- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:17.34-17.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了里海山羊与长有细毛的骆驼,叙述了劳基亚人因蜂灾迁徙的传说,指出狮子天生嗜食骆驼肉,并讲述了一只感恩的雕撞翻毒水杯以挽救救命恩人生命的奇闻。
αἶγες δὲ Κάσπιαι γίνονται λευκαὶ ἰσχυρῶς, κεράτων δὲ ἄγονοι, καὶ μικραὶ τὸ μέγεθος καὶ σιμαί. κάμηλοι δʼ ἀριθμοῦ πλείους, αἱ μέγισται κατὰ τοὺς ἵππους τοὺς μεγίστους, εὔτριχες ἄγαν. ἁπαλαὶ γάρ εἰσι σφόδρα αἱ τούτων τρίχες, ὡς καὶ τοῖς Μιλησίοις ἐρίοις ἀντικρίνεσθαι τὴν μαλακότητα.1 οὐκοῦν ἐκ τούτων οἱ ἱερεῖς ἐσθῆτας ἀμφιέννυνται καὶ οἱ τῶν Κασπίων πλουσιώτατοί τε καὶ δυνατώτατοι.
里海山羊通体极白,无角,体形较小且面鼻扁平。然而骆驼不可胜数,其中最大的形体堪比最大的马匹,且毛发极佳。因为它们的毛发极为柔软,其柔软程度甚至可与米利都的羊毛相匹敌。因此,祭司们以及里海人中最富裕、最有权势者,都身穿用这种毛制成的衣服。
ἐν λόγοις Κρητικοῖς Ἀντήνωρ λέγει τῇ τῶν καλουμένων Ῥαυκίων πόλει ἔκ τινος δαιμονίου προσβολῆς ἐπιφοιτῆσαι μελιττῶν σμῆνος, αἵπερ οὖν ᾅδονται χαλκοειδεῖς, ἐγχριμπτούσας δὲ ἄρα αὐτοῖς τὰ κέντρα εἶτα μέντοι πικρότατα λυπεῖν. ὧνπερ οὖν ἐκείνους τὴν προσβολὴν οὐ φέροντας ἀναστῆναι τῆς πατρίδος2 καὶ μέντοι καὶ ἐς χῶρον ἐλθεῖν ἄλλον, καὶ οἰκίσαι φιλίᾳ τῆς μητρίδος, ἵνα Κρητικῶς εἴπω, Ῥαῦκον, εἰ καὶ τοῦ χωρίου ὁ δαίμων ἤλαυνεν αὐτούς, ἀλλὰ γοῦν τελέως ἀποσπασθῆναι τοῦ ὀνόματος οὐχ ὑπομείναντες. λέγει δὲ ὁ Ἀντήνωρ καὶ ἔτι κατὰ τὴν Ἴδην τὴν Κρῆσσαν ἐκείνου τοῦ γένους τῶν μελιττῶν εἶναι ἰνδάλματα, οὐ πολλὰ μέν, εἶναι δʼ οὖν, καὶ πικρὰ ἐντυχεῖν, ὡς ἐκεῖναι ἦσαν.
在克里特的记载中,安忒诺耳说,因某种神圣的袭击,一窝蜜蜂侵袭了所谓劳基亚人的城邦——即人们传唱的宛如青铜一般的蜜蜂——它们用螫针刺入居民体内,带来极其惨烈的痛苦。居民们因难以忍受这些蜜蜂的袭击,便离开了故土,前往另一片土地;用克里特人的话说,出于对“母邦”的挚爱,他们建立了劳库斯城——即使神力将他们驱离了原先的地盘,他们却无论如何都不忍完全舍弃这个名字。安忒诺耳还说,直到如今在克里特的伊达山周围,依然有那一品种蜜蜂的遗存,虽数量不多,但确实存在,而且一如当年的蜜蜂那样,遭逢它们便会受到剧烈的刺痛。
καμήλου κρέας ἥδεται λέων ἐσθίων. καὶ τὸ μαρτύριον, Ἡρόδοτος λέγει ταῖς Ξέρξου καμήλοις ταῖς τὸν σῖτον φερούσαις ἐπιθέσθαι λέοντας. τὰ δὲ ἄλλα οὐκ ἐσίνοντο, οὐχ ὑποζύγιον, οὐκ ἄνθρωπον, ἦ δʼ ὅς. ὀλίγα δὲ Ἡρόδοτος ᾔδει ἐξετάζων τροφὴν λεόντων Θρᾳκίων· ἴσασι δὲ καὶ Ἄραβες ταῦτα, καὶ ὅσοι λεόντων καὶ καμήλων μητέρα τε ἅμα καὶ τροφὸν γῆν ἔχουσιν. οὐκ ἂν γοῦν θαυμάσαιμι εἰ φύσει τινὶ ἀπορρήτῳ λέων ἥδεται καμήλου κρέας καὶ μὴ θεασάμενος φαγεῖν, εἴ ποτε ἐντύχοι· ἡ γὰρ φυσικὴ ἐπιθυμία καὶ τοὺς οὐκ ἰδόντας ἐς τὴν τῆς τροφῆς ἐπιθυμίαν ἀναφλέγει.
