- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.12-2.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了野兔的奇特生理机能、巨型海兽依赖引路鱼的习性、变色龙变换体色的本领、海领鱼伴船护航并预警陆地的特征,以及斯基泰兽驼鹿变换毛色与其皮张作为护具的用途。
ἔχει μέντοι καὶ ὁ λαγὼς συμφυεῖς ἰδιότητας. ἐκπεπταμένοις μὲν γὰρ τοῖς βλεφάροις καθεύδει, κατηγορεῖ δὲ αὑτοῦ τὰ ἔτη τρώγλας τινὰς ὑποφαίνων. φέρει δὲ καὶ ἐν τῇ νηδύι τὰ μὲν ἡμιτελῆ, τὰ δὲ ὠδίνει, τὰ δὲ ἤδη οἱ τέτεκται.
野兔亦具备与生俱来的特异禀赋。盖因其眼睑大张而眠,且以显露出的若干裂隙暴露其自身的年岁。此外,在其腹中,有的胎儿尚发育未半,有的正值分娩临盆之痛,有的则业已产下。
τὰ κήτη τὰ μεγάλα πάντα ἄνευ κυνῶν1 δεῖται τοῦ ἡγεμόνος, καὶ τοῖς ὀφθαλμοῖς ἐκείνου ἄγεται. ἔστι δὲ ἰχθὺς μικρὸς καὶ λεπτός, τὴν κεφαλὴν προμήκης· στενὸν δὲ αὐτῷ τὸ οὐραῖον συμπέφυκεν, ὡς οἱ τούτων λέγουσι σοφοί. εἴτε δὲ αὐτὸν ἐκεῖνον παρέδωκε τῷ κήτει ἡ φύσις ἑκάστῳ, εἴτε φιλίᾳ αὐτῷ ἑκὼν πρόσεισιν, οὐκ οἶδα· φύσεως δὲ ἀνάγκην εἶναι τὸ πραττόμενον μᾶλλον πεπίστευκα. νήχεται γὰρ ὅδε ὁ ἰχθὺς οὐδεπώποτε ἑαυτῷ, πρόεισι δὲ τῆς τοῦ κήτους κεφαλῆς, καὶ ἡγεμών ἐστιν αὐτοῦ, καὶ ὡς εἰπεῖν οἴαξ. προορᾷ γοῦν ἐκείνῳ τὰ πάντα καὶ προαισθάνεται τῷ αὐτῷ, καὶ προδιδάσκει ἕκαστα τῆς οὐρᾶς τῷ ἄκρῳ, καὶ παρέψαυσε τούτῳ, καὶ ἔδωκε σύνθημα, καὶ τῶν μὲν φοβερῶν ἀνέστειλεν, ἐπί γε μὴν τὰ θρέψοντα προάγει, καὶ τὴν ἐκ τῶν θηρατῶν ἐπιβουλὴν διδάσκει σημείῳ τινὶ ἀτεκμάρτῳ, καὶ τῶν τόπων ὧν οὐ χρὴ τοσοῦτον θηρίον ἐπιβῆναι προμηνύει, ἵνα μή ποτε ἄρδην ἐς ἕρμα περισχεθὲν ἀπόληται, ἡ τοίνυν τοῦ βίου ὑπόθεσις τῷ μεγίστῳ τὸ βράχιστόν ἐστιν. ἔοικε δὲ καταπιανθὲν τὸ ζῷον μήτε ὁρᾶν ἔτι μήτε ἀκούειν, εἶναι δὲ πρόβλημα καὶ τῆς ὄψεως καὶ τῆς ἀκοῆς τῶν σαρκῶν τὸν ὄγκον. οὐχ ὁρᾶται δὲ τοῦ κήτους ἔρημος, ἀλλὰ ἀνάγκη, τοῦ πάντων αὐτῷ τῶν προειρημένων αἰτίου προαπολωλότος, καὶ ἐκεῖνο ἀπολέσθαι.
