← 克劳狄乌斯·埃利安

论动物的本性

§2.6-2.7

少年与海豚的深情及避让蛇怪的群蛇

埃利亚努斯详述了波罗色勒涅城邦中少年与海豚之间的相悦之情与共泳奇事,随后记述了阿耳刻拉奥斯关于利比亚群蛇在蛇怪临近时仓皇舍弃死骡逃遁的报告。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6

τὴν τῶν δελφίνων φιλομουσίαν καὶ τὸ τῶν αὐτῶν ἐρωτικόν, τὸ μὲν ᾅδουσι Κορίνθιοι, καὶ ὁμολογοῦσιν αὐτοῖς Λέσβιοι, τὸ δὲ Ἰῆται· τὰ μὲν Ἀρίονος τοῦ Μηθυμναίου ἐκεῖνοι, τά γε μὴν ἐν τῇ Ἴῳ ὑπὲρ τοῦ παιδὸς τοῦ καλοῦ καὶ τῆς νήξεως αὐτοῦ καὶ τοῦ δελφῖνος οἱ ἕτεροι. λέγει δὲ καὶ Βυζάντιος ἀνήρ, Λεωνίδης ὄνομα, ἰδεῖν αὐτὸς παρὰ τὴν Αἰολίδα πλέων ἐν τῇ καλουμένῃ Ποροσελήνῃ πόλει δελφῖνα ἠθάδα καὶ ἐν λιμένι τῷ ἐκείνων οἰκοῦντα καὶ ὥσπερ οὖν ἰδιοξένοις χρώμενον τοῖς ἐκεῖθι. καὶ ἐπί γε τούτῳ ὁ αὐτὸς λέγει πρεσβῦτίν τινα καὶ γέροντα δὲ συνοικοῦντα αὐτῇ ἐκθρέψαι τόνδε τὸν τρόφιμον δελέατά οἱ προτείνοντας καὶ μάλα γε ἐφολκά. καὶ μέντοι καὶ ὁμότροφός οἱ ἦν ὁ τῶν πρεσβυτῶν υἱός, καὶ ἐτιθηνοῦντο ἄμφω τὸν δελφῖνα καὶ τὸν παῖδα τὸν σφέτερον, καί πως ἐκ τῆς συντροφίας ἐλαθέτην ἐς ἔρωτα ἀλλήλων ὑπελθόντε1 ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον, καί, τοῦτο δὴ τὸ ᾀδόμενον, ὑπέρσεμνος ἀντέρως ἐτιμᾶτο ἐν τοῖς προειρημένοις. ὁ τοίνυν δελφὶς ὡς μὲν πατρίδα ἐφίλει τὴν Ποροσελήνην, ὡς δὲ ἴδιον οἶκον ἠγάπα τὸν λιμένα, καὶ δὴ καὶ τὰ τροφεῖα τοῖς θρεψαμένοις ἀπεδίδου. καὶ τούτων γε ἐκεῖνος ἦν ὁ τρόπος. τέλειος ὢν τῆς ἀπὸ χειρὸς τροφῆς ἐδεῖτο ἥκιστα, ἤδη γε μὴν καὶ περαιτέρω προνέων καὶ περινηχόμενος καὶ σκοπῶν ἄγρας ἐναλίους τὰ μὲν ἑαυτῷ δεῖπνον εἶχε, τὰ δὲ τοῖς οἰκείοις ἀπέφερεν· οἳ δὲ ᾔδεσαν τοῦτο καὶ μέντοι καὶ ἀνέμενον τὸν ἐξ αὐτοῦ φόρον ἀσμένως. καὶ μία μὲν ἦν ἥδε ἡ πρόσοδος, ἐκείνη δὲ ἄλλη. ὄνομα τῷ δελφῖνι ὡς τῷ παιδὶ οἱ θρεψάμενοι ἔθεντο· καὶ ὁ παῖς τῇ συντροφίᾳ θαρρῶν, τοῦτο αὐτὸν ἐπί τινος προβλῆτος στὰς τόπου ἐκάλει, καὶ ἅμα τῇ κλήσει καὶ ἐκολάκευεν· ὃ δέ, εἴτε πρὸς εἰρεσίαν ἡμιλλᾶτό τινα, εἴτʼ ἐκυβίστα τῶν ἄλλων ὅσοι περὶ τὸν χῶρον ἐπλανῶντο ἀγελαῖοι κατασκιρτῶν, εἴτʼ ἐθήρα ἐπειγούσης τῆς γαστρὸς αὐτόν, ἐπανῄει καὶ μάλα γε ὤκιστα δίκην ἐλαυνομένης νεὼς πολλῷ τῷ ῥοθίῳ, καὶ πλησίον τῶν παιδικῶν γενόμενος συμπαίστης τε ἦν καὶ συνεσκίρτα, καὶ πῇ μὲν τῷ παιδὶ παρενήχετο, πῇ δὲ ὁ δελφὶς οἷα προκαλούμενος εἶτα μέντοι ἐς τὴν ἅμιλλαν τὴν πρὸς αὑτὸν τὰ παιδικὰ ὑπῆγε. καὶ τὸ ἔτι θαῦμα, ἀπέστη καὶ τῆς πρώτης ποτὲ2 καὶ δὴ καὶ ὑπενήξατο αὐτῷ, οἷα νικώμενος ἡδέως δήπου. ταῦτα τοίνυν ἐκεκήρυκτο, καὶ τοῖς πλέουσιν ὅραμα ἐδόκει σὺν καὶ τοῖς ἄλλοις ὅσα ἡ πόλις ἀγαθὰ εἶχε, καὶ τοῖς πρεσβύταις καὶ τῷ μειρακίῳ πρόσοδος ἦν.

