← 克劳狄乌斯·埃利安

论动物的本性

§17.44-17.46

犀象相斗、食肉公牛与神庙圣禽

本节记述了犀牛与大象殊死搏斗的习性、埃塞俄比亚食肉公牛的凶猛特性,以及欧洲赫拉克勒斯与赫柏神庙中依性别严加隔离饲养的神禽鸡类的奇特习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.44

Ῥινοκέρωτος δὲ εἶδος γράφειν τρισέωλόν ἐστιν· ἴσασι γὰρ καὶ Ἑλλήνων πολλοὶ καὶ Ῥωμαίων τεθεαμένοι· τὰ δὲ ἴδια αὐτοῦ τὰ κατὰ τὸν βίον εἰπεῖν οὐ χεῖρόν ἐστιν. ἐπʼ ἄκρας τῆς ῥινὸς τὸ κέρας φέρει, ἔνθεν τοι καὶ κέκληται· καὶ ἔστι μὲν ὀξύτατον ἐπʼ ἄκρου, σιδήρῳ δὲ τὸ καρτερὸν αὐτοῦ προσείκασται. ταῖς γε μὴν πέτραις αὐτὸ παρατρίβων εἶτα ἐπιθήσει ἐλέφαντι ὁμόσε ἰών, τὰ δὲ ἄλλα οὐκ ὢν ἀξιόμαχος, διά τε τὸ ἐκείνου ὕψος καὶ τὴν ῥώμην τὴν τοῦ θηρὸς τὴν τοσαύτην. ὕπεισιν οὖν αὐτοῦ τὰ σκέλη, καὶ τὴν νηδὺν ὑποτέμνει τε καὶ ὑποσχίζει τῷ κέρατι· ὃ δὲ οὐ μετὰ μακρὸν ἐκρυέντος οἱ τοῦ αἵματος κατολισθάνει. μάχη δὲ ῥινοκέρωτος πρὸς ἐλέφαντα ὑπὲρ τῆς νομῆς ἐστι, καὶ πολλοῖς γʼ ἐλέφασιν ἐντυχεῖν ἐστι τεθνεῶσι τὸν τρόπον τοῦτον. ἐὰν δὲ μὴ φθάσῃ ὁ ῥινόκερως δράσας τοῦτο, ἀλλὰ ὑποτρέχων πως ὑποπεσόντος1 πιεσθῇ, περιβαλλόμενος τὴν προβοσκίδα κατέχει καὶ πρὸς ἑαυτὸν ἕλκει, ἐμπίπτων δὲ τοῖς κέρασι κατακόπτει ὡς πελέκεσιν. εἰ γὰρ καὶ φορίνην ὁ ῥινόκερως ἔχει στερεὰν καὶ δυσδιακόντιστον, ἀλλʼ ἡ βία τοῦ ἐμπίπτοντος μάλα καρτερά.

描绘犀牛的形貌已是陈腐至极,因为许多希腊人和罗马人都曾亲眼目睹而知晓它;然而叙述其生活习性中的独特之处却并非多余。犀牛在鼻尖上长着一只角,它正由此而得名;这只角尖端极其锐利,其坚硬程度堪比钢铁。犀牛在岩石上摩擦角磨利之后,便迎面冲上去攻击大象,因为在其他方面,由于大象的身高和庞大力量,它并非对手。因此它钻入大象的双腿之间,用角从下方割开并挑破大象的腹部;不久之后,大象因鲜血流尽而轰然倒地。犀牛与大象之间的战斗是为了争夺牧草,人们能遇到许多以此种方式死去的大象。但若犀牛未能先发制人做出此举,反而在钻入其下时因大象倒下而被压住,大象便会用象鼻将它缠卷住并拖向自己,撞击上去并用象牙如斧头般将其砍碎。因为犀牛虽然拥有坚固且标枪难以穿透的厚皮,但袭来的对手之力道却极为狂暴。

