- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:17.epilogos
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在全书结语中回顾了自己的求索与著述劳苦,为自己选择探究自然奥秘而非追逐世俗富贵进行辩护,阐明以多姿多彩的编排避免读者生厌的用意,并强调展现动物德性的文学与道德价值。
ὅσα μὲν οὖν σπουδή τε ἐμὴ καὶ φροντὶς καὶ πόνος καὶ ἐς τὸ πλέον μαθεῖν καὶ ἐν τοῖσδε ἡ γνώμη προχωροῦσα ἀνίχνευσέ τε καὶ ἀνεῦρε, δοκίμων τε ἀνδρῶν καὶ φιλοσόφων ἀγώνισμα θεμένων τὴν ἐπʼ αὐτοῖς ἐμπειρίαν,1 καὶ δὴ λέλεκταί μοι, ὡς οἷόν τε ἦν εἰπεῖν, μὴ παραλείποντι ἅπερ ἔγνων μηδὲ βλακεύοντι, ὡς ἀλόγου τε καὶ ἀφώνου ἀγέλης ὑπεριδόντι καὶ ἀτιμάσαντι, ἀλλὰ κἀνταῦθα ἔρως με σοφίας ὁ σύνοικός τε καὶ ὁ συμφυὴς ἐξέκαυσεν. οὐκ ἀγνοῶ δὲ ὅτι ἄρα καὶ τῶν ἐς χρήματα ὁρώντων ὀξὺ καὶ τεθηγμένων ἐς τιμάς τε καὶ δυνάμεις τινὲς καὶ πᾶν τὸ φιλόδοξον διʼ αἰτίας ἕξουσιν, εἰ τὴν ἐμαυτοῦ σχολὴν κατεθέμην ἐς ταῦτα, ἐξὸν καὶ ὠφρυῶσθαι καὶ ἐν ταῖς αὐλαῖς ἐξετάζεσθαι καὶ ἐπὶ μέγα προήκειν πλούτου.2 ἐγὼ δὲ ὑπέρ τε ἀλωπέκων καὶ σαυρῶν καὶ κανθάρων καὶ ὄφεων καὶ λεόντων καὶ τί δρᾷ πάρδαλις καὶ ὅπως πελαργὸς φιλόστοργον καὶ ὅτι ἀηδὼν εὔστομον καὶ πῶς φιλόσοφον ἐλέφας καὶ εἴδη ἰχθύων καὶ γεράνων ἀποδημίας καὶ δρακόντων φύσεις καὶ τὰ λοιπὰ ὅσα ἥδε ἡ συγγραφὴ πεπονημένως ἔχει καὶ φυλάττει, περιέρχομαι· ἀλλὰ οὔ μοι φίλον σὺν τοῖσδε τοῖς πλουσίοις ἀριθμεῖσθαι καὶ πρὸς ἐκείνους ἐξετάζεσθαι, εἰ δὲ ὧν καὶ ποιηταὶ σοφοὶ καὶ ἄνδρες φύσεως ἀπόρρητα ἰδεῖν τε ἅμα καὶ κατασκέψασθαι δεινοὶ καὶ συγγραφεῖς τῆς πείρας ἐς τὸ μήκιστον προελθόντες ἑαυτοὺς ἠξίωσαν, τούτων τοι καὶ ἐμαυτὸν ἁμωσγέπως ἕνα πειρῶμαι ἀριθμεῖν καὶ ἐθέλω,3 δῆλον ὡς ἀμείνων ἐμαυτῷ σύμβουλός εἰμι τῆς ἐξ ἐκείνων κρίσεως. βουλοίμην γὰρ ἂν μάθημα