狮子喜欢吃骆驼肉。作为证据,希罗多德说,狮子曾袭击过薛西斯军中运粮的骆驼;希罗多德说,它们并未侵害其他任何牲畜或人。然而希罗多德在考察色雷斯狮子的食物时所知甚少;但阿拉伯人知晓此事,所有生活在狮子与骆驼并育之乡的人也都知道。因此,即使一头狮子此前从未见过骆驼,若有朝一日碰上,因某种神秘的天性而嗜食骆驼肉,我也绝不会感到惊异;因为天生的欲求甚至能使未曾见识过的人或动物燃起对该种食物的渴望。
Ἀμῶντες ἄνθρωποι, τὸν ἀριθμὸν ἑκκαίδεκα, τοῦ ἡλίου καταφλέγοντος δίψει πιεζόμενοι ἕνα ἑαυτῶν ἀπέστειλαν ἐκ πηγῆς γειτνιώσης κομίσαι ὕδωρ. οὐκοῦν ὁ ἀπιὼν τὸ μὲν δρέπανον τὸ ἀμητικὸν διὰ χειρὸς εἶχε, τὸ δὲ ἀρυστικὸν ἀγγεῖον κατὰ τοῦ ὤμου ἔφερεν. ἐλθὼν δὲ καταλαμβάνει ἀετὸν ὑπό τινος ὄφεως ἐγκρατῶς τε καὶ εὐλαβῶς περιπλακέντα. ἔτυχε δὲ ἄρα καταπτὰς μὲν ἐπʼ αὐτὸν ὁ ἀετός, οὐ μὴν τῆς ἐπιβουλῆς ἐγκρατὴς ἐγένετο, οὐδὲ ʽτοῦτο δὴ τὸ Ὁμηρικὸνʼ τοῖς ἑαυτοῦ τέκνοις τὴν δαῖτα ἐκόμισεν, ἀλλὰ τοῖς ἐκείνου περιπεσὼν ἕρμασιν ἔμελλεν οὐ μὰ Δίʼ ἀπολεῖν ἀλλʼ ἀπολεῖσθαι. εἰδὼς οὖν ὁ γεωργὸς τὸν μὲν εἶναι Διὸς ἄγγελον καὶ ὑπηρέτην, εἰδώς γε μὴν κακὸν θηρίον τὸν ὄφιν, τῷ δρεπάνῳ τῷ προειρημένῳ διακόπτει τὸν θῆρα, καὶ μέντοι καὶ τῶν ἀφύκτων ἐκείνων εἱργμῶν τε καὶ δεσμῶν τὸν ἀετὸν ἀπολύει. ὁδοῦ μέντοι πάρεργον τῷ ἀνδρὶ ταῦτα καὶ δὴ διεπέπρᾳκτο, ἀρυσάμενος δὲ τὸ ὕδωρ ἧκε, καὶ πρὸς τὸν οἶνον κεράσας ὤρεξε πᾶσιν, οἱ δὲ ἄρα ἔπιον καὶ ἀμυστὶ καὶ πολλὰς ἐπὶ τῷ ἀρίστῳ. ἔμελλε δὲ καὶ αὐτὸς ἐπʼ ἐκείνοις πίεσθαι· ἔτυχε γάρ πως ὑπηρέτης κατʼ ἐκεῖνο τοῦ καιροῦ ἀλλʼ οὐ συμπότης ὤν. ἐπεὶ δὲ τοῖς χείλεσι τὴν κύλικα προσῆγεν, ὁ σωθεὶς ἀετὸς ζωάγρια ἐκτίνων οἱ καὶ κατὰ τύχην ἀγαθὴν ἐκείνου ἔτι διατρίβων περὶ τὸν χῶρον ἐμπίπτει τῇ κύλικι, καὶ ἐκταράττει αὐτήν, καὶ ἐκχεῖ τὸ ποτόν. ὃ δὲ ἠγανάκτησεν ʽκαὶ γὰρ ἔτυχε διψῶνʼ καὶ λέγει ʽεἶτα μέντοι σὺ ἐκεῖνος ὤνʼ ʽκαὶ γὰρ τὸν ὄρνιν ἐγνώρισεʼ ʽτοιαύτας ἀποδίδως τοῖς σωτῆρσι τὰς χάριτας; ἀλλὰ πῶς ἔτι ταῦτα καλά; πῶς δʼ ἂν καὶ ἄλλος σπουδὴν καταθέσθαι θελήσειεν ἔς τινα αἰδοῖ Διὸς χαρίτων ἐφόρου τε καὶ ἐπόπτου;ʼ καὶ τῷ μὲν ταῦτα εἴρητο, καὶ ἐφρύγετο· ὁρᾷ δὲ ἐπιστραφεὶς τοὺς πιόντας ἀσπαίροντάς τε καὶ ἀποθνήσκοντας. ἦν δὲ ἄρα ὡς συμβαλεῖν ἐμημεκὼς ἐς τὴν πηγὴν ὁ ὄφις3 καὶ κεράσας αὐτὴν τῷ ἰῷ. ὁ μὲν οὖν ἀετὸς τῷ σώσαντι ἰσότιμον τῆς σωτηρίας ἀπέδωκε τὸν μισθόν. λέγει δὲ Κράτης ὁ Περγαμηνὸς ὑπὲρ τούτων καὶ τὸν Στησίχορον ᾅδειν ἔν τινι ποιήματι οὐκ ἐκφοιτήσαντί που ἐς πολλούς, σεμνόν τε καὶ ἀρχαῖον ὥς γε κρίνειν ἐμὲ τὸν μάρτυρα ἐσάγων.
