- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:17.38-17.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了里海的一种奇特鸟类与印度的长尾猿猴,讲述了因蚊虫、蝎子和毒蜘蛛泛滥而迫使居民背井离乡的土地,列举了因鼠、鸟、蛙和狮患而导致族群迁徙的诸事例,并提及了巴比伦的蚂蚁与卡里亚及吕基亚猎豹的习性。
ἐν θαλάττῃ τῇ Κασπίᾳ εἰσὶ νῆσοί φασι, καὶ γίνονται ἐν αὐταῖς ὄρνιθες διάφοροι μὲν καὶ ἄλλοι, εἷς δὲ εἰληχὼς τοιαύτην ἰδιότητα. εἶναι μὲν γὰρ κατὰ τοὺς χῆνας τὸ μέγεθός φασιν αὐτόν, πόδας δὲ ἔχειν ἐμφερεῖς γεράνῳ. καὶ τὰ μὲν νῶτα κοκκοβαφῆ καὶ σφόδρα ἀκράτως, τὰ δὲ ὑπὸ τὴν γαστέρα πράσινα· τὴν δέρην δὲ λευκὸν εἶναι, καί τινας καὶ ῥανίδας οἱονεὶ διασπαρείσας κροκοειδεῖς ἔχειν. μῆκος δὲ εἰληχέναι οὐ μεῖον πήχεων δύο, κεφαλὴν δὲ ἄρα λεπτήν τε ἅμα καὶ μακράν, τὸ ῥάμφος μέλαν· φωνήν τε ἀφιέναι ἐμφερῆ τοῖς βατράχοις.
据说在里海中有若干岛屿,岛上繁育着各种各样的鸟类,其中一种具有如下独特的特质。人们说它的体形堪比鹅,腿足与鹤相似。它的背部呈纯正浓烈的猩红色,腹部下方呈韭绿色;颈部为白色,上面仿佛散布着几滴番红花色的斑纹。它的身长不下两肘,头部既细且长,喙部呈黑色;发出的声音与青蛙相似。
ἐν τῇ Πρασιακῇ χώρᾳ, ʽἸνδῶν δὲ αὕτη ἐστί Μεγασθένης φησὶ πιθήκους εἶναι τῶν μεγίστων κυνῶν οὐ μείους, ἔχειν δὲ οὐρὰς πήχεων πέντε· προσπεφυκέναι δὲ ἄρα αὐτοῖς καὶ προκόμια καὶ πώγωνας καθειμένους καὶ βαθεῖς· καὶ τὸ μὲν πρόσωπον πᾶν εἶναι λευκούς, τὸ σῶμα δὲ μέλανας ἰδεῖν, ἡμέρους δὲ καὶ φιλανθρωποτάτους, καὶ τὸ τοῖς ἀλλαχόθι πιθήκοις συμφυὲς οὐκ ἔχειν τὸ κακόηθες.
在普拉西亚地区——这是印度的一块地方——麦加斯梯尼说有一种猿猴,其体格不亚于最大的猎犬,长着五肘长的尾巴;它们头上生有额发,下巴蓄着深长垂落的胡须。它们的面部全白,身体望之全黑;性情温驯且极通人性,并不具有其他地方的猿猴所固有的奸诈与恶意。
ἐν Ἰνδοῖς ἐστι χώρα περὶ τὸν Ἀσταβόρραν ποταμὸν ἐν τοῖς καλουμένοις Ῥιζοφάγοις. κατὰ τὴν τοῦ Σειρίου τοίνυν ἐπιτολὴν κωνώπων νέφη τινὰ ἐκπληκτικὰ καὶ οἷα τὸν ἀέρα καταλαβεῖν ἐπιφανέντα εἶτα μέντοι ἐλύπησε πολλά. κατὰ μέντοι τὴν λίμνην τὴν καλουμένην Ἀορατίαν (Ἰνδῶν δὲ ἄρα καὶ αὕτη· πλησίον δέ ἐστι τοῦ προειρημένου ποταμοῦ) τοῦτο μὲν τὸ θηρίον τὸν κώνωπα ἐπιπολάζειν· ἔρημον δὲ καὶ εἶναι τὸν χῶρον καὶ καλεῖσθαι. τὴν δὲ αἰτίαν ἐκείνην Ἰνδοί φασιν οἱ κύκλῳ περιοικοῦντες, τὸν χῶρον τὸν προειρημένον οὐκ ἄνωθεν οὐδὲ ἐξ ἀρχῆς ἄγονον ἀνθρώπων γενέσθαι, σκορπίους δὲ ἐπιπολάσαι πλῆθος ἄμαχον, καὶ φαλαγγίων τινὰ ἐπιφοιτῆσαι φοράν, φαλαγγίων δὲ ἃ καλοῦσι τετράγναθα. τεκεῖν δὲ ἄρα τὰ κακὰ ταῦτά φασιν ἀέρων πονηρίαν. καὶ τέως μὲν ἐγκαρτερεῖν τοὺς ἐκεῖθι τλημόνως τοῦ κακοῦ τὴν προσβολὴν καὶ φιλοπόνως ὑπομείναντας· ἐπεὶ δὲ ἦν παντελῶς ἄμαχον, καὶ διεφθείροντο ἡλικία πᾶσα, εἶτα μέντοι τελευτῶντες ὑπʼ ἀπορίας τοῦ ἀμύνασθαι τὴν καταβολὴν τῆς ἐπιδημίας τῆς προειρημένης ἐξέλιπον τὴν χώραν, καὶ ἐρήμην εἴασαν τὴν φίλην πρότερον καὶ πατρίδα ἀρίστην· οὐχ ἁμαρτήσομαι δὲ ἴσως οὐδὲ μητρίδα εἰπὼν τὴν αὐτήν.