ἓν γοῦν πεπαιδευμένον περιγενέσθαι μοι ἢ τὰ ᾀδόμενα τῶν πάνυ πλουσίων χρήματά τε ἅμα καὶ κτήματα. καὶ ὑπὲρ μὲν τούτων ἱκανὰ νῦν. οἶδα δὲ ὅτι καὶ ἐκεῖνα οὐκ ἐπαινέσονταί τινες, εἰ μὴ καθʼ ἕκαστον τῶν ζῴων ἀπέκρινα μου τὸν λόγον, μηδὲ ἰδίᾳ τὰ ἑκάστου εἶπον ἀθρόα, ἀνέμιξα δὲ καὶ τὰ ποικίλα ποικίλως, καὶ ὑπὲρ πολλῶν διεξῆλθον, καὶ πῆ μὲν ἀπέλιπον τὸν περὶ τῶνδε λόγον τῶν ζῴων, πῆ δὲ ὑπέστρεψα ὑπὲρ τῆς αὐτῶν φύσεως ἕτερα εἴρων. ἐγὼ δὲ πρῶτον μὲν τὸ ἐμὸν ἴδιον οὔκ εἰμι τῆς ἄλλου κρίσεώς τε καὶ βουλήσεως δοῦλος, οὐδέ φημι δεῖν ἕπεσθαι ἑτέρῳ, ὅποι μʼ ἂν ἀπάγῃ· δεύτερον δὲ τῷ ποικίλῳ τῆς ἀναγνώσεως τὸ ἐφολκὸν θηρῶν4 καὶ τὴν ἐκ τῶν ὁμοίων βδελυγμίαν ἀποδιδράσκων, οἱονεὶ λειμῶνά τινα ἢ στέφανον ὡραῖον ἐκ τῆς πολυχροίας, ὡς ἀνθεσφόρων τῶν ζῴων τῶν πολλῶν, ᾠήθην δεῖν τήνδε ὑφᾶναί τε καὶ διαπλέξαι τὴν συγγραφήν. εἰ δὲ τοῖς θηρατικοῖς καὶ ἓν ζῷον εὑρεῖν δοκεῖ πως εὐερμία, ἀλλὰ τό γε τῶν τοσούτων οὐ τὰ ἴχνη, οὐδὲ τὰ μέλη συλλαβεῖν ἐγώ φημι γενναῖον, ἀλλʼ ὁπόσα ἡ φύσις ἔδωκέ τε αὐτοῖς καὶ ὅσων ἠξίωσεν ἀνιχνεῦσαι. τί πρὸς ταῦτα Κέφαλοί τε καὶ Ἱππόλυτοι καὶ εἴ τις ἐν ὄρεσιν ἀγρίοις θηρία μετελθεῖν δεινὸς ἕτερος ἢ αὖ πάλιν τῶν ἐν ὑδροθηρίαις δεινῶν Μητρόδωρος ὁ Βυζάντιος ἢ Λεωνίδης ὁ τούτου παῖς ἢ Δημόστρατος ἢ ἄλλοι τινὲς θηραταὶ ἰχθύων οἱ δεινότατοι, πολλοὶ ναὶ μὰ Δία; καὶ γραφικοὶ δὲ ἄνδρες, μέγα αὐτοὺς φρονεῖν ἀνέπειθεν ἢ ἵππος γραφεὶς κάλλιστα, ὡς Ἀγλαοφῶντα, ἢ νεβρός, ὡς Ἀπελλῆν, ἢ πλασθὲν βοΐδιον, ὡς Μύρωνα, ἢ ἄλλο τι. εἰ δὲ εἷς τὰ τῶν τοσούτων ἐκδεικνύει καὶ ὑπʼ αὐγὰς ἄγει καὶ ἤθη καὶ πλάσεις καὶ σοφίαν καὶ ἀγχίνοιαν καὶ δικαιοσύνην καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ στοργὴν καὶ εὐσέβειαν θηράσας, πῶς οὐκ ἤδη καὶ θαυμάσαι ἄξιος; ἥκων δὲ ἐνταυθοῖ τοῦ λόγου καὶ πάνυ ἄχθομαι, εἰ ζῴων μὲν εὐσέβειαν ἀλόγων ᾅδομεν, ἀνθρώπων δὲ ἀσέβειαν ἐλέγχομεν. καὶ τοῦτο μὲν οὐκ ἐνταῦθα ἀποδείξομεν, ἐκεῖνο δὲ προσέτι εἰπεῖν δικαιότατον, οὗπερ οὖν καὶ ἐναρχόμενος τῶνδε τῶν λόγων μνήμην ἐποιησάμην, εἰ ταῦτα εἶπον, ὅσα πάντες, ἢ οἵ γε πλεῖστοι, οὔπω δίκαιον αἰτιᾶσθαι· ζῷα γὰρ αὐτὸς ἄλλα πλάσαι οὐκ ἠδυνάμην, ὅτι δὲ ἔγνων πολλὰ ἐπεδειξάμην. ἤδη μέντοι καὶ εἶπόν τινα, ὧν οὐκ ἄλλος εἶπε διά γε τῆς πείρας τῆσδε αὐτὸς ἐλθών· φίλη δὲ ἡ ἀλήθειά μοι τῇ τε ἄλλῃ καὶ ἐνταῦθα οὐχ ἥκιστα. ὅπως δὲ αὐτὰ εἶπον καὶ σὺν ὅσῳ πόνῳ, τό τε εὐγενὲς τῆς λέξεως ὁποῖον καὶ τῆς συνθήκης, τῶν τε ὀνομάτων καὶ τῶν ῥημάτων τὸ κάλλος, ὁπόσοις ἂν μὴ χρήσωμαι πονηροῖς κριταῖς, ἐκεῖνοι εἴσονται.
因此,我的热忱、用心与辛劳,以及为了求取更多知识而在这些事物上不断深化的思考所探寻并发现的一切——由于杰出之士和哲学家们已将关于动物的知识当作一番竞赛——皆已由我在力所能及的范围内讲述出来,我既未遗漏所知,亦未因蔑视和轻看这群无理性且无声的生灵而陷入懈怠,反倒是在这项事业中,与我相伴而生且同质的对智慧之爱亦将我点燃。我并非不知,那些目光敏锐注视金钱、一心追求荣誉与权力以及一切浮名的人中,必有人会责怪我将自己的闲暇倾注于这些事情,尽管我本可以趾高气昂,在宫廷中谋得一席之地,并攫取巨大的财富。然而我却周旋于狐狸、蜥蜴、甲虫、毒蛇、狮子之间,探究豹之所为,白鹳何以充满温情,夜莺何以啼鸣婉转,大象何以富于智慧,以及鱼的种类、鹤的迁徙、龙的本性,以及这部著作悉心收录并保存的其他一切。但我并不乐意与那些富人并列,亦不愿与他们争竞;相反,那些被明智的诗人、善于察看并审视自然奥秘之士以及将探索推向极致的著述家们视为值得投身的事物,若我也努力且愿意将自己或多或少算作其中的一员,显然我自己是对自己而言优于他们判断的顾问。因为我宁愿拥有一门受过教育的学问留在身边,也不愿享有那些极富之人为人歌咏的金钱与产业。关于这些,如今所言已足。我也知道,有些人亦会批评这一点:若我未按动物逐一区分我的论述,亦未将每种动物的特质单独集中讲述,反倒将纷繁的事物纷繁地交织在一起,论及诸多事物,时而中断对这些动物的论述,时而又折回并串联起关于它们本性的其他细节。然而首先,就我个人而言,我并非他人判断与意愿的奴隶,亦不认为必须跟在他人身后任其牵引;其次,我通过阅读的多样性来追求引人入胜的趣味,逃避因单一雷同而生的厌倦,犹如作为一片草甸或由多种色彩编织的美丽花冠,将这诸多动物视若绽放的花朵,我认为理应将这部著作织就并交错编排。