- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.34-2.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了亚里士多德所载之肉桂鸟、开创灌肠术并顺应月相的鹮、具致命毒刺的赤魟、遇车辙则毙命的鼩鼱,以及能将公牛逼落悬崖的金雕之生态与习性。
εἰ σαφῆ ταῦτα καὶ μὴ ἀμφίλογα, Ἰνδῶν λόγοι πειθέτωσαν· ἃ δὲ νῦν ἐρῶ, τῆς ἐκεῖθεν φήμης διακομιζούσης, ταῦτά ἐστιν. ὁμώνυμον τῷ φυτῷ κιννάμωμον ὄρνιν ἔγωγε τοῦ παιδὸς τοῦ Νικομάχου1 λέγοντος ἤκουσα. καὶ τὸν μὲν ὄρνιν κομίζειν τὸ φερώνυμον τοῦτο δὴ φυτὸν ἐς Ἰνδούς, εἰδέναι δὲ ἄρα τοὺς ἀνθρώπους ὅπου τε καὶ ὅπως φύεται οὐδὲ ἕν.
这些事是否确凿无疑,且由印度人的记述去令人信服;而我现在所要讲述的,由那边的传闻所带来的,乃是如下之事。我自己曾听尼科马库斯之子谈及一种与该植物同名的肉桂鸟。他说,这种鸟将这同名的植物带给印度人,但人类对它究竟在何处以及如何生长却一无所知。
Αἰγύπτιοι κλύσματα καὶ κάθαρσιν γαστρὸς οὐκ ἔκ τινος ἐπινοίας ἀνθρωπίνης λέγουσι μαθεῖν, διδάσκαλον δὲ σφίσι τοῦ ἰάματος τοῦδε τὴν ἶβιν ᾅδουσιν. καὶ ὅπως ἐξεπαίδευσε τοὺς πρώτους ἰδόντας, ἐρεῖ ἄλλος· σελήνης δὲ αὔξησιν καὶ μείωσιν ὅτι οἶδε, καὶ τοῦτο ἤκουσα. καὶ ὅτι τὴν τροφὴν ἑαυτῇ ὑφαιρεῖ καὶ προστίθησι κατὰ τὴν τῆς θεοῦ καὶ λῆξιν καὶ πρόσθεσιν, πυθέσθαι ποθὲν οὐκ εἰμὶ ἔξαρνος.
埃及人说,他们并非从任何人类的机巧中学会灌肠与清肠之术,而是称颂鹮乃是他们掌握这一疗法的导师。至于它如何开导了最早目击它的人,且由他人去述说;但它知晓月亮的盈亏,这也为我所耳闻。且它依照那位女神的亏蚀与盈满而相应地为自己减损与增添食物,我也并不否认从某处听闻过此事。
κέντρον πικρότατον καὶ κίνδυνον φέρον ἁπάντων μᾶλλον ἡ τρυγὼν ἡ ἐκ τῆς θαλάττης ἔχει. καὶ τὸ μαρτύριον, εἰ μὲν ἐς δένδρον τεθηλὸς καὶ εὖ μάλα ἀναθέον ἐμπήξειας αὐτό, οὔτε ἐς ἀναβολὰς οὔτε χρόνῳ ὕστερον ἀλλʼ ἤδη αὖον τὸ δένδρον· εἰ δέ τι τῶν ζῴων ἀμύξειας, ἀπέκτεινας.2
海中的赤魟生有一枚极锐利且比一切都更具威胁的毒刺。其明证在于,若你将它刺入一棵繁茂且蓬勃生长的树木中,既无需拖延,亦无需假以时日,树木便立刻干枯;而你若用它划伤某种动物,便立即夺其性命。
ἡ μυγαλῆ ἐς ὅσον μὲν τὴν ἄλλως πρόεισι, ζῆν ἔχει, καὶ ἐσπείσατο αὐτῇ ἡ φύσις, ἐάν γε μὴ ἄλλῃ τινὶ τύχῃ καταληφθῇ καὶ ἀπόληται· ἐπὰν δὲ ἐς ἁρματοτροχιὰν ἐμπέσῃ, οἱονεὶ πέδῃ κατείληπται καὶ μάλα ἀφανεῖ, καὶ τέθνηκε. δηχθέντι δὲ ὑπὸ μυγαλῆς φάρμακον ἐκεῖνο. ἐκ τῆς τῶν τροχῶν διαδρομῆς ἡ ψάμμος ἀρθεῖσα ἐπεπάσθη τῷ δήγματι, καὶ ἔσωσε παραχρῆμα.
