← 克劳狄乌斯·埃利安

论动物的本性

§2.1-2.5

鹤群迁徙火中生虫与蛇怪的剧毒

作者记述了鹤群迁徙与长老之死的习性、生于火中的飞虫、燕子奇特的交配与视力再生能力、生于酒中的朝生暮死之物,以及具有致命威力的蛇怪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ὅταν τὰ ἤθη τὰ τῶν Θρᾳκῶν καὶ τοὺς κρυμοὺς ἀπολείπωσι τοὺς Θρᾳκίους αἱ γέρανοι, ἀθροίζονται μὲν ἐς τὸν Ἕβρον, λίθον δʼ ἑκάστη καταπιοῦσα, ὡς ἔχειν1 καὶ δεῖπνον καὶ πρὸς τὰς ἐμβολὰς τῶν ἀνέμων ἕρμα, πειρῶνται τοῦ μετοικισμοῦ καὶ τῆς ἐπὶ τὸν Νεῖλον ὁρμῆς, ἀλέας τε καὶ χειμερίου συντροφίας πόθῳ τῆς ἐκεῖθι. μελλουσῶν δὲ αὐτῶν αἴρεσθαι καὶ τοῦ πρόσω ἔχεσθαι,2 ὁ παλαίτατος γέρανος περιελθὼν τὴν πᾶσαν ἀγέλην ἐς τρίς, εἶτα μέντοι πεσὼν ἀφίησι τὴν ψυχήν. ἐνταῦθα οὖν οἱ λοιποὶ θάπτουσι μὲν τὸν νεκρόν, φέρονται δὲ εὐθὺ τῆς Αἰγύπτου, τὰ μήκιστα πελάγη περαιούμενοι τῷ ταρσῷ τῶν πτερῶν, καὶ οὔτε ὁρμίζονταί που οὔτε ἀναπαύονται. σπείροντας δὲ τοὺς Αἰγυπτίους καταλαμβάνουσι, καὶ τράπεζαν ὡς ἂν εἴποις ἄφθονον τὴν ἐν ταῖς ἀρούραις εὑρόντες εἶτα ἄκλητοι ξενίων μεταλαγχάνουσιν.

当鹤群离开色雷斯的栖息地和色雷斯的严寒时,它们聚集在赫布罗斯河畔;每只鹤吞下一块石头,以便既充当食物,又作为抵御狂风冲击的压舱石,随后出于对彼处的温暖和冬日聚处生活的渴望,尝试迁徙并向尼罗河进发。正当它们准备振翅起飞并继续前行时,最年迈的一只鹤绕着整个群落环行三圈,随即倒地气绝。于是其余的鹤埋葬了尸体,凭借双翼的划动穿行于辽阔的洋面之上,径直飞往埃及,中途既不停歇,亦不栖息。它们遇上了正在播种的埃及人,在田野中觅得了可以说是丰盛的筵席,于是未经邀请便分享了这份盛款。

§2.2

τίκτεσθαι μὲν ἐν ὄρεσι ζῷα καὶ ἐν ἀέρι καὶ ἐν θαλάττῃ, θαῦμα οὔπω μέγα· ὕλη γὰρ καὶ τροφὴ καὶ φύσις ἡ τούτων αἰτία· ἔκγονα δὲ πυρὸς πτηνὰ εἶναι τοὺς καλουμένους πυριγόνους, καὶ ἐν αὐτῷ βιοῦν καὶ τεθηλέναι, καὶ δεῦρο καὶ ἐκεῖσε περιποτᾶσθαι, τοῦτο ἐκπληκτικόν. καὶ τὸ ἔτι θαῦμα, ὅταν ἔξω τοῦ πυρὸς τοῦ συντρόφου ἐκνεύσωσι καὶ ἀέρος ψυχροῦ μεταλάχωσιν, ἐνταῦθα δὴ τεθνήκασι. καὶ ἥτις ἡ αἰτία τίκτεσθαι μὲν πυρί, ἀέρι δὲ ἀπόλλυσθαι, λεγέτωσαν ἄλλοι.

动物在山中、空中和海中出生,这还算不上莫大的奇迹,因为物质、养分和自然便是它们的成因;然而,被称为“火生虫”的飞禽乃是火的后代,并且生活在火中、繁衍茂盛,在此处与彼处之间盘旋飞翔,这才是令人惊叹的。更奇特的是,每当它们偏离与之共同生长的火而接触到冷空气时,便立时死亡。至于究竟何种原因使它们因火而生、因气而亡,且让别人去说吧。

§2.3

οἱ μὲν ὄρνιθες οἱ ἕτεροι ἀναβαίνονται, ὡς λόγος, αἱ δὲ χελιδόνες οὔ, ἀλλὰ τούτων γε ἐναντία ἡ μίξις ἐστί. καὶ τὸ αἴτιον οἶδεν ἡ φύσις. λέγει δὲ ὁ πλείων λόγος ὅτι πεφρίκασι τὸν Τηρέα καὶ δεδοίκασι μή ποτε ἄρα προσερπύσας λάθρᾳ εἶτα ἐργάσηται τραγῳδίαν καινήν. ἦν δὲ ἄρα καὶ τοῦτο χελιδόνι δῶρον ἐκ τῆς φύσεως, ὥς γε ἐμὲ κρίνειν,3 τὸ τιμιώτατον· πηρωθεῖσα τὴν ὄψιν περόναις ἐὰν τύχῃ, ὁρᾷ αὖθις. τί οὖν ἔτι τὸν Τειρεσίαν ᾅδομεν, καίτοι μὴ ἐνταυθὶ μόνον, ἀλλὰ καὶ ἐν ᾅδου σοφώτατον, ὡς Ὅμηρος λέγει;

