- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:2.11#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了十二头大象身着华服、井然有序地展示舞蹈与行进步法,随后在陈设奢华的宴席上雌雄成对、举止优雅文正地进食与饮水,最后作者更以亲身见闻记录了一头在训导师之手引导下书写罗马字母的大象。
δώδεκα μὲν γὰρ τὸν ἀριθμὸν ὅδε ὁ χορὸς ἦσαν·1 παρῆλθόν γε μὴν ἐντεῦθεν τοῦ θεάτρου καὶ ἐκεῖθεν νεμηθέντες, καὶ εἰσῄεσαν ἁβρὰ μὲν βαίνοντες, θρυπτικῶς δὲ τὸ σῶμα πᾶν διαχέοντες, καὶ ἠμπείχοντο χορευτικὰς στολὰς καὶ ἀνθινάς. καὶ τοῦ γε χορολέκτου τῇ φωνῇ μόνον ὑποσημήναντος2 οἳ δὲ ἐπὶ στοῖχον ᾔεσαν,3 φασίν, εἰ τοῦτο ἐκέλευσεν ὁ διδάξας· εἶτα αὖ πάλιν περιήρχοντο ἐς κύκλον, ὑποσημήναντος ἰέναι ταύτῃ· καὶ εἰ ἐξελίττειν ἔδει, ἔπραττον αὐτό, καὶ ἄνθη μέντοι ῥιπτοῦντες ἐκόσμουν τὸ δάπεδον οἵδε, μέτρῳ καὶ φειδοῖ δρῶντες, καί τι καὶ ἐπεκτύπουν τοῖς ποσί, χόρειόν τε καὶ συμμελὲς ὁμορροθοῦντες οἱ αὐτοί. Δάμωνα μὲν οὖν καὶ Σπίνθαρον καὶ Ἀριστόξενον καὶ Φιλόξενον καὶ ἄλλους ἐπαΐειν μουσικῆς κάλλιστα καὶ ἐν ὀλίγοις ἐξετάζεσθαι τήνδε τὴν σοφίαν θαυμαστὸν μέν, ἄπιστον δὲ καὶ παράλογον οὐδαμῶς. τὸ δὲ αἴτιον, ἄνθρωπος ζῷόν ἐστι λογικὸν καὶ νοῦ καὶ λογισμοῦ χωρητικόν· ζῷον δὲ ἄναρθρον συνιέναι καὶ ῥυθμοῦ καὶ μέλους καὶ φυλάττειν σχῆμα καὶ ἐμμέλειαν μὴ παρατρέπειν καὶ ἀποπληροῦν τῶν διδαχθέντων τὴν ἀπαίτησιν, φύσεως δῶρα ταῦτα ἅμα καὶ ἰδιότης καθʼ ἕκαστον ἐκπληκτική. τὰ δὲ ἐπὶ τούτοις καὶ ἐκμῆναι τὸν θεατὴν ἱκανά· χαμαιζήλων κλινῶν στιβάδες ἐν τῇ ψάμμῳ τοῦ θεάτρου τεθεῖσαι, εἶτα ἐδέξαντο4 τυλεῖα καὶ ἐπὶ τούτοις στρωμνὴν ποικίλην, οἰκίας μέγα εὐδαίμονος καὶ παλαιοπλούτου σαφῆ μαρτύρια· καὶ κυλίκια ἦν πολυτελῆ παρακείμενα καὶ κρατῆρες χρυσοῖ καὶ ἀργυροῖ, καὶ ἐν αὐτοῖς ὕδωρ πάμπολυ, τράπεζαί τε παρέκειντο θύου τε καὶ ἐλέφαντος εὖ μάλα σοβαραί, καὶ ἦν ἐπʼ αὐτῶν κρέα καὶ ἄρτοι, παμβορωτάτων ἐμπλῆσαι ζῴων γαστέρας ἱκανὰ ταῦτα. ἐπεὶ δὲ τὰ τῆς παρασκευῆς ἔκπλεά τε καὶ ἀμφιλαφῆ ἦν, παρῆλθον οἱ δαιτυμόνες, ἓξ μὲν ἄρρενες, ἰσάριθμοι δὲ αἱ θήλειαι αὐτοῖς· καὶ οἳ μὲν ἀρρενωπὸν στολὴν εἶχον, αἳ δὲ θῆλυν, καὶ κατεκλίνησαν σὺν κόσμῳ συνδυασθέντες ἄρρεν τε καὶ θῆλυ. καὶ ὑποσημήναντος τὰς προβοσκίδας ὡς χεῖρας κεκολασμένως προύτεινον, καὶ ἐσιτοῦντο εὖ μάλα σωφρόνως· καὶ οὔτε τις αὐτῶν ἔδοξεν ἀδηφάγος οὔτε μὴν προτένθης τις ἢ τῆς μοίρας τῆς μείζονος