§17.45

ἀγριώτατον δὲ ἄρα ἦσαν τῶν ζῴων οἱ τῶν Αἰθιόπων ταῦροι2 οἱ καλούμενοι σαρκοφάγοι. καί εἰσι μὲν τὸ μέγεθος τῶν παρὰ τοῖς Ἕλλησι διπλασίους, ὤκιστοι δὲ τὸ τάχος. εἰσὶ δὲ πυρρότριχες, γλαυκοὶ τοὺς ὀφθαλμούς, καὶ ὑπὲρ τοὺς λέοντας οὗτοι. τὰ κέρατα δὲ τὸν μὲν ἄλλον χρόνον κινοῦσιν ὡς καὶ τὰ ὦτα, ἐν δὲ ταῖς μάχαις ἐγείρουσιν αὐτὰ καὶ ἀναστήσαντες ἰσχυρῶς, εἶτα οὕτω μάχονται· τὰ δὲ οὐ κλίνεται ὑπὸ τοῦ θυμοῦ ἀνεστῶτα, φύσει ναὶ μὰ Δία θαυμαστῇ. ἄτρωτοι δέ εἰσι καὶ λόγχαις καὶ βέλει παντί· ὁ γάρ τοι σίδηρος οὐκ εἰσδύεται· φρίξας γὰρ ὁ ταῦρος ἐκβάλλει αὐτὸν μάτην προσπεσόντα. ἐπιτίθεται δὲ καὶ ἵππων ἀγέλαις καὶ θηρίων ἄλλων. οἱ τοίνυν νομεῖς ἐπαρκεῖν ταῖς ἑαυτῶν ἀγέλαις βουλόμενοι τάφρους κρυπτὰς ἐργάζονται βαθείας, καὶ ταύταις αὐτοὺς ἐλλοχῶσιν· οἳ δὲ ὅταν ἐμπέσωσιν, ὑπὸ τοῦ θυμοῦ ἀποπνίγονται. κέκριται δὲ παρὰ τοῖς Τρωγλοδύταις τοῦτο τὸ ζῷον δικαίως ἄριστον· ἔχει μὲν γὰρ λέοντος τὴν ἀλκήν, τὴν δὲ ὠκύτητα ἵππου, ῥώμην δὲ ταύρου, σιδήρου δὲ κρεῖττόν ἐστι.

埃塞俄比亚被称为食肉牛的公牛,乃是动物中最凶猛的。它们的体型是希腊公牛的两倍,奔跑速度极快。它们长着红褐色的毛发,眼珠呈青灰色,甚至超过了狮子。它们的双角在平时像耳朵一样活动,但在战斗时则将其竖立,牢牢挺起,而后便以此姿态战斗;双角一旦因愤怒而竖立便绝不弯折,凭宙斯起誓,其天性实属神奇。它们不仅不受枪矛之伤,亦可抵御任何箭矢;因为铁器根本无法刺入,公牛只需一抖身子,便将徒然击中的铁器震落。它不仅袭击马群,还袭击其他野兽。因此牧人们为保护自己的畜群,挖掘隐蔽的深坑,用这些深坑设伏捕获它们;而它们一旦跌入其中,便因狂怒而窒息毙命。在穴居人看来,这种动物理所当然被评定为最优秀者;因为它兼具狮子的勇猛、马匹的迅疾、公牛的力量,并且胜过钢铁。