鼩鼱只要走在其他地方,便能够生存,且只要未被某种意外横祸所攫取而丧命,自然便与它立下了休战之盟;但一旦它掉进车辙之中,便宛如被无形的锁链所拘禁,旋即毙命。而对于被鼩鼱咬伤者,解药乃是如此:从车轮辗过的辙迹中取沙覆于咬伤之处,便能立即得救。
καὶ ταῦτα δὲ ὑπὲρ τῆς Αἰγυπτίας ἴβεως προσακήκοα. ἱερὰ τῆς σελήνης ἡ ὄρνις ἐστί. τοσούτων γοῦν ἡμερῶν τὰ ᾠὰ ἐκγλύφει, ὅσων ἡ θεὸς αὔξει τε καὶ λήγει. τῆς δὲ Αἰγύπτου οὔποτε ἀποδημεῖ. τὸ δὲ αἴτιον, νοτιωτάτη χωρῶν ἁπασῶν Αἴγυπτός ἐστι, καὶ ἡ σελήνη δὲ νοτιωτάτη τῶν πλανωμένων ἄστρων πεπίστευται. ἑκοῦσα μὲν οὖν οὐκ ἂν ἀποδημήσειεν ἡ ἶβις· εἰ δέ τις ἐπιθέμενος αὐτῇ κατὰ τὸ καρτερὸν ἐξαγάγοι, ἡ δὲ ἀμύνεται τὸν ἐπιβουλεύσαντα, ἐς οὐδὲν αὐτῷ τὴν σπουδὴν προάγουσα·3 ἑαυτὴν γὰρ ἀποκτείνει λιμῷ, καὶ ἀνόνητον τὴν προθυμίαν ἀποφαίνει τῷ προειρημένῳ. βαδίζει δὲ ἡσυχῆ καὶ κορικῶς, καὶ οὐκ ἂν αὐτὴν θᾶττον ἢ βάδην προϊοῦσαν θεάσαιτό τις. καὶ τούτων αἱ μέλαιναι τοὺς πτερωτοὺς ὄφεις ἐξ Ἀραβίας ἐς Αἴγυπτον παρελθεῖν οὐκ ἐπιτρέπουσι, τῆς γῆς τῆς φίλης προπολεμοῦσαι· αἱ δὲ ἕτεραι τοὺς ἐξ Αἰθιοπίας κατὰ τὴν τοῦ Νείλου ἐπίκλυσιν ἀφικνουμένους ἀπαντῶσαι διαφθείρουσιν. ἢ τί ἂν ἐκώλυσε διὰ τῆς ἐκείνων ἐπιδημίας τοὺς Αἰγυπτίους ἀπολωλέναι;
关于埃及的鹮,我还听闻过如下之事。此鸟奉献于月亮为圣。至少,那位女神盈与亏历时多少天,它便用多少天孵化其卵。并且它绝不离开埃及出境。其缘由在于,在所有土地中埃及处于最南方,而月亮在诸漫游星宿中亦被认为处于最南。因此,鹮绝不会情愿迁徙出境;但若有人向它下手、强行将其带出,它便让那图谋之人的苦心化为乌有,以此报复加害者;因为它会绝食自戕,使前述之人的热望全然落空。它步履安详如少女,无人能见其步态快于缓缓徐行。它们当中的黑色者为守卫挚爱的国土而御敌于外,不许阿拉伯的有翼飞蛇侵入埃及;而其余的鹮则迎击并消灭那些在尼罗河泛滥时从埃塞俄比亚赶来的蛇。否则,又有何物能阻止埃及人因那些蛇的侵扰而尽数灭亡呢?
