← 克劳狄乌斯·埃利安

论动物的本性

§2.44-2.49

有毒水生生物与秃鹫繁殖及鸟类习性

本节记述了具毒性的彩鲷与海兔之危害、秃鹫的风媒繁殖与习性、凶狠强夺的鸢鸟,以及尼罗河与利比亚乌鸦的聪明机智和亚里士多德对乌鸦生态的观察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.44

αἱ ἰουλίδες ἰχθῦς εἰσι πέτραις ἔντροφοι, καὶ ἔχουσιν ἰοῦ τὸ στόμα ἔμπλεων καὶ ὅτου ἂν ἰχθύος ἀπογεύσωνται, ἄβρωτον ἀπέφηναν1 αὐτόν. ἤδη δὲ καὶ οἱ ἁλιεῖς ἡμιβρώτῳ καρίδι περιτυχόντες, καὶ ἀξιώσαντες τὸ θήραμα ἄπρατον ὄν, εἰ ἀπογεύσαιντο αὐτοῦ ὑπὸ πενίας, κλονοῦνται τὴν γαστέρα καὶ στρέφονται. λυποῦσι δὲ καὶ τοὺς ἐν ταῖς ὑδροθηρίαις ὑποδυομένους τε καὶ νηχομένους, πολλαὶ καὶ δηκτικαὶ προσπίπτουσαι, ὡς αὐτόχρημα ἐπὶ τῆς γῆς αἱ μυῖαι· καὶ δεῖ σοβεῖν αὐτὰς ἤ κολάζεσθαι ἐσθιόμενον· σοβοῦντι δὲ ἐκ τῆς ἀσχολίας ἀπόλωλε τὸ ἔργον.

彩鲷[锦鱼]乃是在岩礁间生长的鱼类,口中充满毒液,无论哪条鱼被它咬过一口,都会变得无法食用。实际上,渔夫们偶然发现被咬过一半的虾,由于自度这捕获之物无法售出,因贫困而食用了它,腹部便会翻江倒海,引发剧烈的绞痛。它们还会给那些潜入水中游泳捕鱼的人带来困扰,如陆地上的苍蝇一般成群扑咬;潜水者要么必须挥手驱赶,要么只得在被噬咬中忍受折磨;然而驱赶之举却因这番分心而使捕捞劳作化为乌有。

§2.45

λαγὼς δὲ θαλάττιος βρωθεὶς καὶ θάνατον ἤνεγκε πολλάκις, πάντως δὲ τὴν γαστέρα ὠδύνησεν. τίκτεται δὲ ἄρα ἐν πηλῷ, οὐκ ὀλιγάκις δὲ ταῖς ἀφύαις συναλίσκεται· εἴη δʼ ἂν κατὰ τὸν κοχλίαν τὸν γυμνὸν τὸ εἶδος.

