- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.26-2.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记录了雕鹰检验幼雏与鸵鸟、鸨鸟之习性,落水苍蝇的复活之法,驯留公鸡的机巧,灭火的蝾螈,临终哀歌的天鹅,以及关于鳄鱼孵卵与死后化蝎的传闻。
οὐδέποτε ἀετὸς οὔτε πηγῆς δεῖται οὔτε γλίχεται κονίστρας, ἀλλὰ καὶ δίψους ἀμείνων ἐστί, καὶ καμάτου φάρμακον οὐκ ἀναμένει πορισθὲν ἔξωθεν, ὑπερφρονῶν δὲ καὶ τῶν ὑδάτων καὶ τῆς ἀναπαύσεως τὸν αἰθέριον τέμνει πόλον, καὶ ὀξύτατα ὁρᾷ ἐκ πολλοῦ τοῦ αἰθέρος καὶ ὑψηλοῦ. καὶ τόν γε τῶν πτερῶν αὐτοῦ ῥοῖζον καὶ τὸ τῶν θηρίων ἀτρεπτότατον ὁ δράκων ἀκούσας μόνον παραχρῆμα κατέδυ καὶ ἀσμένως ἠφανίσθη. βάσανος δέ οἱ τῶν νεοττῶν τῶν γνησίων ἐκείνη ἐστίν. ἀντίους τῇ αὐγῇ τοῦ ἡλίου ἵστησιν αὐτοὺς ὑγροὺς ἔτι καὶ ἀπτῆνας· καὶ ἐὰν μὲν σκαρδαμύξῃ τις τὴν ἀκμὴν τῆς ἀκτῖνος δυσωπούμενος, ἐξεώσθη τῆς καλιᾶς, καὶ ἀπεκρίθη1 τῆσδε τῆς ἑστίας· ἐὰν δὲ ἀντιβλέψῃ καὶ μάλα ἀτρέπτως, ἀμείνων ἐστὶν ὑπονοίας καὶ τοῖς γνησίοις ἐγγέγραπται, ἐπεὶ αὐτῷ πῦρ τὸ οὐράνιον ἡ τοῦ γένους ἀδέκαστός τε καὶ ἄπρατος ἀληθῶς ἐστιν ἐγγραφή.
雕鹰绝不需要泉水,亦不渴望沙浴场;它反而胜过干渴,也不等待外在提供的消除疲劳之方,而是轻蔑水流与歇息,划破以太的天穹,从辽阔高迈的天空中极敏锐地俯瞰。甚至连兽类中最不屈的巨蛇,仅仅听闻其翅膀的破空之声,便立即遁伏并庆幸地隐匿身形。它对其正统幼雏的考验乃是如此:趁幼雏尚带湿气、未生羽翼之时,便令它们迎着日光站立;若有幼雏畏惧光芒之炽烈而眨眼,便会被逐出巢穴,并从这家族的火塘被剔除;但若能坚定且毫不转避地直视,它便超越一切怀疑,被载入正统后嗣之列,因为对于它而言,那天火乃是其血统真正公正不阿、无可贿赂的明证。
ἡ στρουθὸς ἡ μεγάλη λασίοις μὲν τοῖς πτεροῖς ἐπτέρωται, ἀρθῆναι δὲ καὶ ἐς βαθὺν ἀέρα μετεωρισθῆναι φύσιν οὐκ ἔχει. θεῖ δὲ ὤκιστα, καὶ τὰς παρὰ τὴν πλευρὰν ἑκατέραν πτέρυγας ἁπλοῖ, καὶ ἐμπῖπτον τὸ πνεῦμα κολποῖ δίκην ἱστίων αὐτάς.
鸵鸟虽覆有蓬松的羽翼,却没有升空翱翔于深远大气的秉赋。然而它奔跑极速,展开身侧的两翼,灌入的风便如风帆般将双翼鼓起。
τὴν ὠτίδα τὸ ζῷον ὀρνίθων εἶναι φιλιππότατον ἀκούω. καὶ τὸ μαρτύριον, τῶν μὲν ἄλλων ζῴων καὶ ἐν λειμῶσι καὶ ἐν αὐλῶσι νεμομένων καταφρονεῖ· ἵππον δὲ ὅταν θεάσηται, ἥδιστα προσπέτεται καὶ πλησιάζει κατὰ τοὺς τῶν ἀνθρώπων ἱππεραστάς.