十六个正在收割的人,在烈日炙烤下备受干渴之苦,便派他们当中的一人去附近的泉水汲水。于是离去的那人手里拿着收割用的镰刀,肩上扛着汲水器皿。他到了泉边,发现一只雕被一条蛇紧密而稳固地死死缠住。原来这只雕飞扑向蛇,却未能得手,也没能——用荷马的话说——为自己的雏鸟带回食物,反倒落入了蛇的重重纠缠之中,凭宙斯起誓,它非但不能杀死对方,反而濒临死境。农夫深知雕是宙斯的使者与侍从,又深知蛇是凶恶之兽,便用上述的镰刀斩断了那长虫,将雕从那些无法逃脱的围困与束缚中解救出来。对这汉子而言,路途中的这件顺手之劳已然办妥,他汲了水归来,将水兑入酒中递给所有人;众人在午饭时大口且频频饮用。他自己本也打算在众人之后饮用;因为在那个时刻,他恰好是侍奉者而非共饮的同伴。然而,正当他将杯子递向嘴唇时,那只获救的雕为报答救命之恩,且因那人的好运仍在周围盘桓,便猛扑向杯子,撞翻了杯子,洒尽了饮水。那汉子十分恼火——因为他恰好正口渴——并认出了那只鸟,说道:“你既是那只鸟,难道就是这样报答救命恩人的吗?这还成何体统?若这般,今后还有谁会出于对宙斯——这恩惠的监察者与注视者——的敬畏,而愿意向他人施以援手呢?”他说完这些话,喉咙干渴难耐,转过身来却看见那些喝过水的人正在抽搐着死去。原来推想起来,是那条蛇曾呕吐于泉中,将毒液混入了泉水。于是雕向救命恩人回赠了等同于救命的报酬。佩加蒙的克拉忒斯谈及此事时说,斯忒西霍罗斯在某首未曾广泛流传于世的诗作中也歌咏过此事,在我的评判中,〔克拉忒斯〕这是引述了一位庄重而古老的见证者。
- 17.34ὡς καὶ τοῖς Μιλησίοις ἐρίοις ἀντικρίνεσθαι τὴν μαλακότητα
由 ὡς 加不定式 ἀντικρίνεσθαι(中动或被动态,“相比”、“对照”)构成的结果/程度从句。宾格名词 τὴν μαλακότητα 既可视为不定式的逻辑主语(“以至于其柔软度可与米利都羊毛相媲美”),亦可视为关系/限制宾格(“在柔软方面与米利都羊毛相匹敌”)。在此理解为不定式的主语更为自然。
- 17.35ὧνπερ οὖν ἐκείνους τὴν προσβολὴν οὐ φέροντας ἀναστῆναι τῆς πατρίδος
由间接引语动词 λέγει 所统辖的“宾格加不定式”结构(ἐκείνους ... ἀναστῆναι)。关系代词属格 ὧνπερ 指代前文的蜜蜂(μελιττῶν),作名词 τὴν προσβολήν 的定语(“那些蜜蜂的袭击”)。分词 φέροντας 带有否定词 οὐ,与宾格主语 ἐκείνους 一致,作原因或伴随状况的副词性修饰。
- 17.37ἦν δὲ ἄρα ὡς συμβαλεῖν ἐμημεκὼς ἐς τὴν πηγὴν ὁ ὄφις
谓语是由未完成式 ἦν 与完成时分词 ἐμημεκώς 构成的迂回过去完成时(“原来那蛇已呕吐入泉中”)。插入成分 ὡς συμβαλεῖν 为表示限制的绝对不定式习惯用语,意为“据推测”、“依此推断”(相当于 ὡς εἰκάσαι)。