若食用了海兔[海蛞蝓],往往会致人于死地,并且无一例外会引发腹痛。它生于淤泥之中,常与细小的杂鱼一同被网罗捕获;其外貌大抵如同一只无壳的蜗牛。

§2.46

γὺψ νεκρῷ πολέμιος. ἐσθίει γοῦν ἐμπεσὼν ὡς ἐχθρὸν καὶ φυλάσσει τεθνηξόμενον. καὶ μέντοι καὶ ταῖς ἐκδήμοις στρατιαῖς ἕπονται γῦπες, καὶ μάλα γε μαντικῶς ὅτι ἐς πόλεμον χωροῦσιν εἰδότες, καὶ ὅτι μάχη πᾶσα ἐργάζεται νεκρούς, καὶ τοῦτο ἐγνωκότες. γῦπα δὲ ἄρρενα οὔ φασι γίνεσθαί ποτε, ἀλλὰ θηλείας ἁπάσας· ὅπερ ἐπιστάμενα τὰ ζῷα καὶ ἐρημίαν τέκνων δεδιότα ἐς ἐπιγονὴν τοιαῦτα δρᾷ. ἀντίπρῳροι τῷ νότῳ πέτονται· εἰ δὲ μὴ εἴη νότος, τῷ εὔρῳ κεχήνασι, καὶ τὸ πνεῦμα ἐσρέον πληροῖ αὐτάς, καὶ κύουσι τριῶν ἐτῶν.2 λέγουσι δὲ νεοττιὰν μὴ ὑποπλέκειν γῦπα. τοὺς δὲ αἰγυπιούς, ἐν μεθορίῳ γυπῶν ὄντας καὶ ἀετῶν, εἶναι καὶ ἄρρενας καὶ τὴν χρόαν πεφυκέναι μέλανας. καὶ τούτων μὲν ἀκούω καὶ νεοττιὰς δείκνυσθαι· γῦπας δὲ μὴ ᾠὰ τίκτειν πέπυσμαι, νεοττοὺς δὲ ὠδίνειν. καὶ ὡς ἀπὸ γενεᾶς κατάπτεροί εἰσι, καὶ τοῦτο ἤκουσα.

秃鹫乃是尸骸的死敌。至少,它会如对待仇敌一般扑落吞食,并在濒死者身旁守候其断气。秃鹫确实亦会跟从出征的军队,极富预见性地知晓他们奔赴的是战场,并且领悟到凡是交战必将产生死尸。据说世上绝无雄性秃鹫,全属雌性;这种生灵深知此事,因畏惧绝嗣,为了繁衍便采取如下之举:它们逆着南风迎面飞翔;若无南风,便面朝东风张开双喙,流入的气息便使其受孕,孕期长达三年。人们说秃鹫从不编筑巢穴。而介于秃鹫与雕鹰之间的胡兀鹫,则既有雄性,其羽色生来亦呈黑色。我听说人们亦能指出胡兀鹫的巢穴;但我获悉秃鹫并不产卵,而是直接分娩产出幼雏。我还听说,它们生来便已覆满羽毛。

§2.47

ἰκτῖνος ἐς ἁρπαγὴν ἀφειδέστατος. οἵδε τῶν μὲν ἐξ ἀγορᾶς ἐμποληθέντων κρεαδίων ἐὰν γένωνται κρείττους, ἥρπασαν προσπεσόντες, τῶν δὲ ἐκ τῆς τοῦ Διὸς ἱερουργίας οὐκ ἂν προσάψαιντο. Ἡ δὲ ὄρειος ἅρπη τῶν ὀρνίθων προσπεσοῦσα τοὺς ὀφθαλμοὺς ἀφαρπάζει.

鸢鸟在掠夺抢食上最是不择手段。它们对于从市场上买来的肉块若是能够得手,便会俯冲而下将其夺走,但对于属于宙斯祭典的祭肉,却绝不敢触碰。而山地之鹰则会猛扑而至,挖啄鸟类的双目。

§2.48

κόρακες Αἰγύπτιοι, ὅσοι τῷ Νείλῳ παραδιαιτῶνται, τῶν πλεόντων τὰ πρῶτα ἐοίκασιν ἱκέται εἶναι, λαβεῖν τι αἰτοῦντες· καὶ λαβόντες μὲν ἡσυχάζουσιν, ἀτυχήσαντες δὲ ὧν ᾔτουν συμπέτονται, καὶ ἑαυτοὺς καθίσαντες ἐπὶ τὸ κέρας τῆς νεὼς τῶν σχοίνων ἐσθίουσί τε καὶ διατέμνουσι τὰ ἅμματα. Λίβυες δὲ κόρακες, ὅταν οἱ ἄνθρωποι φόβῳ δίψους ὑδρευσάμενοι πληρώσωσι τὰ ἀγγεῖα ὕδατος, καὶ κατὰ τῶν τεγῶν θέντες ἐάσωσι τῷ ἀέρι τὸ ὕδωρ φυλάττειν ἄσηπτον, ἐνταῦθα ἐς ὅσον μὲν αὐτοῖς τὰ ῥάμφη κάτεισιν ἐγκύπτοντες, χρῶνται τῷ ποτῷ· ὅταν δὲ ὑπολήξῃ, ψήφους κομίζουσι καὶ τῷ στόματι καὶ τοῖς ὄνυξι, καὶ ἐμβάλλουσιν ἐς τὸν κέραμον· καὶ αἳ μὲν ἐκ τοῦ βάρους ὠθοῦνται καὶ ὑφιζάνουσι, τό γε μὴν ὕδωρ θλιβόμενον ἀναπλεῖ. καὶ πίνουσιν εὖ μάλα εὐμηχάνως οἱ κόρακες, εἰδότες φύσει τινὶ ἀπορρήτῳ δύο σώματα μίαν χώραν μὴ δέχεσθαι.

