- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.22-2.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了细鮹自泥浆中化生及其避险捕捞之法、蜥蜴腰斩后两段身躯仍能重新愈合的生命力、人唾液对蝰蛇具有溃烂致死之毒性,以及蚂蚁群居协作收割、防止谷粒发芽以备过冬的习性。
ταῖς ἀφύαις ὁ πηλὸς γένεσίς ἐστι· διʼ ἀλλήλων δὲ οὐ τίκτουσιν οὐδὲ ἐπιγίνονται, πηλὸς δὲ ἐν τῇ θαλάττῃ καὶ πάνυ ἰλυώδης ὅταν συστῇ καὶ γένηται μέλας, ἀλεαίνεταί τε φύσει τινὶ ἀπορρήτῳ τε καὶ ζῳογόνῳ καὶ μεταβάλλεται καὶ ἐς ζῷα τρέπεται πάμπολλα. καὶ αἵ γε ἀφύαι ταῦτά ἐστι, σκωλήκων δίκην ἐν τῷ βορβόρῳ καὶ τοῖς μυσαροῖς τικτομένων ἐκείνων. γενόμεναι δὲ αἱ ἀφύαι νηκτικώτατον χρῆμά εἰσι, καὶ δρῶσιν ὃ πεφύκασιν, εἶτα ἄγονταί τινι αἰτίᾳ θαυμαστῇ ἐς τὰ σωτήρια, ἔνθα ἕξουσι σκέπην καὶ πρόβλημα, ᾑ μέλλει βιώσιμα αὐταῖς ἔσεσθαι.1 εἴη δʼ ἂν ἡ καταφυγὴ ἢ πέτρα ἀνεστῶσα ἐπὶ μέγα καὶ ὑψηλὸν ἢ οἱ καλούμενοι κρίβανοι· εἶεν δʼ ἂν κολπώδεις πέτραι βρωθεῖσαί τε ὑπὸ τῶν κυμάτων τῷ χρόνῳ καὶ κοῖλαι γεγενημέναι. ταῦτα δὲ ἄρα αὐταῖς ἡ φύσις ἔδειξε κρησφύγετα, ὥστε ὑπὸ τοῦ σάλου μὴ παίεσθαι μηδὲ ἀφανίζεσθαι· ἀσθενεῖς γάρ εἰσι καὶ ἥκιστα πρὸς τὰς ἐκείνων ἐμπτώσεις ἀντίτυποι. τροφῆς δὲ δέονται οὐδὲ ἕν, ἀπόχρη γε μὴν ἀλλήλας περιλιχμήσασθαι. ἄγρα δὲ αὐτῶν νήματα ἄγαν λεπτὰ καὶ ἐρραφέντα τούτοις ἀραιῶν στημονίων τὰ ἱμάτια. καὶ τέχνημα μὲν εἴη ἂν τοῦτο καὶ μάλα γε ἀρκοῦν ἐς αἵρεσίν τε καὶ ἅλωσιν αὐτῶν, ἐς δὲ ἄλλων ἰχθύων θήραν ἥκιστα.
