐万分,要么成群挤在某块岩石旁因恐惧而颤抖不动,要么推搡着被冲上海滩,宛如被雷电击中昏厥之人。当它们处于此种境地时,用三叉戟刺捕便已极为轻而易举。海豚一旦望见渔夫点起火,便整装待发。渔夫们静悄悄地划桨,海豚则恐吓并驱赶外围的鱼群,阻遏它们逃窜。因此,在渔民的划行与海豚的巡泳两相逼迫下,鱼群各方受压、陷入某种包围,领悟到自己已无路可逃,便留在原地,被捕获者不可胜数。随后海豚上前,仿佛索取按分配本属于它们的共同劳作的果实;而渔民们亦恪守信义、心怀感恩地将应得的一份让与同猎的伙伴,只要他们还希望海豚日后依然作为不唤自来、毫不迟疑的盟友现身相助。因为当地的渔民坚信,若违背诺言,昔日的朋友便将化作仇敌。

§2.9

ἔλαφος ὄφιν νικᾷ, κατά τινα φύσεως δωρεὰν θαυμαστήν· καὶ οὐκ ἂν αὐτὸν διαλάθοι ἐν τῷ φωλεῷ ὢν ὁ ἔχθιστος, ἀλλὰ προσερείσας τῇ καταδρομῇ τοῦ δακέτου τοὺς ἑαυτοῦ μυκτῆρας βιαιότατα ἐσπνεῖ, καὶ ἕλκει ὡς ἴυγγι τῷ πνεύματι, καὶ ἄκοντα προάγει, καὶ προκύπτοντα αὐτὸν ἐσθίειν ἄρχεται· καὶ μάλιστά γε διὰ χειμῶνος δρᾷ τοῦτο. ἤδη μέντοι τις καὶ κέρας ἐλάφου ξέσας, εἶτα τὸ ξέσμα ἐς πῦρ ἐνέβαλε, καὶ ὁ καπνὸς ἀνιὼν διώκει τοὺς ὄφεις πανταχόθεν, μηδὲ τὴν ὀσμὴν ὑπομένοντας. ἔστι μὲν τὴν ἄλλως ὁ ἵππος γαῦρον·4 καὶ γὰρ καὶ τὸ μέγεθος καὶ τὸ τάχος αὐτὸν καὶ τοῦ αὐχένος τὸ ὑψηλὸν καὶ ἡ τῶν σκελῶν ὑγρότης καὶ ἡ τῶν ὁπλῶν κροῦσις ἐς φρύαγμα καὶ τῦφον ἀνάγει· μάλιστα δὲ κομῶσα ἵππος ἁβρότατόν τέ ἐστι καὶ θρυπτικώτατον. ἀτιμάζει γοῦν ἀναβῆναι τοὺς ὄνους αὐτήν, ἵππῳ δὲ γαμουμένη ἥδεται, καὶ ἑαυτὴν ἀξιοῖ τῶν μεγίστων. ὅπερ οὖν συνειδότες οἱ βουλόμενοι ἡμιόνους σφίσι γενέσθαι, ἀποθρίσαντες τῆς ἵππου τὴν χαίτην εἰκῆ καὶ ὡς ἔτυχεν, εἶτα μέντοι τοὺς ὄνους ἐπάγουσιν· ἣ δὲ ὑπομένει τὸν ἄδοξον ἤδη γαμέτην, πρῶτον αἰδουμένη. καὶ Σοφοκλῆς δὲ ἔοικε μεμνῆσθαι τοῦ πάθους.

鹿凭借自然某种奇妙的赐予而克制毒蛇;哪怕这极恶的宿敌身在洞穴之中,也绝无法瞒过鹿的察觉;鹿将自己的鼻孔贴在毒虫的洞穴口,极力猛烈吸气,以气息宛若符咒引力般将其拽出,强行将其拉向前来,待它探出头便开始吞食;而在冬季它尤常如此行事。此外,若有人锉削鹿角,随后将角屑投入火中,升起的烟雾便会从四处驱逐毒蛇,因它们甚至无法忍受这气味。马在通常情况下乃是骄傲之物;其身躯的高大、速度的迅疾、颈项的高扬、四肢的柔韧以及蹄声的踏响,皆引其步入倨傲与自矜;而生有浓密鬃毛的牝马更是极尽优雅而骄贵。故而,她视公驴的骑乘为耻辱,却乐于与公马交配,自认堪当至高荣耀。因此,那些希冀获得骡子的人洞悉此理,便胡乱而随意地剪去牝马的鬃毛,随后才引来公驴;牝马起初虽感羞耻,如今也屈从于这不体面的配偶。索福克勒斯似乎亦曾提及此种苦痛经历。

语法注4 条
  1. 2.8λόγοι φασὶν Εὐβοέων δεῦρο φοιτῶντες

    主要动词 φασίν 的主语是带有分词 φοιτῶντες 的 λόγοι,意为“流传至此的消息/传言称”。属格 Εὐβοέων 修饰 λόγοι,表示“优卑亚人的传闻”。带不定式的宾格结构(τοὺς ἁλιέας ... ἀπονέμειν)构成受 φασίν 支配的宾语从句。

  2. 2.8διακειμένους ῥᾷστόν ἐστιν ἤδη καὶ τριαίνῃ πατάξαι

    διακειμένους 为阳性复数宾格分词,指代前句中陷入呆滞状态的鱼群(ἰχθῦς),作不定式 πατάξαι 的逻辑宾语,并在句首构成了前置(超步法/hyperbaton)。该不定式依附于无人称句 ῥᾷστόν ἐστιν(“做……是极为容易的”)。

  3. 2.8ἀφίστανται τοῖς συνθήροις τοῦ δικαίου μέρους

    动词 ἀφίστημι 的中间态 ἀφίσταμαι 带有与格(τοῖς συνθήροις)和分离属格(τοῦ δικαίου μέρους),具有“向某人让出/放弃某物”的法权或习惯用法。此处表示渔民将渔获的应得份额让给同猎的海豚。

  4. 2.10ἔστι μὲν τὴν ἄλλως ὁ ἵππος γαῦρον

    τὴν ἄλλως 为宾格副词短语,意为“通常、一般而言、本就”。主语 ὁ ἵππος 为阳性单数,而作表语的形容词 γαῦρον 却采用中性单数形式,这是希腊语中将某一物种或类别统称为抽象本质(“马乃是骄傲之物”)的标准中性表语用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.8-2.10