ἁρπακτικός, ὡς ὁ Πέρσης ὁ παρὰ τῷ Ξενοφῶντι τῷ χρυσῷ. ἐπεὶ δὲ πίνειν ἔδει, ἑκάστῳ κρατὴρ παρετέθη, καὶ ἀρυτόμενοι ταῖς προβοσκίσι τὸ ποτὸν ἔπινον κεκοσμημένως, εἶτα ἀπέρραινον σὺν παιδιᾷ καὶ οὐχ ὕβρει. πολλὰ δὲ καὶ ἄλλα ἀνέγραψαν τοιαῦτα τῆς ἰδιότητος τῶνδε τῶν ζῴων σοφὰ καὶ ἐκπληκτικά. ἐγὼ δὲ εἶδον καὶ γράμματα γράφοντα ἐπὶ πίνακος Ῥωμαῖα ἀστραβῶς τῇ προβοσκίδι καὶ ἀτρέπτως· πλὴν ἐπέκειτο ἡ χεὶρ τοῦ διδάξαντος ἐς τὴν τῶν γραμμάτων παιδαγωγοῦσα περιγραφήν, ἔστε ἀπογράψαι τὸ ζῷον· τὸ δὲ ἀτενὲς ἑώρα κάτω. πεπαιδευμένους εἶναι τοὺς ὀφθαλμοὺς τῷ ζῴῳ καὶ γραμματικοὺς εἶπες ἄν.5
因为这支合唱队的数目为十二头。它们分列于剧场的两翼走上前来,步履轻盈,全身婀娜摆动着入场,身披饰有花卉图案的舞衣。据说,只要合唱领队仅凭声音发出暗号,若训导师下达了指令,它们便排成一列行进;随后,当他示意朝那边走时,它们又再度绕圈回旋;若需要展开变换队形,它们照做不误,并且还散落鲜花来点缀地面,动作极有分寸与节制;同时它们还用足踏出节拍,同样是它们一道共鸣出合唱般和谐的韵律。 诚然,达蒙、斯宾塔洛斯、阿里斯托克塞诺斯、菲洛克塞诺斯等人极通晓乐理,并在这门学问上被列为屈指可数的名家,这虽令人赞叹,却绝非难以置信或不近情理之事。其缘由在于,人是理性的生灵,能够领悟智性与思维;然而一头不能发清晰之声的野兽,竟能理解节奏与曲调,保持身姿而不失协调,并圆满完成所受训导之要求,这既是自然的恩赐,亦是每一头野兽身上令人惊叹的非凡禀赋。 在此之后的景象,更足以令观者如痴如醉。在剧场的沙地上安置了矮榻构成的铺位,随即铺上褥垫,其上再铺设华美斑斓的织毯,这全然是极富庶与累世豪门之家的明证;一旁陈列着昂贵的饮杯,以及金银制成的调酒缸,内盛大量清水;周围还摆设着由香橼木与象牙制成的极其华贵的桌案,案上陈列着肉类与面包,这足以填饱至为贪食之野兽的肠胃。待陈设备齐且丰盛无虞之时,赴宴者便登场了——雄象六头,雌象与之数目相等。雄者着男装,雌者着女装,雄雌成双配对,井然有序地倚榻就座。待暗号下达,它们便如人手一般克制地伸出象鼻,极其文雅温和地进食;其中无一头显得贪馋暴食,亦无一头先行抢食或贪夺更大的一份,丝毫不像那位出自金言色诺芬笔下的波斯人。及至饮水之时,每头象前各置一缸,它们用象鼻汲取饮水,举止端庄地饮下,随后出于嬉戏而非放肆地向外喷洒。 关于这些生灵的奇特本领,人们还记述过许多其他类似精妙而令人称奇之事。而我本人甚至亲眼见过一头象用象鼻在木板上书写罗马字母,笔画端正且绝不走样;只是训导师的手搭在上面,引导着字母的轮廓走势,直至这头野兽书写完毕;而它则全神贯注地俯视下方。你定会说,这头野兽生有一双受过良好教养且通晓文墨的眼睛。
- 2.11δώδεκα μὲν γὰρ τὸν ἀριθμὸν ὅδε ὁ χορὸς ἦσαν
按意义一致结构(schema ad sensum):单数集合名词主语 ὅδε ὁ χορὸς(此合唱队)搭配了复数谓语动词 ἦσαν,因为意念上着眼于组成合唱队的各个个体。此外,τὸν ἀριθμόν 为表限制的宾格(“在数目上”)。
- 2.11ὑποσημήναντος
未明确写出逻辑主语的独立属格。此处省略了上下文显而易见的动作主体(训练师或合唱领队),或作非人称的被动语义理解(“暗号被发出之时”)。
- 2.11τοῦ γε χορολέκτου τῇ φωνῇ μόνον ὑποσημήναντος οἳ δὲ ἐπὶ στοῖχον ᾔεσαν
独立属格结构(τοῦ γε χορολέκτου ... ὑποσημήναντος)之后,主句开头使用了归结小词 δέ(apodotic δέ)。主语 οἳ δέ 为冠词充当指示代词的用法(“它们便”)。
- 2.11χαμαιζήλων κλινῶν στιβάδες ἐν τῇ ψάμμῳ τοῦ θεάτρου τεθεῖσαι, εἶτα ἐδέξαντο
带分词 τεθεῖσαι 的主格主语 στιβάδες 置于句首,随后直接带出动词 ἐδέξαντο(“被放置的草垫随后接纳了褥垫”),构成略带破格(anacoluthon)色彩的拟人化表达,形象描绘出床榻铺设层层堆叠的过程。
- 2.11εἶπες ἄν
小词 ἄν 搭配直陈式过去时第二人称单数,表示过去事实的潜在或虚拟推测(“你定会说”),是用于表达旁观者假设性看法的典型句式。
