- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:1.58-1.60
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了威胁蜜蜂的各类天敌及其防治之法,蜜蜂对气味的清雅喜好,将蜂巢精巧的建筑结构与阶层秩序同波斯诸王的宫苑对比并加以推崇,最后赞美了蜂王克制权能、不施毒害的崇高品格。
μελιττῶν δὲ ἐπίβουλοι καὶ ἐχθροὶ εἶεν ἂν ἐκεῖνοι, οἵ τε αἰγίθαλοι καλούμενοι καὶ τὰ τούτων νεόττια καὶ οἱ σφῆκες καὶ αἱ χελιδόνες καὶ οἱ ὄφεις καὶ αἱ φάλαγγες καὶ αἱ λύγγαι. καὶ αἳ μὲν δεδίασι ταῦτα, οἱ δʼ οὖν μελιττουργοὶ ἐλαύνουσιν αὐτὰ ἀπʼ αὐτῶν ἢ κόνυζαν ἐπιθυμιάσαντες ἢ χλωρὰν ἔτι μήκωνα πρὸ τῶν σίμβλων καταστήσαντες ἢ καταστρώσαντες. καὶ ταῦτα μὲν τοῖς ἄλλοις ἐχθρά ἐστι τοῖς προειρημένοις, σφηκῶν δὲ ἅλωσις ἐκείνη ἂν εἴη. κύρτον ἀπαρτῆσαι χρὴ πρὸ τῆς σφηκιᾶς καὶ ἐνθεῖναι αὐτῷ λεπτὴν μεμβράδα ἢ μαινίδα ὀλίγην καὶ σὺν τούτοις ἴωπα ἢ χαλκίδα· οἱ δὲ σφῆκες ὑπὸ τῆς ἐμφύτου γαστριμαργίας ἑλκόμενοι, καλοῦντος αὐτοὺς τοῦ δελεάσματος, ἐσπίπτουσιν ἀθρόοι, καὶ περιλαβόντος αὐτοὺς τοῦ κύρτου οὐκ ἔστιν αὐτοῖς τὴν ὀπίσω οὐκέτι ἐκπτῆναι. καὶ οἱ σαῦροι δὲ ἐπιβουλεύουσι ταῖς μελίτταις καὶ οἱ κροκόδειλοι οἱ χερσαῖοι· ὄλεθρος δὲ καὶ τούτοις ἐπιτετέχνηται ἐκεῖνος. ἄλφιτα γὰρ ἐλλεβόρῳ δεύσαντες ἢ τιθυμάλλου ὀπῷ ὑποχέαντες ἢ μαλάχης χυλῷ διασπείρουσι πρὸ τῶν σίμβλων τὰ ἄλφιτα· ὅπερ οὖν ὄλεθρον φέρει τοῖς προειρημένοις ἀπογευσαμένοις αὐτῶν. ἐμβαλὼν δὲ ἐς τὴν λίμνην φλόμου φύλλα ἢ κάρυα ἀπώλεσε τοὺς γυρίνους ὁ τῶν μελιττῶν δεσπότης ῥᾷστα. αἱ δὲ φάλαγγες ἀπόλλυνται νύκτωρ, ἐνακμάζοντος λύχνου τεθέντος πρὸ τῶν σμηνῶν καὶ ἀγγείων ἐλαίου πεπληρωμένων τῷ λύχνῳ ὑποκειμένων· αἳ δὲ πρὸς τὴν αὐγὴν πετόμεναι ἐμπίπτουσιν ἐς τὸ ἔλαιον καὶ ἀπολώλασιν· ἑτέρως δὲ οὐκ ἂν αἱρεθεῖεν ῥᾷστα. οἱ δὲ αἰγίθαλοι ἀλφίτων οἴνῳ διαβραχέντων ἀπογευσάμενοι καρηβαροῦσιν, εἶτα πίπτουσι, καὶ κείμενοι σπαίρουσι, καὶ εἰσὶν αἱρεθῆναι γελοῖοι, ἀναπτῆναι μὲν σπεύδοντες, ἀρχὴν δὲ ἀναστῆναι μὴ δυνάμενοι. οἳ δὲ τὴν χελιδόνα αἰδοῖ τῆς μουσικῆς οὐκ ἀποκτείνουσι, καίτοι ῥᾳδίως ἂν αὐτὴν τοῦτο δράσαντες·1 ἀπόχρη δὲ αὐτοῖς κωλύειν τὴν χελιδόνα πλησίον τῶν σίμβλων καλιὰν ὑποπῆξαι. ἀπεχθάνονται δὲ ἄρα αἱ μέλιτται κακοσμίᾳ πάσῃ καὶ μύρῳ ὁμοίως, οὔτε τὸ δυσῶδες ὑπομένουσαι οὔτε ἀσπαζόμεναι τῆς εὐωδίας τὸ τεθρυμμένον, οἷα δήπου κόραι ἀστεῖαί τε καὶ σώφρονες τὸ μὲν βδελυττόμεναι τῆς δὲ ὑπερφρονοῦσαι.