其余的鸟类,正如传言所说,是以踩踏的方式交配,但燕子则不然,它们的交配与此完全相反。其原因唯有自然知晓;但更多的传言说,它们对忒柔斯心怀恐惧,唯恐他暗中潜行而来,再度上演一场新的悲剧。而且,依我之见,自然赐予燕子的最珍贵的礼物乃是:若其眼睛偶被别针刺瞎,便能重获光明。既然如此,我们为何还要颂扬忒瑞西阿斯呢?尽管正如荷马所言,他不仅在人世,即便在冥府也是最智慧的。

§2.4

ζῷα ἐφήμερα οὕτω κέκληται, λαβόντα τὸ ὄνομα ἐκ τοῦ μέτρου τοῦ κατὰ τὸν βίον· τίκτεται γὰρ ἐν τῷ οἴνῳ, καὶ ἀνοιχθέντος τοῦ σκεύους τὰ δὲ ἐξέπτη καὶ εἶδε τὸ φῶς καὶ τέθνηκεν. οὐκοῦν παρελθεῖν μὲν αὐτοῖς ἐς τὸν βίον ἔδωκεν ἡ φύσις, τῶν δὲ ἐν αὐτῷ κακῶν ἐρρύσατο τὴν ταχίστην,4 μήτε τι τῶν ἰδίων συμφορῶν ᾐσθημένοις μήτε μήν τινος τῶν ἀλλοτρίων μάρτυσι γεγενημένοις. ἤδη μέντοι τις καὶ ἀσπίδος ἐν μακρῷ τῷ χρόνῳ πληγὴν ἰάσατο ἢ τομὴν παραλαβὼν ἢ πῦρ ὑπομείνας εὖ μάλα τλημόνως ἢ ἀναγκαίοις φαρμάκοις τὸ κακόν, ἵνα μὴ πρόσω ἑρπύσῃ, στήσας ὁ δείλαιος· σπιθαμὴ δὲ βασιλίσκου τὸ μῆκός ἐστι, καὶ μέντοι καὶ θεασάμενος ὁ τῶν ὄφεων μήκιστος αὐτὸν οὐκ ἐς ἀναβολὰς ἀλλὰ ἤδη ἐκ τῆς τοῦ φυσήματος προσβολῆς αὖός ἐστιν. εἰ δὲ ἄνθρωπος κατέχοι ῥάβδον, εἶτα ταύτην ἐκεῖνος ἐνδάκοι, τέθνηκεν ὁ κύριος τῆς λύγου.5

所谓“朝生暮死之物”,正是因其寿命的尺度而得名;因为它们生于酒中,器皿一开,便飞出、得见光明,随即死去。因此,自然固然准许它们步入生命,却以最快的速度免除了其中的诸般苦难,使它们既未感知自身的任何不幸,也未曾沦为他人不幸的见证者。然而,纵使被角蝰咬伤,在漫长的时间里,有人或承受切除,或极其顽强地忍受灼烧,或那可怜之人以急救药物阻止毒害进一步蔓延,也曾得以治愈;但蛇怪的身长不过一拃,然而即便最长的一条毒蛇只要望见它,甚至无需迟延,便立刻因其呼气的一击而枯槁而死。倘若有人手握杖棍,而蛇怪咬住了杖棍,那手持枝条的主人便命丧黄泉。

语法注5 条
  1. 2.1ὡς ἔχειν

    此处 ὡς 搭配不定式表示目的(“为了具有……”)。在古典阿提卡散文中,ὥστε 搭配不定式多表示结果,但在希罗多德以及后世希腊散文中,ὡς 搭配不定式常用于表示目的。

  2. 2.1τοῦ πρόσω ἔχεσθαι

    中动式动词 ἔχεσθαι 支配属格(此处为 τοῦ πρόσω,“向前的进程”),构成表示“坚持某方向”、“径直向前推进”的惯用表达。它与 αἴρεσθαι 并列,作为分词 μελλουσῶν 的补足语。

  3. 2.3ὥς γε ἐμὲ κρίνειν

    此处为限制性/绝对不定式的用法,意为“至少依我之见”或“据我判断”,作为插入语对说话者的判断加以限定。

  4. 2.4τὴν ταχίστην

    副词性格位(宾格),源于省略了阴性名词 ὁδόν(道路)等的表达,意为“最迅速地”、“刻不容缓地”。

  5. 2.5εἰ δὲ ἄνθρωπος κατέχοι ῥάβδον, εἶτα ταύτην ἐκεῖνος ἐνδάκοι, τέθνηκεν ὁ κύριος τῆς λύγου

    此为混合条件句:条件从句使用现在时希求法(κατέχοι)与不定过去时希求法(ἐνδάκοι),而主句归结部分则使用完成时直陈式(τέθνηκεν)。这种谚语性或即时性的完成时,生动地突显了假设情境一旦发生,其结果便不可避免且立即发生。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.1-2.5