在印度人中,阿斯塔博拉斯河周围的所谓食根族境内有一处地域。每当天狼星升起之时,便有遮天蔽日、惊人骇俗的蚊群出现,带来极大为害。然而在所谓奥拉提亚湖周围——此湖亦在印度境内,且靠近前述之河——蚊虫这种毒虫泛滥成灾;该地既是一片荒原,亦被称为荒地。环居于周遭的印度人道出了其中的原委:前述地区并非自古或从一开始就无人居住,而是因不可抵御的无数蝎子滋生,并遭受到一种蜘蛛的侵袭——即他们所称的四颚蜘蛛。据说大气的恶浊催生了这些灾祸。起初那里的居民坚韧辛劳地承受着灾害的冲击;但当灾情彻底变得无法抗拒、男女老幼皆遭灭顶之时,他们最终因无力抵御上述疫害的侵凌而弃地逃亡,撇下了这片昔日受人挚爱的极好故土——若称其为母邦,或许我也并未说错。
μυῶν ἀρουραίων ἐπιφοίτησις καὶ στόλος οὐ μὰ τοὺς θεοὺς χρηστὸς τῶν ἐν Ἰταλίᾳ τινὰς ἐξήλασαν τῆς πατρῴας γῆς, καὶ φυγάδας ἀπέφηναν δίκην αὐχμῶν ἢ κρυμῶν ἤ τινος ἀκαιρίας ὡρῶν ἑτέρας τὰ μὲν λήια κείροντες, διακόπτοντες δὲ τὰς ῥίζας. τῇ Μηδικῇ δὲ ἐπιφοιτήσαντες στρουθῶν φορά, ἐξήλασαν καὶ ἐκεῖνοι1 τοὺς κατοικοῦντας, διαφθείροντες τὰ σπέρματα καὶ ἀφανίζοντες αὐτά. βάτραχοι δὲ ἡμιτελεῖς πεσόντες ἐξ ἀέρος πολλοὶ Αὐταριάτας μετῴκισαν ἐς χῶρον ἕτερον. καὶ γένος μέντοι Λιβυστινόν, οὗ καὶ ἀνωτέρω μνήμην ἐποιησάμην, ἐπιφοιτησάντων αὐτοῖς λεόντων, εἶτα αὐτοὺς ἀναστῆναι τῆς πατρῴας γῆς ἐξενίκησαν.2
田鼠的大举进犯和这支凭诸神起誓绝非善类的队伍,如同干旱、严霜或其他反常的季节灾异一般,啃食庄稼、咬断根茎,将意大利的某些居民赶出了世代相传的土地,使之沦为逃亡者。成群的麻雀降临米底亚地区,啄食并毁绝了作物种子,同样将那里的居民驱逐出境。大量从天而降的发育不全的青蛙,迫使奥塔利亚塔伊人迁徙异乡。此外,我在前文中曾提及的一支利比亚部族,亦因遭到狮群的袭扰,最终不得不离开世居的故土。
ἐν τῇ Βαβυλωνίᾳ γῇ γίνονται μύρμηκες, καὶ ἔχουσι τὸ παιδοποιὸν σῶμα ἐς τοὐπίσω μετεστραμμένον, ἀντίως τοῖς ἄλλοις καὶ ἔμπαλιν.
在巴比伦地区生有一种蚂蚁,其繁育器官朝后反转,与其他虫类截然相反。
πάρδαλις Καρικὴ καὶ Λυκιακὴ οὐκ ἔστι μὲν θυμική, οὐδὲ οἵα σφόδρα ἁλτικὴ εἶναι, τὸ σῶμα δὲ μακρά· τιτρωσκομένη δὲ καὶ δόρασι καὶ αἰχμαῖς ἀντίτυπός ἐστι, καὶ οὐ ῥᾳδίως τῷ σιδήρῳ εἴκει, τοῦτο δὴ τὸ Ὁμηρικὸν δρῶσα ἦ ῥά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει.3
卡里亚和吕基亚的豹子并非脾气暴躁,亦非擅长跳跃,但躯体修长。当受到枪矛刺伤时,它坚韧不屈,并不轻易向铁器屈服,正如下列荷马式的举动:即使被长矛刺穿,也绝不罢休。
- 17.41ἐπιφοιτήσαντες στρουθῶν φορά, ἐξήλασαν καὶ ἐκεῖνοι
此处为意合一致(constructio ad sensum)的用例:语法上的主语是阴性单数集合名词 φορά,而分词 ἐπιφοιτήσαντες、限定动词 ἐξήλασαν 以及代词 ἐκεῖνοι 均根据其实际所指(成群的麻雀)而采用了阳性复数形式。
- 17.41ἐπιφοιτησάντων αὐτοῖς λεόντων, εἶτα αὐτοὺς ἀναστῆναι τῆς πατρῴας γῆς ἐξενίκησαν
属格独立结构 ἐπιφοιτησάντων αὐτοῖς λεόντων 中的逻辑主语“狮子”,同时充当了主句动词 ἐξενίκησαν 的未明示主语。动词 ἐξενίκησαν 在此处接带宾格的不定式结构(αὐτοὺς ἀναστῆναι),表“逼迫/促使他们迁离”的致使与结果含义。
- 17.43ἦ ῥά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
此处直接借用并引述了荷马《伊利亚特》卷二十一第577行的诗句,包含史诗语气词 ἦ ῥά τε、史诗与格形式 δουρί 以及完成时被动分词 πεπαρμένη,以此史诗典故生动描摹母豹受创而不退的勇猛。