企图侵害蜜蜂的仇敌有:所谓的山雀及其幼鸟、胡蜂、燕子、蛇类、毒蛛以及天蛾。蜜蜂惧怕这些生物,而蜂农则通过焚熏蚤草,或在蜂箱前树立或铺陈新鲜的罂粟秆,将它们从蜜蜂身边驱逐。这些办法对上述其他敌害有效,而捕获胡蜂则当用此法:须在胡蜂巢穴前悬挂鱼篓,内置小鲱鱼或少许斑尾鲈,并伴以小濑鱼或沙丁鱼;胡蜂受其与生俱来的贪食之性驱使,在诱饵的召引下一拥而入,鱼篓将它们笼住后,便再也无法飞出。蜥蜴与陆生鳄(石龙子)亦伺机侵害蜜蜂;人们对它们也设下了灭除之策:以嚏根草浸润大麦粉,或浇上大戟汁液,或拌以锦葵汁,散布在蜂箱前;上述动物一旦舐食,便招致死亡。蜂主若将毛蕊花叶或核桃投入水塘,亦能极易消灭蝌蚪。毒蛛则在夜间被除灭:在蜂箱前置一明亮的油灯,灯下放置注满清油的器皿;毒蛛扑向亮光,跌落油中而死;除此以外别无轻易捕获之法。山雀一旦尝了浸过烈酒的大麦粉,便头晕目眩,随即跌落,躺卧抽搐,急于飞起却根本无法站立,捕获起来甚为滑稽。然而对于燕子,人们因敬重其鸣声之美而不加杀戮,尽管本可轻易为之;对他们而言,只要阻止燕子在蜂箱附近筑巢便足够了。蜜蜂对一切恶臭与香膏同样厌弃,既无法忍受腐臭,亦不喜香气的过分奢靡,正如端庄稳重的少女,嫌恶前者而鄙弃后者一般。
Κῦρος μέν, ὥς φασιν, ὁ πρεσβύτερος μέγα ἐφρόνει ἐπὶ τοῖς βασιλείοις τοῖς ἐν Περσεπόλει, οἷσπερ οὖν αὐτὸς ᾠκοδομήσατο, Δαρεῖος δὲ ἐπὶ τῇ κατασκευῇ τῇ τῶν οἰκοδομημάτων τῶν Σουσείων· καὶ γὰρ καὶ ἐκεῖνος ἐν Σούσοις τὰ ᾀδόμενα ἐκεῖνα εἰργάσατο. Κῦρος δὲ ὁ δεύτερος ἐν Λυδίᾳ παράδεισον αὐτὸς κατεφύτευσε ταῖς χερσὶ ταῖς βασιλικαῖς ἐν τοῖς ἁβροῖς ἐκείνοις χιτῶσι καὶ τοῖς τερπνοῖς ἐκείνοις καὶ μέγα τιμίοις λίθοις, καὶ ἐπὶ τούτῳ γε ἐκαλλύνετο καὶ πρὸς ἄλλους μὲν τῶν Ἑλλήνων, ἀτὰρ οὖν καὶ πρὸς Λύσανδρον τὸν Λακεδαιμόνιον, ὅτε ἦλθε πρὸς τὸν Κῦρον ὁ Λύσανδρος ἐς τὴν Λυδίαν. καὶ ὑπὲρ μὲν τούτων ᾅδουσιν οἱ συγγραφεῖς, αἱ δὲ τῶν μελιττῶν οἰκοδομαὶ σοφώτεραι οὖσαι κατὰ πολὺ καὶ τεχνηέστεραι, ἀλλὰ τούτων γε οὐδὲ ὀλίγην ἔθεντο ὤραν·2 ἐκεῖνοι μὲν γὰρ πολλοὺς λυπήσαντες εἰργάσαντο ὅσα εἰργάσαντο· οὐδὲν δὲ ἄρα ἦν μελιττῶν εὐχαριτώτερον, ἐπεὶ μηδὲ σοφώτερον ἦν. πρώτους μὲν γὰρ ἐργάζονται τοὺς θαλάμους τοὺς τῶν βασιλέων, καὶ εὐρυχωρίαν ἔχουσιν οὗτοι, καὶ εἰσὶν ἀνώτεροι· καὶ ἕρκος δὲ περιβάλλουσι τούτοις, οἱονεὶ τεῖχος εἶναι καὶ περίβολον, ἀποσεμνύνουσαι καὶ ἐκ τούτου τὴν οἴκησιν τὴν βασίλειον. διαιροῦσι δὲ αὑτὰς ἐς τρία καὶ οὖν καὶ τὰς οἰκήσεις τὰς ἑαυτῶν ἐς τοσαῦτα. αἱ μὲν γὰρ πρεσβύταται γειτνιῶσι τῇ τῶν βασιλέων αὐλῇ, αἱ δὲ νεώταται μετὰ ταύτας οἰκοῦσιν, αἱ δὲ ἐν ἥβῃ καὶ ἀκμῇ οὖσαι ἐξωτέρω ἐκείνων, ὡς εἶναι τὰς μὲν πρεσβυτάτας φρουροὺς τῶν βασιλέων, τὰς δὲ νεάνιδας ἕρκος τῶν νεωτάτων.