对于细鮹而言,泥浆乃是其生之源;它们并非通过彼此交配而产卵繁衍,而是当海中极其黏腻的淤泥凝结变黑时,受到某种神秘且具造化生机的自然之力所温煦,发生蜕变而化作无数生灵。而细鮹正是此类生物,恰如在污泥与秽物中诞生的蠕虫一般。细鮹生成之后,乃是极善游动之物,履行其天性之职;随后由于某种令人惊异的原因,它们被引向安稳之所,在此处它们将拥有遮蔽与屏障,借此它们将得以生存。那避难所若非巍然耸立之高岩,便是所谓的熔炉岩;这些乃是历经岁月被波涛侵蚀而变得凹陷、呈海湾状的岩石。自然确实为它们指明了这些藏身处,以免它们遭受巨浪撞击而毁灭;因为它们生性孱弱,绝难抵御巨浪的冲击。它们丝毫不需食物,只需相互舔舐便已足够。捕捞它们的方法乃是用极细之线,以及缝缀其上、以稀疏经线织成的织物。这作为捕获并网罗它们的机巧固然十分充足,但若用于捕猎其他鱼类则全无用处。
τὸν σαῦρον εἰ παίσας εἴτε ἑκὼν εἴτε καὶ κατὰ τύχην ῥάβδῳ μέσον διατέμοις, οὐδέτερον αὐτῷ τῶν μερῶν ἀποτέθνηκεν, ἀλλὰ χωρὶς καὶ καθʼ ἑαυτὸ πρόεισί τε καὶ ζῇ δύο ποσὶν ἐπισυρόμενον τὸ ἡμίτομον καὶ ἐκεῖνο καὶ τοῦτο. εἶτα ὅταν συνέλθῃ ʽσύνεισι γὰρ πρὸς τὸ λεῖπον τὸ ἕτερον πολλάκισʼ, συνδυασθέντε συνηλθέτην ἐκ τῆς διαιρέσεως·2 καὶ ἑνωθεὶς ὁ σαῦρος, τοῦ μὲν πάθους τὸ ἴχνος αὐτῷ κατηγορεῖ ἡ οὐλή, περιθέων δὲ καὶ τὴν ἀρχαίαν βιοτὴν ἔχων ἔοικε τῶν προειρημένων μὴ πεπειραμένῳ.
你若用木杖击打蜥蜴,无论是有意还是偶然将其从中截断,它的两半身躯皆未死去,而是无论前半段还是后半段,都各自独立地依靠两足拖行前进并继续存活。随后,每当它们重新相逢时——因为其中一段常常会走向缺失的另一段——成对的两部分便从断裂状态再度合为一体;而重新复原的蜥蜴,尽管疤痕昭示着其遭遇磨难的痕迹,但它四处奔走,维持着往日的生活,宛如从未经受过上述苦难一般。
ἰὸς μὲν ὁ τῶν ἑρπετῶν δεινός ἐστι, καὶ ὅ γε τῆς ἀσπίδος ἔτι μᾶλλον. καὶ τούτων ἀντίπαλα καὶ ἀμυντήρια ῥᾳδίως οὐκ ἂν εὕροι τις, εἰ καὶ σοφώτατος εἴη κηλεῖν τε ὀδύνας καὶ ἀφανίζειν. ἦν δὲ ἄρα καὶ ἐν ἀνθρώπῳ τις ἰὸς ἀπόρρητος, καὶ πεφώραται τὸν τρόπον ἐκεῖνον. ἔχιν εἰ λάβοις, καὶ πάνυ εὐλαβῶς τε καὶ ἐγκρατῶς τοῦ τραχήλου κατάσχοις, καὶ διαστήσας τὸ στόμα εἶτα αὐτῷ προσπτύσειας, ἐς τὴν νηδὺν κατολισθάνει τὸ πτύαλον, καὶ γίνεταί οἱ τοσοῦτον κακὸν ὡς σήπειν τὸν ἔχιν. ἔνθεν τοι καὶ ἀνθρώπῳ δῆγμα ἀνθρώπου μιαρόν ἐστι καὶ κινδυνῶδες οὐδενὸς θηρίου μεῖον. ἐν ὥρᾳ θερείῳ, ἀμητοῦ κατειληφότος καὶ τῶν σταχύων τριβομένων ἐν τῷ δίνῳ, κατὰ ἴλας συνίασιν οἱ μύρμηκες, καθʼ ἕνα ἰόντες καὶ κατὰ δύο δέ, ἀλλὰ καὶ ἐς τὸν τρίτον στοῖχον ἔρχονται, τοὺς ἑαυτῶν οἴκους καὶ τὰς συνήθεις στέγας