- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.11#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞美大象的音乐天赋、顺服本性与学习才能,舍弃荒诞传闻而依凭罗马的实际记载,详述日耳曼尼库斯办演期间驯兽师如何操练幼象习舞、耐受喧嚣并保持温顺。
περὶ μὲν τῆς τῶν ἐλεφάντων σοφίας εἶπον ἀλλαχόθι, καὶ μέντοι καὶ περὶ τῆς θήρας αὐτῶν καὶ ταύτης εἶπον ὀλίγα ἐκ πολλῶν ὧν ἔφασαν ἄλλοι. τὸ δὲ νῦν ἔχον1 ἔοικα ἐρεῖν περί τε εὐμουσίας αὐτῶν καὶ εὐπειθείας καὶ τῆς ἐς τὰ μαθήματα εὐκολίας, χαλεπὰ ὅμως ὄντα καὶ ἀνθρώπῳ τυχεῖν, μή τι γοῦν τοσούτῳ θηρίῳ καὶ οὕτω τέως ἀγριωτάτῳ συγγενέσθαι.2 χορείαν γὰρ καὶ ὀρχηστικὴν καὶ βαίνειν πρὸς ῥυθμὸν καὶ αὐλοῦ ἀσμένως ἀκούειν καὶ συνιέναι ἤχων διαφοράς, ἢ βραδύνειν ἐνδιδόντων ἢ ταχύνειν παρορμώντων,3 μαθὼν οἶδεν ἐλέφας, καὶ ἀκριβοῖ καὶ οὐ σφάλλεται. οὕτως ἄρα ἡ φύσις μεγέθει μὲν αὐτὸν μέγιστον εἰργάσατο, μάθησις δὲ πραότατον ἀπέφηνε καὶ εὐάγωγον. εἰ μὲν οὖν ἔμελλον τὴν ἐν Ἰνδοῖς αὐτῶν εὐπείθειαν καὶ εὐμάθειαν ἢ τὴν ἐν Αἰθιοπίᾳ ἢ τὴν ἐν Λιβύῃ γράφειν, ἴσως ἄν τῳ καὶ μῦθον ἐδόκουν τινὰ συμπλάσας κομπάζειν, εἶτα ἐπὶ φήμῃ τοῦ θηρίου τῆς φύσεως καταψεύδεσθαι· ὅπερ ἐχρῆν δρᾶν φιλοσοφοῦντα ἄνδρα ἥκιστα καὶ ἀληθείας ἐραστὴν διάπυρον. ἃ δὲ αὐτὸς εἶδον καὶ ἅτινα πρότερον ἐν τῇ Ῥώμῃ πραχθέντα ἀνέγραψαν ἄλλοι προειλόμην εἰπεῖν, ἐπιδραμὼν ὀλίγα ἐκ πολλῶν, οὐχ ἥκιστα καὶ ἐντεῦθεν ἀποδεικνὺς τὴν τοῦ ζῴου ἰδιότητα. ἡμερωθεὶς ἐλέφας πραότατόν ἐστι, καὶ ἄγεται ῥᾷστα ἐς ὅ τί τις θέλει. καὶ τά γε πρεσβύτατα τιμῶν τὸν χρόνον ἐρῶ πρῶτον. θέας ἐπετέλει Ῥωμαίοις ὁ Γερμανικὸς ὁ Καῖσαρ· εἴη δʼ ἂν ἀδελφιδοῦς Τιβερίου οὗτος. οὐκοῦν ἐγένοντο καὶ ἄρρενες ἐν τῇ Ῥώμῃ τέλειοι πλείους καὶ θήλειαι, εἶτα ἐξ αὐτῶν ἐτέχθησαν αὐθιγενεῖς. καὶ ὅτε τὰ κῶλα ὑπήρξαντο πήγνυσθαι, σοφὸς ἀνὴρ ὁμιλεῖν τοιούτοις θηρίοις ἐπώλευσεν αὐτούς, δαιμονίᾳ τινὶ καὶ ἐκπληκτικῇ διδασκαλίᾳ μεταχειρισάμενος. προσῆγε δὲ αὐτοὺς ἄρα ἡσυχῆ τήν γε πρώτην καὶ πράως τοῖς διδάγμασι δελέατα ἄττα ἐπάγων καὶ τροφὰς ἡδίστας καὶ πεποικιλμένας ἐς τὸ ἐπαγωγόν τε καὶ ἐφολκόν, ὡς εἴ τι μὲν ἦν ἀγριότητος, τοῦτο ἐκβαλεῖν, ἀπαυτομολῆσαι δὲ πρὸς τὸ ἥμερον καὶ ἁμωσγέπως ἀνθρώπειον. καὶ ἦν γε τὰ μαθήματα αὐλῶν ἀκούοντας μὴ ἐκμαίνεσθαι, καὶ τυμπάνων ἀράβου κροτοῦντος μὴ ταράττεσθαι, καὶ κηλεῖσθαι σύριγγι, φέρειν δὲ καὶ ἤχους ἐκμελεῖς καὶ ποδῶν ἐμβαινόντων ψόφον καὶ ᾠδὴν συμμιγῆ· ἐξεπονήθησαν δὲ καὶ ἀνθρώπων πλῆθος μὴ δεδιέναι. ἦν δὲ καὶ ἐκεῖνα διδάγματα ἀνδρικά, πρὸς τὴν τῆς πληγῆς καταφορὰν μὴ θυμοῦσθαι, μηδὲ μὴν ἀναγκαζομένους λυγίζειν τι τῶν μελῶν καὶ κάμπτειν ὀρχηστικῶς τε καὶ χορικῶς εἶτα ἐς θυμὸν ἐξάπτεσθαι, καὶ ταῦτα ῥώμης τε καὶ ἀλκῆς εὖ ἥκοντας.4 φύσει μὲν οὖν τοῦτο πλεονέκτημα ἤδη καὶ μάλα γεννικόν, μὴ ἔχειν ἀτάκτως μηδὲ ἀπειθῶς πρὸς παιδεύματα ἀνθρωπικά· ἐπεὶ δὲ ἀπέφηνεν αὐτοὺς ὁ ὀρχηστοδιδάσκαλος καὶ μάλα γε σοφούς, καὶ ἠκρίβουν τὰ ἐκ τῆς παιδεύσεως, οὐκ ἐψεύσαντο τῆς διδασκαλίας τὸν πόνον, φασίν, ἔνθα ἐπιδείξασθαι τὰ παιδεύματα αὐτοὺς ἡ χρεία σὺν τῷ καιρῷ παρεκάλει.