所有巨大的海兽,除鲨鱼类之外,皆需一名向导,并受其眼睛指引而前行。据通晓此类事务之智者所言,这是一条微小而纤细的鱼,头部修长,尾部天生狭窄。究竟是大自然将这条鱼交付给每一头海兽,还是出于情谊自愿相随,我不得而知;但我更倾向于确信,此种作为乃是大自然的必然法则。盖因此鱼绝非为自身而游弋,而是行进在海兽的头部之前,充当其引路者,可以说恰如其舵轮。它为海兽预先洞察一切,为它先觉知诸事,并以尾尖将诸端事体预先相告;它以此尾触碰海兽,发出信号,使其从险恶境地退避,引其前去获取滋养,以某种不可觉察之征候示意猎人的图谋,并预先警示如此巨大的巨兽不当涉足之地,免得它全然被暗礁困住而丧命。由此可见,对于至大之物而言,生命的依托反倒是至微之物。此兽似乎一旦长得肥硕,便不再能视亦不再能听,肌肉的厚重成了视力与听力的屏障。在巨兽之外从未见此鱼独存;而一旦为其带来上述一切益处的引路鱼先死,海兽亦必然随之丧生。
Χαμαιλέων τὸ ζῷον ἐς μίαν χρόαν οὐ πέφυκεν οὔτε ὁρᾶσθαι οὔτε γνωρίζεσθαι, κλέπτει δὲ ἑαυτὸν πλανῶν τε ἅμα καὶ παρατρέπων τὴν τῶν ὁρώντων ὄψιν. εἰ γὰρ περιτύχοις μέλανι τὸ εἶδος, ὃ δὲ ἐξέτρεψε2 τὸ μόρφωμα ἐς χλωρότητα, ὥσπερ οὖν μεταμφιεσάμενος· εἶτα μέντοι ἀλλοῖος ἐφάνη γλαυκότητα ὑποδύς, καθάπερ προσωπεῖον ἕτερον ἢ στολὴν ὑποκριτὴς ἄλλην. ἐπεὶ τοίνυν ταῦθʼ οὕτως ἔχει, φαίη τις ἂν καὶ τὴν φύσιν μὴ καθέψουσαν μηδὲ ἐπιχρίουσαν φαρμάκοις, ὥσπερ οὖν ἢ Μήδειάν τινα ἢ Κίρκην, καὶ ἐκείνην φαρμακίδα εἶναι. πομπίλον πελάγιον καὶ βυθῷ φιληδοῦντα εἰδέναι χρὴ μάλιστα ἰχθύων ὧν ἴσμεν ἀκοῇ· μισεῖ δὲ ἢ αὐτὸς τὴν γῆν ἢ τὸν ἰχθὺν ἐκείνη. τεμνούσας δὲ ἄρα μέσον τὸν πόρον τὰς ναῦς οἵδε οἱ πομπίλοι ὥσπερ οὖν ἐρωμένας προσνέοντες δορυφοροῦσι, καὶ δεῦρο καὶ ἐκεῖσε περιέρχονται χορεύοντες ἅμα καὶ πηδῶντες. οἱ μὲν οὖν περίνεῳ3 ὁπόσον ἀφεστᾶσι τῆς γῆς, οὐδὲ ἓν αὐτοῖς εἰδέναι πάρεστι δήπου· οἱ δὲ ναῦται, κλέπτεσθαι μέντοι καὶ αὐτοῖς τὸ ἀληθὲς εἴωθεν. οἵ γε μὴν πομπίλοι μακρόθεν ᾔσθοντο δίκην εὐρίνου κυνὸς τὸ θήραμα ἑλούσης τάχιστα, καὶ οὐκέτι τοσοῦτος αὐτοὺς ἔρως νεὼς καταλαμβάνει, ὡς παραμένειν, ἀλλὰ οἷα ὑπὸ συνθήματι ἀθρόοι γενόμενοι ᾤχοντο ἀπιόντες. καὶ ἴσασιν ἐντεῦθεν οἱ τῆς νεὼς ἄρχοντες ὅτι ἄρα χρὴ περιβλέπειν γῆν οὐ πυρσοῖς τεκμαιρομένους ἀλλὰ τοῖς προειρημένοις πεπαιδευμένους.