我听说鸨鸟在禽鸟中最为嗜马。其证据在于,对于在草场或林谷中吃草的其他动物,它皆不屑一顾;但每当望见马匹,便极欣然地飞去,仿若人类中的爱马之人一般靠上前去。
μυῖα ἐμπεσοῦσα ἐς ὕδωρ, εἰ καὶ ζῴων ἐστὶ θρασυτάτη, ἀλλὰ γοῦν οὔτʼ ἐπιτρέχει, οὔτε νηκτική ἐστι, καὶ διὰ ταῦτα ἀποπνίγεται. εἰ δὲ αὐτῆς ἐξέλοις τὸν νεκρόν, καὶ τέφραν ἐμπάσειας καὶ καταθείης ἐν ἡλίου αὐγῇ, ἀναβιώσῃ τὴν μυῖαν.2
苍蝇若落入水中,即便在生物中最为胆大,终究既不能浮走,亦不善游泳,因而溺水而死。然而你若取出其尸体,撒上灰烬并置于阳光之下,便能使这只苍蝇复活。
ἀλεκτρυόνα εἴτε πριάμενος εἴτε δῶρον λαβὼν ἐς τὴν ἀγέλην τὴν σεαυτοῦ καὶ τοὺς ὄρνιθας τοὺς ἠθάδας ἐθέλοις ἀριθμεῖν, οὐκ ἀπολύσεις οὐδὲ ἀφήσεις εἰκῆ καὶ ὡς ἔτυχεν αὐτόν· εἰ δὲ μή, φυγὰς παραχρῆμα οἰχήσεται. ἐς τοὺς οἰκείους καὶ τοὺς συννόμους, εἰ καὶ πάνυ πόρρωθεν εἴη οὗτος. δεῖ δὲ ἄρα αὐτῷ φρουρὰν περιβαλεῖν καὶ δεσμὰ ἀφανῆ ὑπὲρ τὰ Ἡφαίστου τὰ Ὁμήρεια. καὶ ὅ γε λέγω τοιοῦτόν ἐστι. τράπεζαν ἐφʼ ἧς ἐσθίεις ἐς μέσον καταθεὶς καὶ τὸν ὄρνιθα λαβὼν καὶ τρὶς αὐτὸν τὴν προειρημένην σκηνὴν περιαγαγών, μέθες τὸ ἐντεῦθεν ἄφετον ἀλᾶσθαι σὺν τοῖς ὄρνισι τοῖς οἰκέταις· ὃ δὲ οὐκ ἀπαλλάττεται, ὥσπερ οὖν πεπεδημένος.
无论你是买来公鸡还是作为礼物收受,若想将其编入自己的鸡群与惯养的家禽之中,切不可随意任其自流;否则它立刻便会沦为逃奴,奔回其旧巢与同类之中,哪怕它来自极其遥远之处。因此必须为它设下防范,布下超越荷马史诗中赫菲斯托斯的隐形羁绊。我所言者乃是如此:将你进餐的桌案置于中央,捉住这只鸟,引它绕着前述桌案转三圈,此后便任其自由漫步于家禽之中;它便不会离去,恰如被束缚住了一般。
ἡ σαλαμάνδρα τὸ ζῷον οὐκ ἔστι μὲν τῶν πυρὸς ἐκγόνων, ὥσπερ οὖν οἱ καλούμενοι πυρίγονοι, θαρρεῖ δὲ αὐτὸ καὶ χωρεῖ τῇ φλογὶ ὁμόσε, καὶ ὡς ἀντίπαλόν τινα σπεύδει καταγωνίσασθαι. καὶ τὸ μαρτύριον, περὶ τοὺς βαναύσους καλινδεῖται καὶ τοὺς χειρώνακτας τοὺς ἐμπύρους. ἐς ὅσον μὲν οὖν ἐνακμάζει τὸ πῦρ αὐτοῖς, καὶ συνεργὸν τῇ τέχνῃ ἔχουσιν αὐτὸ καὶ κοινωνὸν τῆς σοφίας, ὑπὲρ τοῦδε τοῦ ζῴου οὐδὲ ἓν φροντίζουσιν· ὅταν δὲ τὸ μὲν ἀποσβεσθῇ καὶ μαρανθῇ, μάτην δὲ αἱ φῦσαι καταπνέωσιν, ἐνταῦθα ἤδη τὸ ζῷον τὸ εἰρημένον ἀντιπρᾶττον σφίσιν ἴσασι καλῶς. ἀνιχνεύσαντες οὖν τὸ θηρίον καὶ τιμωρησάμενοι, τὸ πῦρ ἐντεῦθεν αὐτοῖς ἐξάπτεται, καὶ ἔστιν εὐπειθές, καὶ οὐ σβέννυται τῇ συνηθείᾳ τρεφόμενον.