若对猎人而言,哪怕发现一只猎物亦被视为某种幸运,那我便敢说,并非捕获如此众多生灵的足迹或肢体,而是探寻自然赋予它们以及自然认为它们值得拥有的一切,这才是高贵的作为。与此相比,凯法洛斯们与希波吕托斯们,或是其他在荒山中擅长追逐野兽之人,又或是擅长水猎的拜占庭人梅特罗多罗斯、其子莱奥尼达斯、德墨斯特拉托斯,以及凭宙斯起誓那众多极其高超的捕鱼者,又能算得了什么呢?至于丹青画手,使他们自视甚高者,或是画得极尽精妙的一匹骏马,如阿格拉奥芬;或是一头鹿犊,如阿佩莱斯;或是一头塑造的小母牛,如米隆;或是其他某物。但若有一人将如此众多生灵的特质揭示于世并引向光明,猎取了它们的习性、形态、智慧、敏锐、正义、节制、勇敢、亲情与虔敬,他又怎能不理当令人赞叹?行文至此,我亦深感痛心:我们一方面歌颂无理性动物的虔敬,另一方面却揭露人类的不虔敬。对此我们在此不再多加论证,但此外极当陈述的——正如我在开启这些论述之初便提及的——是我若讲述了众人或绝大多数人所讲述的事情,尚且不应受到指责;因为我无法自行塑造出其他动物,但我证明了自己认知了诸多事物。然而,通过亲自历经这一番探索,我也确实讲述了一些他人未曾讲述过的事情;真理在其他方面于我是可亲的,在此处亦绝非最轻。至于我是以何种方式、付出了多少辛劳讲述这些,文辞与结构的雅正如何,名词与动词的美感怎样,凡是我所遇并非恶意评判者之人,他们自会明了。
- 17.epilogosδοκίμων τε ἀνδρῶν καὶ φιλοσόφων ἀγώνισμα θεμένων τὴν ἐπʼ αὐτοῖς ἐμπειρίαν
属格独立结构。分词 θεμένων 的逻辑主语是 δοκίμων τε ἀνδρῶν καὶ φιλοσόφων,宾语为 τὴν ἐπʼ αὐτοῖς ἐμπειρίαν,而 ἀγώνισμα 充当宾语补足语(谓语性宾格),意为“杰出之士与哲学家将关于它们的经验视作一番竞技/论争”。
- 17.epilogosἐξὸν καὶ ὠφρυῶσθαι καὶ ἐν ταῖς αὐλαῖς ἐξετάζεσθαι καὶ ἐπὶ μέγα προήκειν πλούτου
由非人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 构成的宾格独立结构,表让步(“尽管原本可以……”)。后接的一连串不定式(ὠφρυῶσθαι 等)充当 ἐξόν 的逻辑主语;πλούτου 则是依附于 ἐπὶ μέγα προήκειν 的部分属格或范围属格。
- 17.epilogosεἰ δὲ ὧν καὶ ποιηταὶ σοφοὶ καὶ ἄνδρες φύσεως ἀπόρρητα ἰδεῖν τε ἅμα καὶ κατασκέψασθαι δεινοὶ καὶ συγγραφεῖς τῆς πείρας ἐς τὸ μήκιστον προελθόντες ἑαυτοὺς ἠξίωσαν, τούτων τοι καὶ ἐμαυτὸν ἁμωσγέπως ἕνα πειρῶμαι ἀριθμεῖν καὶ ἐθέλω
在该条件从句内部,关系从句前置,先行词 τούτων 出现在条件从句的主干部分,而关系代词 ὧν 因动词 ἠξίωσαν 的用法(结合反身代词宾格与价值属格 ἑαυτοὺς ἠξίωσαν)而呈现属格形式。在该部分中,τούτων 作为部分属格修饰 ἀριθμεῖν 的宾语 ἕνα(“算作其中的一员”)。
- 17.epilogosτῷ ποικίλῳ τῆς ἀναγνώσεως τὸ ἐφολκὸν θηρῶν
双重中性形容词名词化结构。τῷ ποικίλῳ 为手段与格(“凭借阅读的多样性”)。分词 θηρῶν(“捕求、追求”)的直接宾语是 τὸ ἐφολκόν,即名词化的中性形式,意为“引人入胜之物、吸引力”。