关于海豚喜爱音乐以及它们的热烈情爱,科林斯人歌咏前者,莱斯博斯人亦附和他们;而伊奥斯岛人则歌颂后者。前者歌咏的是麦西姆那的阿里翁之事,后者歌咏的则是伊奥斯岛上关于那位俊美少年以及他与海豚共泳之事。此外,一位名叫莱奥尼德斯的拜占庭人说,他在沿爱奥利亚海岸航行时,亲自在名为波罗色勒涅的城邦里见到一只驯服的海豚,它居住在当地人的港湾中,宛如将彼处的居民当作私人宾客一般相待。在此之上,此人还讲述道,一位老妇与同住的老翁用极具诱惑力的诱饵喂养并抚育了这只乳儿。不仅如此,老夫妇的儿子还是它的乳兄弟,两人共同哺育着海豚与他们自己的孩儿;不知何故,出于共同生活的经历,人与生灵不知不觉中双双坠入相互的爱慕之中,正如人们所传唱的那样,崇高神圣的相悦之爱在上述两者之间备受尊奉。于是,海豚将波罗色勒涅视为祖国般爱戴,将海港视为己家般钟情,并且确实向抚育者报偿了养育之恩。其方式乃是如此:成年之后,它根本不再需要人工喂食,而是已经向前游至更远处,四处巡游巡视海中的猎物,一部分留作自用,另一部分则带回给家人们;他们知晓此事,并且欣然等候它带来的贡物。这是一处进项,而另一处进项则是如此:养育者像对待儿子一样为海豚取了名字;少年依仗着彼此的交情,站立在某个突出的岸边以此名呼唤它,伴随着呼唤还温情逗弄它。海豚无论当时正与划桨的船只竞逐,抑或在此地周围成群游荡的其他同伴上方翻腾跃浪,还是腹中饥迫正在捕食,都会如同一艘在澎湃激浪中疾驰的航船般以极速归来;来到心爱少年近旁,它便成了玩伴并一同跳跃,有时并排游在少年身旁,有时海豚又宛若发起挑战,引诱心爱的少年与自己展开竞游。尤为奇特的是,它有一次甚至让出首位,甘心潜游于少年下方,宛如心甘情愿认输一般。于是,这些事迹声名远播,对航行者而言,与该城所拥有的其他一切胜景一样,成了一处奇观,并为老夫妇和青年带来了收益。

§2.7

ἐν Λιβύῃ ἡμιόνους ἢ τετρωμένους Ἀρχέλαος λέγει ἢ ἀπειπόντας ὑπὸ δίψους ἐρρῖφθαι νεκροὺς πολλούς. πολλάκις δὲ ὄφεων ἐπιρρεῦσαν φῦλον πάμπολυ τῶν κρεῶν ἐσθίειν· ἐπὰν δὲ βασιλίσκου συρίγματος ἀκούσῃ, τὰ μὲν ὑπὸ τοῖς εἰλυοῖς καὶ τῇ ψάμμῳ ἀφανίζεσθαι τὴν ταχίστην καὶ ἀποκρύπτεσθαι, τὸν δὲ προσελθόντα κατὰ πολλὴν τὴν εἰρήνην δειπνεῖν, εἶτα αὖθις ὑποσυρίζειν καὶ ἀπαλλάττεσθαι, τοὺς δὲ ἡμιόνους καὶ τὸ δεῖπνον τὸ ἐξ αὐτῶν σημαίνεσθαι τὸ ἐντεῦθεν, τὸ τοῦ λόγου τοῦτο, ἄστροις.3

阿耳刻拉奥斯说,在利比亚,许多骡子或因受伤、或因难耐干渴而倒毙废弃。往往有极为庞大的蛇群涌来吞食这些尸肉;然而一旦听到蛇怪的咝咝声,蛇群便以最快的速度隐没并藏身于穴隙与沙土之下,而蛇怪则走近并在安宁平静中享用筵席,随后再次发出微弱的咝咝声离去;自此之后,正如俗语所说,骡子及由它们构成的盛宴便由群星来做记号了。

语法注3 条
  1. 2.6ἐλαθέτην ἐς ἔρωτα ἀλλήλων ὑπελθόντε

    动词 λανθάνω 与补足分词 ὑπελθόντε 连用,表达“不知不觉中/不知不觉地做某事”。由于主语是少年与海豚两者,动词(ἐλαθέτην)与分词(ὑπελθόντε)均采用了不定过去时双数形式。

  2. 2.6ἀπέστη καὶ τῆς πρώτης ποτὲ

    τῆς πρώτης 是阴性单数属格形容词,承前省略了诸如 νίκης(胜利)或 χώρας / τάξεως(位次、名次)之类的名词,意为“让出首位”。动词 ἀφίσταμαι 支配夺格性属格,表示“从……退避/让出……”。

  3. 2.7ἄστροις

    在插入语 τὸ τοῦ λόγου τοῦτο(正如俗语所说)的引导下,ἄστροις σημαίνεσθαι 是一句成语。它最初源于在漫无边际、缺乏地标的荒漠中只能依据群星来辨识方位,引申为遗弃于荒郊野外、任凭风吹日晒或终夜弃置于星空之下无人收敛。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.6-2.7