← 克劳狄乌斯·埃利安

论动物的本性

§2.17-2.21

阻船之鱼厄刻涅伊斯与各地奇异动物

本节记述了止船鱼迫停船只的奇能、大象自治创伤的本领、母熊舐舔未成形的肉块使幼崽具形、厄律特赖公牛摆动双角的特点,以及埃塞俄比亚与弗里吉亚吞食飞鸟、猎杀牲畜的巨蟒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17

πελάγιος ἰχθὺς τὴν λῆξιν, τὴν ὄψιν μέλας, τὸ μῆκος κατὰ μεμετρημένην ἔγχελυν, λαβὼν ἐξ ὧν δρᾷ τὸ ὄνομα, θεούσῃ νηὶ καὶ μάλα γε ἐξ οὐρίας προσφθαρεὶς καὶ τῆς πρύμνης τὸ ἄκρον ἐνδακών, ὥσπερ οὖν ἵππον στομίῳ ἀπειθῆ καὶ τραχὺν χαλινῷ σκληρῷ βιαιότατα ἀνακρούσας, ἀναστέλλει τῆς ὁρμῆς καὶ πεδήσας ἔχει·1 καὶ μάτην μὲν τὰ ἱστία μέσα πέπρησται, ἐς οὐδὲν δὲ φυσῶσιν οἱ ἄνεμοι, ἄχος δʼ ἔχει τοὺς πλέοντας. συνιᾶσι δὲ οἱ ναῦται, καὶ τῆς νεὼς γνωρίζουσι τὸ πάθος. καὶ ἐντεῦθεν ἐκτήσατο τὸ ὄνομα· ἐχενηίδα γὰρ καλοῦσιν οἱ πεπειραμένοι.

按其习性属于远洋之鱼,外貌漆黑,体长如同一条寻常中等之鳗,因其所作所为而得名。当一艘海船正乘着极佳的顺风飞驰之际,它猛扑上前,咬住船尾的边缘,宛如人用坚硬的马勒极其强劲地勒住不服口衔且凶暴的烈马一般,遏制住船的冲势,将其紧紧锁住。帆腹徒劳地鼓起,狂风全无用处地吹拂,苦恼笼罩着航行之人。然而水手们心知肚明,辨识出了船只的这一劫难。此鱼正由此获得其名,通晓其事者称之为“止船鱼”。

§2.18

ἀναβαίνει μὲν ἡ τέχνη καὶ ἐς τριγονίαν διδασκαλίας παρʼ Ὁμήρῳ ἡ περὶ τῶν τετρωμένων τε καὶ φαρμάκου δεομένων. παιδεύεται μὲν γὰρ ὁ Μενοιτίου Πάτροκλος ὑπʼ Ἀχιλλέως ἰατρικήν, Ἀχιλλεὺς δὲ ὁ Πηλέως ὑπὸ Χείρωνος τοῦ Κρόνου. καὶ ἐν ἥρωσί τε καὶ θεῶν παισὶν ἦν τὰ μαθήματα φύσιν εἰδέναι ῥιζῶν καὶ πόας διαφόρου χρῆσιν καὶ φαρμάκων κρᾶσιν καὶ ἐπαοιδὰς ἔς τε φλεγμονὴν ἀντιπάλους, καὶ ἀναστεῖλαι αἷμα,2 καὶ ὅσα ἄλλα ἐκεῖνοί γε ᾔδεσαν· καὶ μέντοι καὶ οἱ τοῦ χρόνου κάτω ἀνίχνευσάν τινα. ἀλλὰ τούτων γε τῶν σοφισμάτων ἡ φύσις οὐδὲν ἐδεῖτο· καὶ κατηγορεῖ ὁ ἐλέφας. ὅταν γοῦν ἐς αὐτὸν ἔλθῃ δόρατα καὶ βέλη πολλά, ἐλαίας πασάμενος ἄνθος ἢ ἔλαιον αὐτό, εἶτα πᾶν τὸ ἐμπεσὸν ἀπεσείσατο, καὶ ἔστιν αὖθις ὁλόκληρος.