变色龙这种生灵天生不会以单一色泽示人或为人所识,它在迷惑并移转观看者视线的同时,隐匿了自身。设若你偶遇它呈黑色外貌,它却会将形体变为翠绿,俨然更换了衣衫;随后它又呈现出另一副模样,换上一层青灰色,宛若演员戴上另一张面具或换上另一件戏袍。既然事态如此,人们大可断言:大自然无需像美狄亚或喀耳刻那般煎煮药草或涂抹毒剂,其本身便是一位女术士。 在我们耳闻所知的诸鱼之中,应当深知海领鱼乃是极具远洋习性且耽于深渊者;若非它厌弃陆地,便是陆地厌弃此鱼。当海船劈波穿行于航道之中时,这些海领鱼便游上前来,如护卫心上人一般随侍左右,往来巡游,且舞且跃。因此,搭乘船只的乘客固然对离陆地尚有几何一无所知;而水手们对于真相亦往往遭到蒙蔽。然而海领鱼却能从极远处觉察,正如嗅觉灵敏的猎犬迅疾捕获猎物一般;它们不再为留恋海船的情愫所困以致继续逗留,反倒如奉暗号般成群结队径自离去。海船的掌舵者们遂由此得知,应当开始环顾搜寻陆地,并非凭借烽火来推断,而是受教于上述诸鱼。
ἐρύθημα εἴ ποτε ἐπανατέλλει καὶ ὠχρίασις ἐπὶ ψιλῆς τῆς δορᾶς καὶ τριχῶν γυμνῆς, θαυμαστὸν οὐδέν· ταρανδὸς δὲ τὸ ζῷον, ἀλλὰ οὗτός γε θριξὶν αὐταῖς τρέπει ἑαυτόν, καὶ πολύχροιαν ἐργάζεται μυρίαν, ὡς ἐκπλήττειν τὴν ὄψιν. ἔστι δὲ Σκύθης, καὶ τὰ νῶτα παραπλήσιος ταύρῳ καὶ τὸ μέγεθος. τούτου τοι καὶ τὴν δορὰν ἀγαθὴν ἀντίπαλον αἰχμῇ ταῖς αὑτῶν ἀσπίσι περιτείναντες νοοῦσιν4 οἱ Σκύθαι.
假若赤红或苍白之色在光洁无毛的皮肤上浮现,本不足为奇;然而驼鹿这种动物,却以毛发自身改变外观,幻化出千万种斑斓杂色,以致令人目眩神迷。此乃斯基泰之兽,其脊背与体躯皆酷似公牛。正是为此,斯基泰人认为其皮乃抵御矛尖之良器,遂将其蒙裹于自身盾牌之上。
- 2.13ἄνευ κυνῶν
κύων(犬)的复数属格。在海洋生物语境中,该词指“角鲨”或“鲨鱼”(海狗)。此处的介词短语 ἄνευ κυνῶν 作排除解(“除鲨鱼类之外”),表明除鲨鱼外的诸大巨鲸海兽皆需引路小鱼为其向导。
- 2.14εἰ γὰρ περιτύχοις μέλανι τὸ εἶδος, ὃ δὲ ἐξέτρεψε
针对假设从句 εἰ περιτύχοις(不定过去时希求语气),主句以指示代词 ὃ δέ 搭配陈述语气不定过去时 ἐξέτρεψε,而非标准的 ἄν + 希求语气潜在线索。这种修辞性转用直陈式不定过去时,生动传神地描摹出一旦遭遇变色龙,其体色便瞬间转变完毕的即时性与确定性。
- 2.15οἱ μὲν οὖν περίνεῳ
περίνεῳ 为阿提卡第二变格名词的复数主格,源自 περί 与 ναῦς,指非船员编制的“乘客”或“搭乘者”。它与下文的 οἱ δὲ ναῦται(水手们)相对照,作句子主语,说明不参与操舵导航的普通乘客对距离陆地之远近茫然无知。
- 2.16ἀγαθὴν ἀντίπαλον αἰχμῇ ταῖς αὑτῶν ἀσπίσι περιτείναντες νοοῦσιν
动词 νοοῦσιν(认为/视作)以前置的 τὴν δορὰν 为宾语,并以 ἀγαθὴν ἀντίπαλον(优秀的抗衡物/防御物)作宾语补足语(宾格表语)。分词短语 ταῖς αὑτῶν ἀσπίσι περιτείναντες(蒙裹在自身盾牌上)表手段与状语,αἰχμῇ 则为与格,修饰 ἀντίπαλον(“与枪尖相抗衡”)。