关于大象的智慧,我已在别处谈及;而在捕猎它们方面,我也从他人所述的诸多内容中略加采摭。然而就眼下而言,我将要谈及它们的音乐素养、顺从以及对技艺的学习领悟能力——这些特质即便对人类而言也实难兼备,更何况汇聚于如此庞大且此前极度凶猛的野兽之身。因为大象在受训之后,不仅通晓合队而舞与独舞之术、依循节律迈步行进、乐于倾听管乐,更能明辨音调之异——吹奏者放缓节奏时它便随之放慢,催促激励时它便随之加速——且分毫不差,绝无纰漏。由此可见,自然在体魄上赋予它最为庞大的身躯,而训育却使它展现为至为温驯而易于驯从的生灵。假使我要记述它们在印度人那里、或在埃塞俄比亚、或在利比亚所表现出的顺服与聪颖,或许有人会认为我是在虚构神话以资夸耀,进而凭借传闻对该兽的本性妄加捏造——而这绝非一个通达哲理之人与热烈追求真理者所当为之事。然而,我所选取的乃是亲眼所见之景,以及前人记述曾在罗马所发生之事,仅在万千事例中略举数端,由此亦足可昭示该兽与众不同的禀赋。大象一旦被驯化,便极尽温良,人们无论意欲何为皆可极易引其行事。为了尊重岁月的先后次序,我将首述年代最为久远之事。日耳曼尼库斯·恺撒——即提比略的侄子——曾为罗马人举办盛大表演。当时在罗马蓄有多头成年雄象与雌象,其后更由它们繁育出本地出生的幼象。当它们的肢体开始长成结实之际,一位精于同此类野兽相处的高人驯导了它们,以某种神异而令人叹服的训导之法驾驭它们。他起初极尽沉稳而温和地引诱它们投入学艺,施以各种诱饵以及极富滋味、名目繁多的食物来招徕引逗,借此涤除可能残留的野性,使之归顺于温良并近乎通晓人性。其课业内容包括:闻听管乐而不致发狂,鼓声震响而不生骚动,能为排箫之音所陶醉,并能承受刺耳的杂音、众人踏步之声与喧杂的歌声;它们亦经受严苛操练,做到不畏惧拥挤的人群。更有此等刚强坚忍的课业:承受鞭笞打击而不动怒,即便被迫如舞者与合唱队那般扭曲弯折肢体亦不致激起怒火——而这还是在它们身负极强力量与勇武的情况下做到的。因此,对于人类的训诫不起骚乱悖逆之心,这在天性上便已是极高贵的优点;而当舞蹈师将它们训练得极为精通、使它们将所受教育尽皆烂熟于心之后,人们说,当需要与时机召唤它们展示技艺之时,它们绝未辜负这番训育的辛劳。
- 2.11τὸ δὲ νῦν ἔχον
副词性宾格短语,意为“就目前而言”或“在现阶段”。置于句首标志着话题的转换,由前文论述的智慧与捕猎转向本节的主题(音乐禀赋与受训能力)。
- 2.11χαλεπὰ ὅμως ὄντα καὶ ἀνθρώπῳ τυχεῖν, μή τι γοῦν τοσούτῳ θηρίῳ καὶ οὕτω τέως ἀγριωτάτῳ συγγενέσθαι
中性复数分词 ὄντα 在概念上统摄并呼应前述三个阴性名词(εὐμουσίας, εὐπειθείας, εὐκολίας),起同格说明作用。不定式 τυχεῖν 与 συγγενέσθαι 补充说明形容词 χαλεπά。成语短语 μή τι γοῦν(相当于 μή τι γε)意为“更不必说”或“遑论”,用以凸显即便对人类而言也极难获得的特质竟然能在原本凶猛的巨兽身上出现。
- 2.11ἢ βραδύνειν ἐνδιδόντων ἢ ταχύνειν παρορμώντων
现在时分词 ἐνδιδόντων 与 παρορμώντων 构成属格独立结构,其逻辑主语(吹笛乐手)在语境中被省略。不定式 βραδύνειν 与 ταχύνειν 依附于 συνιέναι,指大象懂得在乐手放缓乐声时放慢步调,在乐手催逼激励时加快步伐。
- 2.11καὶ ταῦτα ῥώμης τε καὶ ἀλκῆς εὖ ἥκοντας
短语 καὶ ταῦτα 是一常见习惯用法,意为“而且是在……的情况下”或“即便……依然”。“εὖ ἥκειν + 属格”为固定句式,表示“充分具有某物”或“在某方面造诣深厚”(此处宾格分词 ἥκοντας 修饰作为前述动作逻辑主语的大象),突出了大象尽管自身具备充沛的力量与勇武,却能保持克制而不动怒的神奇品质。