埃及沿尼罗河栖息的乌鸦,起初对于航行之人宛如乞求者,讨要一点食物;若是得到便安然作罢,但若未讨得所求之物,便结队随船翻飞,落于船的桁杆之上咬噬绳索,咬断系结。至于利比亚的乌鸦,当人们因畏惧干渴而汲水将容器装满,置于屋顶之上任由空气保持水质洁净不腐时,只要嘴尖能够触及,乌鸦便俯身饮用那水;但当水位下降时,它们便用喙和利爪衔来石子投入陶器中;石子因自身重量下沉落底,被排挤的水流则随之上升。乌鸦以极妙的智慧饮水,乃是凭着某种隐秘的天性知晓两个物体无法同时占据同一个空间。

§2.49

λέγει Ἀριστοτέλης εἰδέναι τοὺς κόρακας διαφορὰν γῆς εὐδαίμονός τε καὶ λυπρᾶς, καὶ ἐν μὲν τῇ παμφόρῳ τε καὶ πολυφόρῳ κατά τε ἀγέλας καὶ πλήθη φέρεσθαι, ἐν δὲ τῇ ἀγόνῳ καὶ στερίφῃ κατὰ δύο. τούς γε μὴν νεοττοὺς τοὺς ἐκτραφέντας τῆς ἑαυτῶν ἕκαστος καλιᾶς φυγάδας ἀποφαίνουσιν· ὑπὲρ ὅτου3 τροφὴν μαστεύουσι, καὶ τοὺς γειναμένους σφᾶς μὴ τρέφουσιν.

亚里士多德说,乌鸦能够分辨肥沃与瘠薄的土地,在物产丰富丰饶的大地上,它们成群结队往来飞翔,而在贫瘠不育的土地上,则成双成对地活动。此外,它们还会将抚育成年的幼雏逐出各自的巢穴;为此幼雏只得自行觅食,亦不供养生养它们的父母。

语法注3 条
  1. 2.44ἀπέφηναν

    直陈式过去时在此处并非表示过去的具体事件,而是用作表达普遍真理或习惯性行为的“箴言过去时”(gnomic aorist)。它与条件关系从句(ὅτου ἂν ... ἀπογεύσωνται)相呼应,表示必然发生的结果:“(一旦咬过一口便)使其变得无法食用”。

  2. 2.46κύουσι τριῶν ἐτῶν

    τριῶν ἐτῶν 为表时间的属格(genitive of time within which),用以表示妊娠持续的时限(“怀孕长达三年”)。理论上亦可解读为“在三岁时受孕”,但在借由风力受孕这一古代奇闻异事的语境下,将其理解为极其漫长的妊娠周期更为自然贴切。

  3. 2.49ὑπὲρ ὅτου

    介词 ὑπέρ 与中性单数属格关系代词 ὅτου 结合,作为表示因果承接的连词性短语(相当于 διʼ ὅ),意为“因此”、“为此”(wherefore)。它承接前句关于父母将幼鸟逐出巢穴的事实,引出其结果:“幼鸟只得自行觅食,亦不再奉养双亲”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.44-2.49