ἀκούω δέ τι καὶ γένος ἀετῶν, καὶ ὄνομα αὐτῷ χρυσάετον ἔθεντο, ἄλλοι δὲ ἀστερίαν τὸν αὐτὸν καλοῦσιν· ὁρᾶται δὲ οὐ πολλάκις. λέγει δὲ Ἀριστοτέλης αὐτὸν θηρᾶν καὶ νεβροὺς καὶ λαγὼς καὶ γεράνους καὶ χῆνας ἐξ αὐλῆς. μέγιστος δὲ ἀετῶν εἶναι πεπίστευται, καὶ λέγουσί γε καὶ ταύροις ἐπιτίθεσθαι αὐτὸν κατὰ τὸ καρτερόν, καὶ περιηγοῦνται τὸ ἔργον τὸν τρόπον τοῦτον. ὃ μὲν κεκυφὼς κάτω νέμεται ὁ ταῦρος· ὁ δὲ ἀετὸς ἐπὶ τῷ τένοντι τοῦ ζῴου καθίσας ἑαυτὸν παίει τῷ στόματι συνεχέσι τε καὶ καρτεραῖς ταῖς πληγαῖς· ὃ δὲ ὥσπερ οἰστρηθεὶς ἐξάπτεται, καὶ ᾗ ποδῶν ἔχει4 φυγῆς ἄρχεται. καὶ ἕως μέν ἐστιν εὐήλατα, ὁ ἀετὸς ἥσυχός ἐστι καὶ ἐπιποτᾶται παραφυλάττων· ὅταν δὲ τὸν ταῦρον θεάσηται πλησίον κρημνοῦ γεγενημένον, κυκλώσας τὰ πτερὰ καὶ ὑπερτείνας αὐτοῦ τῶν ὀφθαλμῶν, ἐποίησε τὰ ἐν ποσὶ μὴ προϊδόμενον κατενεχθῆναι βιαιότατα.5 εἶτα ἐμπεσὼν καὶ ἀναρρήξας τὴν γαστέρα, ῥᾳδίως χρῆται τῇ ἄγρᾳ, ἐς ὅσον ἐθέλει. θήρας δὲ ἀλλοτρίας οὐχ ἅπτεται κειμένης, ἀλλὰ χαίρει τοῖς ἑαυτοῦ πόνοις, κοινωνίαν τε τὴν πρὸς ἄλλον ἥκιστα ἐνδέχεται. κορεσθεὶς δὲ εἶτα τοῦ λοιποῦ πονηρὸν ἆσθμα καὶ δυσωδέστατον καταπνεύσας, ἄβρωτα τοῖς ἄλλοις τὰ λείψανα ἐᾷ. καὶ μέντοι καὶ ἀλλήλων ἀπῳκισμένας οἰκοῦσι καλιὰς ὑπὲρ τοῦ μὴ διαφέρεσθαι ὑπὲρ θήρας καὶ λυπουμένους λυπεῖν πολλάκις.
我还听说有一种鹰,人们赋予它金雕之名,另有人称同一种鸟为星鹰;但它并不多见。亚里士多德说它既捕食鹿羔、野兔,亦捕食鹤以及农家院落中的鹅。它被公认为雕鹰中最为庞大者,人们甚至说它以强力袭击公牛,并以如下方式细述其行径:公牛低首俯身吃草;鹰则落在该兽的项脊上,用喙实施接连而猛烈的啄击;公牛仿若被牛虻所螫一般狂躁起来,顺着脚步所及拼命奔逃。只要地面平坦易行,鹰便安详地在上方盘旋监视;但当它望见公牛已逼近悬崖,便盘旋双翼覆于公牛的双眼之上,使它看不清脚下之物而极其剧烈地坠入深渊。随后雕鹰猛扑而下撕开牛腹,轻而易举、随心所欲地享用猎物。但它绝不染指旁人捕获而倒在地上的猎物,而是乐于自己的辛劳,极不接受与旁人共享。在饱餐之后,它便向剩余之物喷吐恶浊而极臭的气息,使残渣变得令其他动物无法食用。此外,它们将巢穴筑在彼此相距甚远之处,以免为争夺猎物而起纷争,并在受创之时频频伤害对方。
- 2.34τοῦ παιδὸς τοῦ Νικομάχου
“尼科马库斯之子”为代指亚里士多德的迂回称谓。属格分词 λέγοντος 作为感官动词 ἤκουσα 的宾语(属格宾语),构成“听某人述说”的结构。
- 2.36ἐμπήξειας αὐτό, οὔτε ἐς ἀναβολὰς οὔτε χρόνῳ ὕστερον ἀλλʼ ἤδη αὖον τὸ δένδρον· εἰ δέ τι τῶν ζῴων ἀμύξειας, ἀπέκτεινας
在条件句中,前件使用希求法(ἐμπήξειας, ἀμύξειας),而后件则使用系动词省略(αὖον τὸ δένδρον)与直陈式不定过去时(ἀπέκτεινας)。直陈式不定过去时在此充当格言式/即时性不定过去时,用以突出其致死结果的必然性与即时性。
- 2.38ἐς οὐδὲν αὐτῷ τὴν σπουδὴν προάγουσα
αὐτῷ 为不利与格,指代捕获者。短语 ἐς οὐδὲν ... προάγουσα 意为“导向虚无”,即“使(捕获者的)努力化为乌有”。
- 2.39ᾗ ποδῶν ἔχει
由关系副词 ᾗ、部分属格 ποδῶν 以及表状态的不及物动词 ἔχει 构成的希腊语成语,意为“尽其足力所及地”、“全力奔逃”。
- 2.39ἐποίησε τὰ ἐν ποσὶ μὴ προϊδόμενον κατενεχθῆναι βιαιότατα
致使动词 ἐποίησε 后接宾格加不定式结构(逻辑主语为公牛,不定式为被动语态 κατενεχθῆναι)。分词 μὴ προϊδόμενον 与宾格主语一致,表伴随状况或原因,意即“使未能看清脚下之物的公牛极其剧烈地坠落”。
