- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.40-2.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了雕鹰对主人的忠贞深情(甚至投身火葬堆殉主)及其护雏习性,描写了红鲻贪食腐肉的习性,随后详述鹰隼在色雷斯与人类协同狩猎、其通晓草药疗愈目疾的智慧,以及春秋两季往返于利比亚荒岛繁育雏鸟的迁徙习性。
ἦν δὲ ἄρα γένος ἀετῶν καὶ πρὸς τοὺς τρέφοντας φιλόστοργον, ὥσπερ οὖν καὶ ὁ τοῦ Πύρρου. τοῦτόν τοί φασι καὶ ἐπαποθανεῖν τῷ δεσπότῃ τροφῆς ἀποστάντα. ἤδη δὲ καὶ ἀνδρὸς ἰδιώτου ἀετὸς τρόφιμος καομένου τοῦ δεσπότου ἐς τὴν πυρὰν ἑαυτὸν ἐνέβαλεν· οἳ δὲ οὐκ ἀνδρός, ἀλλὰ γυναικὸς τὸ θρέμμα εἶναί φασι. ζηλοτυπώτατον δὲ ἄρα ἦν ζῷον ἀετὸς πρὸς τὰ νεόττια. ἐὰν γοῦν θεάσηταί τινα προσιόντα, ἀπελθεῖν ἀτιμώρητον οὐκ ἐπιτρέπει· παίει γὰρ τοῖς πτεροῖς αὐτὸν καὶ τοῖς ὄνυξι λυμαίνεται, καὶ ἐπιτίθησίν οἱ πεφεισμένως τὴν δίκην·1 οὐ γὰρ χρῆται τῷ στόματι.
看来雕鹰之中亦有对饲育者充满温情的一类,正如皮洛士的那只雕鹰一样。人们说它在主人死后因绝食而殉主。以前也曾有一位平民驯养的雕鹰,在主人火葬时投身于火堆之中;但另有人说那只宠物并非男子所养,而是属于一名妇人。雕鹰对于幼雏乃是极具嫉妒[保护]之心的动物。至少,若它看见有人靠近,绝不许其未经惩罚便安然离去;它会用双翼扑打他,用利爪伤他,但施加惩处时却有所克制,因它并不动用其喙。
ἔστι δὲ θαλαττίων ζῴων τρίγλη λιχνότατον, καὶ ἐς τὸ ἀπογεύσασθαι παντὸς τοῦ παρατυχόντος ἀναμφιλόγως ἀφειδέστατον. καί τινες καλοῦνται λεπρώδεις αὐτῶν, σπάσασαι τὸ ὄνομα ἐκ τῶν χωρίων, ἅπερ οὖν πέτρας ἔχει λεπράς τε καὶ ἀραιάς, καὶ φυκία μέσα τούτων δασέα, καί που καὶ ὑποκάθηται πηλὸς ἢ ψάμμος. φάγοι δʼ ἂν τρίγλη καὶ ἀνθρώπου νεκροῦ καὶ ἰχθύος· φιληδοῦσι δὲ μᾶλλον τοῖς μεμιασμένοις καὶ κακόσμοις.
海生动物中,鲻鱼[红鲻]最为贪婪,在品尝落入眼前的任何食物上,无疑是最不加节制的。其中有些被称为“癞斑鲻鱼”,此名源自它们栖息的处所——那些有着粗糙稀疏的岩礁、其间长满茂密海藻、底下某处沉积着淤泥或细沙的区域。鲻鱼既会食人的尸体,亦会食死鱼;但它们更喜好污秽发臭之物。
θηρᾶσαι καὶ μάλα γε ἱκανοὶ καὶ οὐδέν τι μεῖον τῶν ἀετῶν ἱέρακές εἰσιν, ἡμερώτατοι δὲ ὀρνίθων πεφύκασι καὶ φιλανθρωπότατοι, τὸ μέγεθος ἀετῶν οὐκ ὄντες ὀλιγώτεροι. ἀκούω δὲ ὅτι ἐν τῇ Θρᾴκῃ καὶ ἀνθρώποις εἰσὶ σύνθηροι ἐν ταῖς ἑλείοις ἄγραις. καὶ ὁ τρόπος, οἱ μὲν ἄνθρωποι τὰ δίκτυα ἁπλώσαντες ἡσυχάζουσιν, οἱ δὲ ἱέρακες ὑπερπετόμενοι φοβοῦσι τοὺς ὄρνεις καὶ συνωθοῦσιν ἐς τὰς τῶν δικτύων περιβολάς. τῶν οὖν ᾑρημένων οἱ Θρᾷκες μέρος ἀποκρίνουσι καὶ ἐκείνοις, καὶ ἔχουσιν φίλους πιστούς· μὴ δράσαντες δὲ τοῦτο ἑαυτοὺς τῶν συμμάχων ἐστέρησαν.2 μάχεται δὲ ὁ τέλειος ἱέραξ καὶ πρὸς ἀλώπεκα καὶ πρὸς ἀετόν, καὶ γυπὶ μάχεται πολλάκις. καρδίαν δὲ οὐκ ἂν φάγοι ποτὲ ἱέραξ, τελεστικὸν δήπου δρῶν καὶ μυστικὸν ἐκεῖνος τοῦτο.3 νεκρὸν δὲ ἄνθρωπον ἰδὼν ἱέραξ, ὡς λόγος, πάντως ἐπιβάλλει γῆς τῷ ἀτάφῳ ʽκαὶ τοῦτο μὲν αὐτῷ οὐ κελεύει Σόλωνʼ, οὐδὲ σώματος ἅψεται. μένει δὲ ἄγευστος καὶ ποτοῦ, ἐὰν ἐς αὔλακα ἐποχετεύῃ εἷς ἄνθρωπος· πεπίστευκε γὰρ αὐτὸν πονούμενον ζημιοῦν ὑφαιρούμενος ἐκ τῆς ἐκείνου χρείας ὕδωρ· εἰ δὲ πλείους ἐπάρδοιεν, ἀφθονίαν τοῦ ῥεύματος ὁρῶν, ὡς φιλοτησίας τινὸς· ἐξ αὐτῶν μεταλαμβάνει,4 καὶ πίνει ἡδέως.