§17.46

λέγει Μνασέας ἐν τῇ Εὐρώπῃ Ἡρακλέους ἱερὸν εἶναι καὶ τῆς τούτου γαμετῆς, ἣν ᾅδουσιν οἱ ποιηταὶ τῆς Ἥρας θυγατέρα. οὐκοῦν ἐν τῷ τοῦ νεὼ περιβόλῳ τιθασοὺς ὄρνιθας τρέφεσθαι πολλούς φησι, καὶ τοῦτο δέ, εἶναι ἀλεκτρυόνας τε καὶ ἀλεκτορίδας τούσδε τοὺς ὄρνεις. νέμονται δὲ καὶ συναγελάζονταί σφισι κατὰ γένος, καὶ δημοσίας ἔχουσι τροφάς, καὶ τῶν θεῶν ἀναθήματά εἰσι τῶν προειρημένων. αἱ μὲν οὖν ἀλεκτορίδες ἐν τῷ τῆς Ἥβης νέμονται νεῷ, οἳ δὲ ἐν Ἡρακλέους οἱ τῶνδε γαμέται. ὀχετὸς δὲ ἄρα ἀενάου τε καὶ καθαροῦ ὕδατος διαρρεῖ μέσος. θῆλυς μὲν οὖν οὐδὲ εἷς ἐς Ἡρακλέους πάρεισιν· οἱ δὲ ἄρρενες, ὅταν ᾖ καιρὸς ἐπιθόρνυσθαι, ὑπερπέτονται τὸν ὀχετόν, εἶτα ὁμιλήσαντες ταῖς θηλείαις ἐπανίασιν ἐς τὰ σφέτερα αὖθις παρὰ τὸν θεὸν ᾧ λατρεύουσι, καθηράμενοι3 τῷ διείργοντι τὰ γένη τῶν ὀρνίθων ὕδατι. τίκτεται οὖν, οἷα εἰκός, πρῶτον μὲν ἐκ τῆς ὁμιλίας ᾠά· εἶτα ὅταν αὐτὰ θάλψωσι καὶ ἐκλέψωσι τοὺς νεοττοὺς αἱ μητέρες, τοὺς υἱεῖς οἱ ἄρρενες παρʼ ἑαυτοὺς ἄγουσι καὶ ἐκτρέφουσιν. αἱ δὲ ὄρνεις, ἐκείναις ἔργον ἐστὶ τρέφειν τὰς θυγατέρας.

姆纳塞阿斯说,在欧洲有一座赫拉克勒斯及其配偶的神庙,诗人们歌颂这位配偶为赫拉之女。他说神庙的围墙内饲养着许多驯禽,而且这些禽鸟便是公鸡与母鸡。它们按性别分别放牧和聚集,享受公家供给的饲料,是献给上述神祇的奉纳物。母鸡在赫柏的神庙内觅食,它们的配偶公鸡则在赫拉克勒斯神庙里生活。一道流淌着永恒清泉的水渠从中间穿过。雌鸟绝无一只进入赫拉克勒斯神庙;但雄鸟到了交配的时节,便飞过水渠,与雌鸟交配之后,在隔开禽鸟性别的泉水中沐浴洁净,随后再次返回自己侍奉的神祇所在的居所。交配之后,正如理所应当的那样,首先产下卵;待母鸡把它们孵暖并孵出雏鸟后,公鸡便把雄雏带到自己身边抚育,而抚养雌雏则是母鸡的职责。

语法注3 条
  1. 17.44ὑποπεσόντος

    此处作独立属格结构(genitivus absolutus),因上下文语境明确而省略了逻辑主语(即大象 τοῦ ἐλέφαντος),表示大象倒下压在潜入其下方的犀牛身上。

  2. 17.45ἀγριώτατον δὲ ἄρα ἦσαν τῶν ζῴων οἱ τῶν Αἰθιόπων ταῦροι

    尽管主语 οἱ ταῦροι 为阳性复数且动词 ἦσαν 为复数,表语形容词 ἀγριώτατον 却采用了中性单数形式。这是将埃塞俄比亚肉食公牛作为一个总体品类(最具凶暴性之物)来描述的泛指谓语用法(根据意义一致)。

  3. 17.46καθηράμενοι

    动词 καθαίρω 的不定过去时中动态分词,具有直接反身含义,意为“洁净自身”。指雄鸡在渡水交配后、返回己方神圣领域前在溪水中完成的自洁行为。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:17.44-17.46