蝾螈这种动物虽不像所谓的火生虫那样是火的产物,却无惧于火,迎面冲向烈焰,并如对待敌手般竭力将其扑灭。其证据在于,它常在工匠和操火的作坊手艺人身旁辗转盘踞。因此,只要他们的炉火正旺,且作为手艺的助手与技艺的伙伴,他们对这只动物便丝毫不加留意;但当炉火熄灭衰退、风箱徒劳吹拂之时,他们便深知正是上述动物在与他们作对。于是他们搜寻并惩处这只害兽,此后炉火便再度燃起,变得温顺服帖,在惯常添柴饲养下不再熄灭。
κύκνος δέ, ὅνπερ οὖν καὶ θεράποντα Ἀπόλλωνι ἔδοσαν ποιηταὶ καὶ λόγοι μέτρων ἀφειμένοι πολλοί, τὰ μὲν ἄλλα ὅπως μούσης τε καὶ ᾠδῆς ἔχει εἰπεῖν οὐκ οἶδα· πεπίστευται δὲ ὑπὸ τῶν ἄνω τοῦ χρόνου ὅτι τὸ κύκνειον οὕτω καλούμενον ᾅσας εἶτα ἀποθνήσκει. τιμᾷ δὲ ἄρα αὐτὸν ἡ φύσις καὶ τῶν καλῶν καὶ ἀγαθῶν ἀνθρώπων μᾶλλον, καὶ εἰκότως· εἴ γε τούτους μὲν καὶ ἐπαινοῦσι καὶ θρηνοῦσιν ἄλλοι, ἐκεῖνοι δὲ εἴτε τοῦτο ἐθέλοις εἴτε ἐκεῖνο, ἑαυτοῖς νέμουσιν.3
至于被诗人们和许多不受格律约束的散文著述奉为阿波罗侍从的天鹅,其他方面在声乐与歌唱上究竟如何,我无从得知;但古昔之人一直确信,它唱完所谓的天鹅之歌后便会死去。自然尊崇它甚于尊崇贤达之士,这亦是合情合理的;因为对于后者,尚需他人来赞美与哀悼,而天鹅无论你意指前者还是后者,皆是将这些赋予自身。
κροκόδειλος μὲν ὅπως ἔχει μεγέθους καὶ ὁ τέλειος καὶ ὁ ἐκγλυφεὶς πρῶτον, καὶ μέντοι καὶ γλώττης ὅπως, καὶ εἰ κινεῖ τὴν γένυν, καὶ ποτέραν τῇ ἑτέρᾳ προσάγει, πολλοὶ λέγουσι. κατέγνωσαν δὲ ἄρα τοῦ ζῴου τοῦδέ τινες ὅτι τίκτει τοσαῦτα ᾠὰ ὅσαις ἂν ἡμέραις ἐπῳάζον εἶτα ἐκγλύψῃ τὰ νεόττια· ἤδη δὲ ἔγωγε ἤκουσα, ὁ κροκόδειλος ὅταν ἀποθάνῃ, σκορπίον ἐξ αὐτοῦ τίκτεσθαι, κέντρον δὲ ἄρα οὐραῖον αὐτὸν ἔχειν λέγουσιν ἰοῦ πεπληρωμένον.
关于鳄鱼的大小,无论成体还是初破壳者,以及关于其舌头,关于它是否活动颌骨、究竟是将哪一侧颌骨合向另一侧,众说纷纭。然而有些人断言该动物所产卵的数目,恰与其孵化破壳所需的天数相等;且我已然听闻,鳄鱼死后会从中生出蝎子,据说其尾部生有充盈毒液的毒刺。
- 2.26ἐξεώσθη τῆς καλιᾶς, καὶ ἀπεκρίθη
在与条件从句 ἐὰν μὲν σκαρδαμύξῃ 对应的结果主句中,使用了不定过去式直陈语气被动态 ἐξεώσθη 和 ἀπεκρίθη。此为“格言性不定过去式”(gnomic aorist),以生动的语气表达习惯性或必然发生的普遍事实,功能相当于现在时。
- 2.29ἀναβιώσῃ τὴν μυῖαν
动词 ἀναβιόω(或 ἀναβιώσκομαι)通常作不及物动词表示“复活、苏醒”,但此处带有直接宾语(宾格 τὴν μυῖαν),作第二人称单数直陈语气将来时中动态,具有及物与使役含义,即“你将使(苍蝇)复活”。
- 2.32εἴτε τοῦτο ἐθέλοις εἴτε ἐκεῖνο, ἑαυτοῖς νέμουσιν
插入句 εἴτε τοῦτο ἐθέλοις εἴτε ἐκεῖνο 指涉前文两个动词 ἐπαινοῦσι(赞美)与 θρηνοῦσιν(哀悼)的名词化概念(无论指赞美还是哀悼)。主语 ἐκεῖνοι 指天鹅,与由他人赞美和悼念的人类(τούτους)形成对比,表明天鹅是将这些赋予自身(ἑαυτοῖς νέμουσιν)。