鹰隼极擅捕猎,丝毫不在雕鹰之下,且生就为鸟类中最温驯、对人类最友善者,在体形上亦不逊于雕鹰。我听说在色雷斯,它们还是沼泽原野狩猎中与人合作的猎伴。其方式乃是:人们铺开罗网肃静伫立,而鹰隼则在上方盘旋惊吓鸟雀,将它们驱赶进网罗的围抱之中。色雷斯人便将捕获之物分出一份给它们,从而使它们成为忠诚的朋友;若不如此,人们便会失去这批同盟。成年的鹰隼既同狐狸打斗,亦与雕鹰搏杀,还频频与秃鹫相斗。但鹰隼绝不吃心脏,此举想必是出于某种神圣而神秘的仪轨。据传说,鹰隼若见死人,无论如何都会向未葬之尸投土覆盖(这可不是梭伦法令对它的要求),且绝不触碰其躯体。若仅有一人在水渠引水劳作,它亦绝不沾水入口;因它相信若从其急需中取水,便会损害那劳作者;但若有多人共同灌溉,它见水流充裕,便仿若分享来自他们的一份情谊之酒一般,欣然饮水。
ἔστι φῦλον ἱεράκων, καὶ καλεῖται κεγχρηίς, καὶ ποτοῦ δεῖται οὐδὲ ἕν. ὀρείτης δὲ γένος ἄλλο αὐτῶν· καὶ ἑκάτερός ἐστι δεινῶς φιλόθηλυς, καὶ ἕπεται κατὰ τοὺς δυσέρωτας, οὐδὲ ἀπολείπεται. εἰ δὲ ἡ γυνὴ ἀπέλθοι που παραλαθοῦσα, ὃ δὲ ὑπεραλγεῖ καὶ βοᾷ, καὶ ἔοικε λυπουμένῳ ἐρωτικῶς εὖ μάλα. καμόντες δὲ τὴν ὄψιν ἱέρακες, εὐθὺ τῶν αἱμασιῶν ἴασι, καὶ τὴν ἀγρίαν θριδακίνην ἀνασπῶσι, καὶ τὸν ὀπὸν αὐτῆς πικρὸν ὄντα καὶ δριμὺν ὑπὲρ τῶν ὀφθαλμῶν αἰωροῦσι τῶν σφετέρων, καὶ λειβόμενον δέχονται, καὶ τοῦτο αὐτοῖς ὑγίειαν ἐργάζεται. λέγουσι δὲ καὶ τοὺς ἰατρικοὺς χρῆσθαι τῷδε τῷ φαρμάκῳ ἐς τὴν χρείαν τῶν καμνόντων τὴν αὐγήν, καὶ ἐκ τῶν ὀρνίθων ἡ ἴασις κέκληται· καὶ οὐκ ἀρνοῦνται μαθηταὶ ἀκούοντες ὀρνίθων οἱ ἄνθρωποι, ἀλλὰ ὁμολογοῦσι. λέγεται δὲ καὶ θεοσύλην ἐν Δελφοῖς ἐλέγξαι ποτὲ ἱέραξ, ἐμπίπτων τε αὐτῷ καὶ παίων τὴν κεφαλήν. πιστεύονται δὲ εἶναι ἱέρακες καὶ νόθοι, ἀντικριθέντες πρὸς τὰς τῶν ἀετῶν φυλάς. ἦρος δὲ ἀρχομένου οἱ ἐν Αἰγύπτῳ τῶν ἁπάντων δύο προαιροῦνται, καὶ ἀποστέλλουσι κατασκεψομένους νήσους τινὰς ἐρήμους, αἵπερ οὖν τῆς Λιβύης πρόκεινται. εἶτα ὑποστρέφουσιν οὗτοι, καὶ ἡγοῦνται τῆς πτήσεως τοῖς ἄλλοις. οἱ δὲ ἥκοντες ἑορτὴν ὑπὲρ τῆς ἐπιδημίας τοῖς ἐν τῇ Λιβύῃ παρέχουσι· σίνονται γὰρ οὐδὲ ἕν. παρελθόντες δὲ ἐς τὰς νήσους, ἃς οἱ πρῶτοι θεασάμενοι τῶν ἄλλων ἐπιτηδειοτέρας σφίσιν ἔκριναν, ἐνταῦθα κατὰ πολλὴν τὴν γαλήνην τε καὶ ἡσυχίαν