关于伤者与需要医药之人的技艺,在荷马笔下可上溯至三代相传的授受。盖因迈诺提俄斯之子帕特罗克洛斯受教于阿喀琉斯而学医,佩琉斯之子阿喀琉斯则受教于克洛诺斯之子喀戎。在英雄与神明之子嗣之间,所学的课业乃是知晓草根的本性、各种草药的功用、药物的调配、足以抵御炎症的咒语、止血之法,以及凡彼等人所熟知的一切;此外,后世之人亦探索出若干疗法。然而大自然对于这些巧妙法门却毫无所求;大象便可为此作证。每当大象身中许多矛与箭矢时,只要吃下橄榄花或橄榄油本身,随后便能将所有陷入体内的锋刃尽数抖落,再度完好如初。

§2.19

καὶ τόδε τὸ θαῦμα τοῦδε τοῦ ζῴου ἴδιον. τεκεῖν βρέφος οὐκ οἶδεν ἄρκτος, οὐδὲ ὁμολογήσει τις ἐξ ὠδίνων ἰδὼν τὸ ἔκγονον ζῳογόνον εἶναι αὐτήν, ἀλλὰ ἣ μὲν ἐλοχεύθη, τὸ δὲ εἰκῆ κρέας καὶ ἄσημόν τε καὶ ἀτύπωτον καὶ ἄμορφον. ἣ δὲ ἤδη φιλεῖ καὶ γνωρίζει τὸ τέκνον, καὶ ὑπὸ τοῖς μηροῖς θάλπει, καὶ λεαίνει τῇ γλώττῃ, καὶ ἐκτυποῖ ἐς ἄρθρα, καὶ μέντοι καὶ κατὰ μικρὰ ἐκμορφοῖ, καὶ ἰδὼν ἐρεῖς τοῦτο ἄρκτου σκυλάκιον.

下述奇迹亦为此兽所特有。母熊不知如何诞下成形的幼崽,凡目睹其分娩产物者,皆不会承认它乃是胎生动物;母熊固然临盆,产下的却是一块毫无规则的肉块,无标志、无轮廓,亦无形状。然而母熊随即慈爱地认领这骨肉,将其置于大腿之下温育,以舌舐使其平滑,塑造其关节,并渐渐赋予其身形;你若得见,定会说:“这是一只小熊仔。”

§2.20

κέρατα ἀκλινῆ καὶ ὀρθὰ ἕστηκε ταύροις ἅπασι, καὶ διὰ ταῦτα ὡς ἐς ὅπλον ὁ ἄνθρωπος, οὕτω τοι καὶ ἐς κέρας ὁ ταῦρος τεθύμωται. βόες δὲ Ἐρυθραῖοι κινοῦσι τὰ κέρατα ὡς ὦτα.

一切公牛皆生有不弯而挺立之角,正因如此,恰如人类倚仗兵刃,公牛亦将其怒气倾注于双角之中。然而厄律特赖的公牛却能如摆动耳朵般活动其角。

§2.21

γῆ3 μὲν Αἰθιοπίς ʽγείτων δὲ καὶ μάλα ἀγαθὸς καὶ ἀξιόζηλος τὸ τῶν θεῶν λουτρόν, ὃ Ὅμηρος ἡμῖν Ὠκεανὸν ᾅδειʼ οὐκοῦν ἥδε ἡ γῆ δρακόντων μήτηρ ἐστὶ μεγέθει μεγίστων· καὶ γάρ τοι καὶ ἐς τριάκοντα ὀργυιὰς προήκουσι, καὶ τὸ ὄνομα μὲν τὸ ἀπὸ γενεᾶς οὐ καλοῦνται, φονέας δὲ ἐλεφάντων φασὶν αὐτούς, καὶ ἁμιλλῶνται πρὸς γῆρας τὸ μήκιστον οἵδε οἱ δράκοντες. καὶ λόγοι μὲν Αἰθίοπες ἐνταῦθά μοι ἵστανται. λέγουσι δὲ Φρύγιοι λόγοι καὶ ἐν Φρυγίᾳ γίνεσθαι δράκοντας, καὶ προήκειν αὐτοὺς ἐς δέκα ὀργυιάς, καὶ μεσοῦντος θέρους ὁσημέραι μετὰ πλήθουσαν ἀγορὰν ἐξέρπειν τῶν φωλεῶν. καὶ παρὰ τῷ ποταμῷ τῷ καλουμένῳ Ῥυνδάκῳ τὸ μέν τι τῆς σπείρας ἀπήρεισαν ἐς τὴν γῆν, τὸ λοιπὸν δὲ σῶμα ἀναστήσαντες πᾶν, ἀτρέμα καὶ ἡσυχῆ τὴν φάρυγγα ἀνατείναντες καὶ μέντοι καὶ τὸ στόμα ἀνοίξαντες, εἶτα τὰ πτηνὰ ἕλκουσιν οἱονεὶ ἴυγγι τῷ ἄσθματι.4 τὰ δὲ ἐς τὰς ἐκείνων ἐσπίπτει γαστέρας ὑπὸ τῆς παρʼ αὐτῶν ἐκπνοῆς συρόμενα αὐτοῖς πτεροῖς. καὶ ταῦτα μὲν ἰδίᾳ ἐκείνοις δρᾶται ἐς ἡλίου δυσμάς· εἶτα ἑαυτοὺς οἱ δράκοντες ἀποκρύψαντες ἐλλοχῶσι τὰς ποίμνας καὶ ἐκ τῆς νομῆς ἐπὶ τὰ αὔλια ἰούσας αἱροῦσι, καὶ πολὺν φόνον ἐργασάμενοι καὶ τοὺς νομέας συνδιέφθειραν πολλάκις, καὶ ἔχουσι δεῖπνον ἄφθονόν τε καὶ ἀμφιλαφές.