ἀπολείποντες· εἶτα ἐκλέγουσι τῶν πυρῶν καὶ τῶν κριθῶν, καὶ τὴν αὐτὴν χωροῦσιν ἀτραπόν. καὶ οἳ μὲν ἀπίασιν ἐπὶ τὴν τῶν προειρημένων συλλογήν, οἳ δὲ κομίζουσι τὸν φόρτον, καὶ πάνυ αἰδεσίμως καὶ πεφεισμένως ἀλλήλοις ἀφίστανται τῆς ὁδοῦ, καὶ μᾶλλον τοῖς ἀχθοφόροις οἱ κοῦφοι·3 κατελθόντες δὲ ἐς τὰ οἰκεῖα τὰ σφέτερα καὶ πληρώσαντες τοὺς ἐν τῷ μυχῷ σφίσι σιρούς, ἑκάστου σπέρματος διατρήσαντες τὸ μέσον, τὸ μὲν ἐκπεσὸν δεῖπνον γίνεται τῷ μύρμηκι ἐν τῷ τέως, τὸ δὲ λοιπὸν ἄγονόν ἐστι. παλαμῶνται δὲ ἄρα οἱ γενναῖοι οἰκονόμοι καὶ φρουροὶ τοῦτο, ἵνα μὴ τῶν ὄμβρων περιρρευσάντων, εἶτα ἔκφυσιν ὁλόκληρα ἐκεῖνα ὄντα λάβῃ τινὰ καὶ ἀναθήλῃ, καὶ τούτων γενομένων ἀτροφίᾳ καὶ λιμῷ διὰ χειμῶνος περιπέσωσι, καὶ αὐτοῖς ἐξαμβλώσῃ ἡ σπουδή. φύσεως μὲν δὴ καὶ μύρμηκες λαβεῖν δῶρα εὐτύχησαν καὶ ταῦτα ὡς ἄλλα.
爬行动物的毒素固然可怖,而眼镜蛇的毒素尤甚。任何人即便最善于镇痛祛伤,亦无法轻易找到克制与抵御之法。然而人身之中原来亦存有某种隐秘之毒,且通过如下方式被察觉:你若捉住一条蝰蛇,极谨慎且牢固地捏住其颈部,掰开其口,随后朝它啐唾液,那唾液便会滑入其腹内,并对它造成极大祸患,甚至使蝰蛇全身溃烂。由此可见,对于人而言,人之咬伤实属可憎,其凶险绝不下于任何猛兽。 在夏季,当收获来临、麦穗在打谷场中揉搓之际,蚂蚁便排成队伍汇聚一处,有的单只行走,有的成双而行,甚至排成第三列纵队,离开自己的家园与惯常的处所;随后它们选拣小麦与大麦,沿着同一条路径前行。一部分前去采集上述粮食,另一部分则搬运重物;它们极其知礼且克制地相互让道,轻装者尤为负重者让路。当它们下到自己的巢穴,填满深处的粮仓后,便凿穿每一粒种子的中心;掉落的部分在此期间成为蚂蚁的美餐,而剩余的部分则无法发芽。这些高贵的持家者与守护者之所以施展这等机巧,乃是为了防止在降雨四处流淌时,种子若保持完整便会萌发生长,一旦如此,它们便会在整个冬季陷入营养匮乏与饥荒,从而使其辛劳前功尽弃。蚂蚁亦正是如此有幸从自然之中获得这般馈赠,犹如领受其他恩泽一般。
- 2.22ᾑ μέλλει βιώσιμα αὐταῖς ἔσεσθαι
关系代词/关系副词 ᾗ(阴性单数与格)的用法。它承接前文的 σκέπην καὶ πρόβλημα 或前置的地点副词 ἔνθα,意为“借此(方式/手段)”或“在其中(处所)”。此处作方式/手段性副词解,表示凭借上述庇护屏障,它们才得以存活。
- 2.23συνδυασθέντε συνηλθέτην ἐκ τῆς διαιρέσεως
主格双数分词 συνδυασθέντε 与动词的不定过去时双数第三人称形式 συνηλθέτην 的严格呼应。该双数结构承接被切断的前后两半身躯(τὸ ἡμίτομον καὶ ἐκεῖνο καὶ τοῦτο),生动描摹了两截断体如何重新配对并从离析状态再度合而为一。
- 2.25καὶ μᾶλλον τοῖς ἀχθοφόροις οἱ κοῦφοι
省略句,承前省略了主谓结构 ἀλλήλοις ἀφίστανται τῆς ὁδοῦ(彼此让道)。主格 οἱ κοῦφοι(空身轻装者)与与格 τοῖς ἀχθοφόροις(负重载运者)形成对照,由副词 μᾶλλον 连接,意为“轻装者尤其为负重者让路”。