ἀποτίκτουσι καὶ ἐκγλύφουσι, καὶ θηρῶνται στρουθοὺς καὶ πελειάδας, καὶ τοὺς νεοττοὺς ἐν ἀφθόνοις ἐκτρέφουσιν· εἶτα ἤδη παγέντας καὶ ἐκπετησίμους γεγενημένους παραλαβόντες ἐς τὴν Αἴγυπτον ἀπάγουσιν, ὥσπερ οὖν ἐς τὰ οἰκεῖα τὰ πατρῷα τὰς ἐν τοῖς συντρόφοις χωρίοις διατριβάς.5
有一种鹰隼被称为红隼,完全不需饮水。另一种则是山鹰;二者皆极其爱恋雌鸟,如狂热的情人般尾随相伴,寸步不离。若雌鸟背着它悄然走开,雄鸟便痛楚万状、哀鸣不已,酷似饱受相思折磨之人。当鹰隼视力受损时,它们直奔石垣,拔出野生苦苣,将那苦涩刺鼻的汁液悬滴于自己双眼之上,迎受淌下的汁水,从而使双目复明。据说医者亦用此药治疗视力衰退的病患,此疗法亦依鸟之名而称呼;人们被称为鸟类的弟子并不推辞,反而欣然承认。相传曾有一只鹰隼在德尔斐扑击殴打一名盗庙者的头部,从而揭发了其罪行。同雕鹰各族相对比,某些鹰隼亦被视为杂种。春回之时,埃及境内的鹰隼便从全体中选出两只,遣其飞往利比亚沿海的若干荒岛探查。随后二者折返,为群鸟引路领航。当它们抵达时,其来访为利比亚当地居民带来如节庆般的喜悦,因它们绝不侵害任何物类。它们渡往先头侦察者认为比别处更为适宜的岛屿,在极为宁谧平和的环境中产卵孵化,捕捉雀鸟与斑鸠,在丰饶的物资中哺育雏鸟;随后引带羽翼丰满、能够飞翔的幼鸟返回埃及,宛如归往祖业故土,重回长年栖息的家园生活。
- 2.40ἐπιτίθησίν οἱ πεφεισμένως τὴν δίκην
副词 πεφεισμένως(克制地、留有余地地)修饰动词 ἐπιτίθησι,支配与格代词 οἱ(指靠近巢穴的侵入者)与宾格直接宾语 τὴν δίκην(惩罚)。紧随其后的理由分句 οὐ γὰρ χρῆται τῷ στόματι(“因它并不动用其喙”)证实,雕鹰并未痛下杀手,而是克制地仅以双翼和利爪施以惩戒。
- 2.42μὴ δράσαντες δὲ τοῦτο ἑαυτοὺς τῶν συμμάχων ἐστέρησαν
带有否定词 μὴ 的分词 δράσαντες 起条件状语作用(“若不这样做”)。主句谓语动词 ἐστέρησαν 虽为不定过去时直陈式,但在此处作为“格言性不定过去时”(gnomic aorist)使用,表示普遍必然的后果(“他们便会失去……”),在意义上等同于现在时。
- 2.42τελεστικὸν δήπου δρῶν καὶ μυστικὸν ἐκεῖνος τοῦτο
中性宾格代词 τοῦτο 作为分词 δρῶν 的直接宾语,形容词 τελεστικὸν 与 μυστικὸν 作其表语性修饰(“将此事作为某种仪轨性与神秘性的行为来施行”)。此处运用拟人手法,将鹰隼不食心脏的习性赋予了类似宗教入教秘仪般的禁忌色彩。
- 2.42ὡς φιλοτησίας τινὸς· ἐξ αὐτῶν μεταλαμβάνει
连词 ὡς 引导比喻性观察,动词 μεταλαμβάνει(分享、领受)支配部分属格 φιλοτησίας τινός(友谊之杯、结盟酒)。此处描绘群鸟将众人引水灌溉的充沛水流视若人们递来的友谊之酒,从而欣然分享领受。
- 2.43ὥσπερ οὖν ἐς τὰ οἰκεῖα τὰ πατρῷα τὰς ἐν τοῖς συντρόφοις χωρίοις διατριβάς
句末的同格补充结构。宾格短语 τὰς ἐν τοῖς συντρόφοις χωρίοις διατριβάς(“在习以为常的环境中的生活/流连”)与介词短语 ἐς τὰ οἰκεῖα τὰ πατρῷα(“宛如归往祖业家园”)形成对举与具体阐述,共同受前文动词 ἀπάγουσιν(“领回”)支配,表示迁徙归来的目的地。