据说年长的居鲁士对他在波斯波利斯亲自督造的王宫深感自豪,大流士亦为其在苏萨的建筑工程自矜;因大流士确实在苏萨建造了那些为人传颂的杰作。小居鲁士身着华美的短袍,佩戴珍贵悦人的宝石,在吕底亚亲手以君王之尊植树成园,并为此向其他希腊人乃至前往吕底亚拜见他的斯巴达人吕珊德炫耀。史家对这些事迹歌咏备至,然而蜜蜂的建筑远为精巧智慧,他们却未对其给予丝毫关注。那些君王所成就的功业皆是以残害众多生灵为代价;而蜜蜂之功则无物能比其更优雅,因亦无物比其更具智慧。它们首先建造王者的居室,这些居室宽敞且位置更高;并在周围环筑围障,宛如城垣与壁垒,由此更显王居的尊严。它们将自身分为三等,居室亦相应分为三处:年岁最长者紧邻王庭,最幼者居于其后,而正值青春鼎盛者则居于外围,使年长者作为王者的卫队,而盛年者作为幼小者的屏障。
Λἐγει μέν τις λόγος ἀκέντρους εἶναι τοὺς τούτων βασιλέας· λέγει δὲ καὶ ἕτερος καὶ πάνυ ἐρρωμένα τὰ κέντρα συμπεφυκέναι αὐτοῖς καὶ τεθηγμένα ἀνδρειότατα· οὔτε δὲ ἐπʼ ἀνδρί ποτε χρῆσθαι αὐτοῖς οὔτε ἐπὶ ταῖς μελίτταις, ἀλλὰ συμπεπλάσθαι φόβον ἄλλως· μὴ γὰρ θέμις εἶναι τὸν ἄρχοντα καὶ τῶν τοσούτων ἔφορον κακὸν ἐργάσασθαι. καὶ τὰς μελίττας δὲ τὰς λοιπὰς ὁμολογοῦσιν οἱ τούτων ἐπιστήμονες ἐν ὄψει τῶν ἀρχόντων τῶν σφετέρων ὑποκλίνειν τὰ κέντρα, οἱονεὶ τῆς ἐξουσίας ἀφισταμένας καὶ παραχωρούσας. ἑκάτερον δʼ ἄν τις ἐκπλαγείη τὸ τῶν βασιλέων ἐκείνων· εἴτε γὰρ μὴ ἔχουσι πόθεν ἀδικήσουσι, μέγα τοῦτο· εἴτε καὶ παρὸν ἀδικῆσαι μὴ ἀδικοῦσιν,3 ἀλλὰ τοῦτό γε μακρῷ κρεῖττόν ἐστιν.
有传说称其王者并无毒刺;另有传说则称其长有极其坚实且异常锐利的刺,但从未用于攻击人类或蜜蜂,仅具虚张声势之用;因为作为统治者与统辖如此众生者,行恶乃法理所不容。通晓蜜蜂习性者皆承认,其他蜜蜂在其统治者面前皆垂下毒刺,仿佛交出权威并退让臣服。这些蜂王之品性无论哪一种皆令人惊叹:若其本无为恶之手段,此乃大德;若其手握为恶之能却不为恶,则更为尊贵得多。
- 1.58καίτοι ῥᾳδίως ἂν αὐτὴν τοῦτο δράσαντες
让步连词 καίτοι 与分词 δράσαντες 及语气小词 ἄν 结合。分词与 ἄν 连用相当于主句条件句中的潜势希求语气或非真实条件式(此处意为“尽管他们本可轻易做出此事/轻易做到这一点”)。主格复数分词 δράσαντες 与主句的隐含主语(蜂农们)保持一致。
- 1.59αἱ δὲ τῶν μελιττῶν οἰκοδομαὶ σοφώτεραι οὖσαι κατὰ πολὺ καὶ τεχνηέστεραι, ἀλλὰ τούτων γε οὐδὲ ὀλίγην ἔθεντο ὤραν
句首的主格短语 αἱ δὲ τῶν μελιττῶν οἰκοδομαί 带有分词短语 σοφώτεραι οὖσαι...,却未与任何定式动词构成直接主谓关系,而是在转折连词 ἀλλά 引导的分句中被属格代词 τούτων 所重新指代。此属倒错句(悬垂主格,nominativus pendens),其修辞功能在于将对比焦点强力置于“蜜蜂的建筑”,随后再将其置入动词 ἔθεντο 的惯用结构中(ὤραν τίθεμαι 搭配属格,意为“顾及/重视”)。
- 1.60εἴτε καὶ παρὸν ἀδικῆσαι μὴ ἀδικοῦσιν
παρόν 为无人称动词 πάρεστι(“有可能/在能力范围内”)的宾格绝对分词(中性单数宾格)。此处作让步状语,意为“即便有能力为恶/在可以行恶的情况下”。它与前半句中的疑问/关系副词从句 πόθεν ἀδικήσουσι(“何以行恶/行恶之手段”)构成鲜明的对称修辞。