埃塞俄比亚之地——其极佳而令人艳羡的邻邦乃是众神沐浴之所,即荷马为我们所歌咏的大洋——这片土地便是体躯最大之巨蟒的母邦。实际上,它们体长可达三十寻,人们并不依其宗族之名唤它们,而称其为“杀象者”,这些巨蟒亦竞相享有最漫长的寿龄。关于埃塞俄比亚的记述在我这里便告一段落。而弗里吉亚的记述则称,弗里吉亚亦有巨蟒生成,其长达十寻;在盛夏每日集市人满之时过后,它们便从洞穴中爬出。在名为吕恩达科斯的河流之畔,它们将盘卷的一部紧贴地面,将其余全身竖立起来,悄然平静地伸长喉咙,更张开巨口,随后以其呼气宛如施展惑心之咒般将飞鸟吸来。飞鸟受其吐息牵引,连同羽翼一并坠入它们的腹中。此类行径皆由它们各自持续至日落;随后巨蟒将自身隐匿,伏击畜群,捕杀从牧场归圈的牲畜,在造成惨重杀戮的同时,亦常常将牧人一并消灭,从而饱享丰盛而丰饶的盛宴。

语法注4 条
  1. 2.17πεδήσας ἔχει

    由过去分词 πεδήσας 与动词 ἔχει 组合而成的迂回完成结构(periphrastic construction)。较之单纯完成时,它更为鲜明地表达了对结果状态的持续维系与掌控(“将其锁住并保持受缚”)。

  2. 2.18καὶ ἐν ἥρωσί τε καὶ θεῶν παισὶν ἦν τὰ μαθήματα φύσιν εἰδέναι ῥιζῶν καὶ πόας διαφόρου χρῆσιν καὶ φαρμάκων κρᾶσιν καὶ ἐπαοιδὰς ἔς τε φλεγμονὴν ἀντιπάλους, καὶ ἀναστεῖλαι αἷμα

    主语 τὰ μαθήματα 的补足语中,不定式短语(φύσιν εἰδέναι ... καὶ ἀναστεῖλαι αἷμα)与宾格名词短语(χρῆσιν, κρᾶσιν, ἐπαοιδάς)相互交错。句法上既可将这些名词短语视为由 εἰδέναι 所支配的宾语,亦可视为名词短语与不定式短语交替作为 μαθήματα 之同位语或谓语成分的破格并列(anacoluthon)。

  3. 2.21γῆ μὲν Αἰθιοπίς ... οὐκοῦν ἥδε ἡ γῆ

    句首的主格 γῆ μὲν Αἰθιοπίς 因随后插入的同位语与关系小句(γείτων δὲ ... ᾅδει)而中断了与主谓语的联系,继而由小词 οὐκοῦν 引出的 ἥδε ἡ γῆ 重新确立为主语(重拾性主语/破格结构)。

  4. 2.21οἱονεὶ ἴυγγι τῷ ἄσθματι

    方式/工具与格 τῷ ἄσθματι(以其吐息)由比喻性短语 οἱονεὶ ἴυγγι(犹如借助惑心轮/法宝)修饰。ἴυγγι 亦取与格与 τῷ ἄσθματι 同格,将巨蟒呼吸吸引飞鸟的魔异牵引力比作巫术法器。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.17-2.21