- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:17.31-17.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述亚美尼亚的有毒鱼类及其鱼粉用于除灭野兽的方法、里海地区捕捞尖吻鱼并熬制坚固鱼胶的用途,以及该地奇特鸟类的生态特征。
παρὰ Ἀρμενίοις ἀκούω πέτραν εἶναι ὑψηλήν, εἶτα ταύτην ὕδωρ ἐκβάλλειν πάμπολυ. ὑποκεῖσθαι δὲ τῇ πέτρᾳ πυνθάνομαι κρήνην τετράγωνον πάντη, καὶ ἑκάστην πλευρὰν σταδίου ἥμισυ ἔχειν, βάθος δὲ τριῶν ὀργυιῶν εἶναι. συνεκπίπτειν δὲ τῷ ὕδατι προσακούω τῷ προειρημένῳ καὶ ἰχθύας πολλάκις ἔχοντας τὸ μῆκος καὶ πήχεως καὶ ἔτι μείζους καὶ μέντοι καὶ ἐλάττονας, ἀλλʼ οὐ κατὰ πολύ. καὶ τοὺς μὲν αὐτῶν κατολισθάνειν ἡμιθνῆτας, τοὺς δὲ ἀσπαίροντας καὶ μάλα γε ἰσχυρῶς ἀποθνήσκειν. εἶναι δὲ αὐτοὺς ἡ φήμη λέγει πάνυ σφόδρα μέλανας καὶ ἰδεῖν ἀειδεῖς. ἂν δὲ τούτων γεύσηται ἢ ἄνθρωπος ἢ θηρίον, παραχρῆμα ἀπόλλυται. τοὺς μὲν οὖν Ἀρμενίους διὰ τὸ ἔνθηρον αὐτοῖς εἶναι καὶ πολύθηρον τὴν γῆν ἀθροίζειν αὐτοὺς καὶ αὐαίνειν ὑπὸ τῇ εἵλῃ τοῦ ἡλίου, εἶτα κόπτειν ἐπιδήσαντάς τι ταῖς ῥισὶ καὶ τῷ στόματι, ἵνα μὴ τῷ ἄσθματι σπάσαντες τὸν ἐκ τῶν πτισσομένων ἀέρα εἶτα ἀποθάνωσι. ποιήσαντες οὖν ἄλευρα τοὺς ἰχθῦς ἐν τοῖς μάλιστα θηριωδεστάτοις χωρίοις κατασπείρουσιν αὐτά, σῦκά γε μὴν παραμιγνύναι τοῖς ἀλεύροις ἔθος ἔχουσιν. οὕτω μὲν οὖν διαφθείρονται οἵ τε σῦς οἱ ἄγριοι καὶ αἱ δορκάδες καὶ οἱ ἔλαφοι καὶ οἱ ἄρκτοι καὶ οἱ ὄνοι οἱ ἄγριοι καὶ οἱ αἶγες, ἄγριοι μέντοι καὶ οὗτοι· συκοτράγα γὰρ ταῦτα καὶ ἀλφιτοφάγα τὰ ζῷά ἐστιν. λέοντας δὲ καὶ παρδάλεις καὶ λύκους σαρκοφάγα ὄντα ἑτέρως ἀναιροῦσι. τῶν γὰρ οἰῶν τῶν ἡμέρων καὶ τῶν αἰγῶν παρασχίσαντες τὴν πλευρὰν ἐς ὅσον καθεῖναι τὴν χεῖρα, ἐμπάττουσι τῶν αὐτῶν ἀλεύρων, προκεῖσθαι1 κακὸν ναὶ μὰ Δία δέλεαρ τοῖς προειρημένοις. ὅταν οὖν ἢ λέων ἢ πάρδαλις ἢ λύκος ἢ ἄλλο τι τοιοῦτον ἐντύχῃ καὶ γεύσηται, τέθνηκε παραχρῆμα. καὶ πᾶσα μὲν οὖν ἡ Ἀρμενία θηρίων ἀγρίων τροφός τε ἅμα καὶ μήτηρ ἐστίν, ἡ δὲ πεδιὰς ἔτι καὶ μᾶλλον ἡ πρὸς τῷ ποταμῷ.
我听说在亚美尼亚人那里有一块高耸的岩石,它喷涌出极其大量的水。我还获悉,在岩石下方有一处四面皆为正方形的泉池,每边长半斯塔德,深三奥尔居亚。我还进一步听说,随着上述的水流,常常一同落下的还有一些鱼,其长度达一肘,有的甚至更大,当然也有更小的,但差距并不甚大。它们当中有些半死不活地滑落下来,有些则在剧烈抽搐挣扎中死去。传闻说它们通体乌黑,外形极丑陋。如果人或野兽尝了它们,就会立刻毙命。因此,亚美尼亚人由于他们的土地野兽成灾、兽患严重,便将这些鱼收集起来,放在太阳的热力下晒干,然后把鼻子和嘴巴绑扎遮盖起来予以捣碎,以免呼吸时吸入被捣碎之物产生的空气而随之丧命。他们把这些鱼捣成粉末后,撒在野兽最常出没的地方,并且他们习惯在粉末中掺入无花果。这样一来,野猪、瞪羚、鹿、熊、野驴以及山羊——这些山羊亦是野生的——便被消灭了;因为这些动物都是啃食无花果和喜食粉末之物。至于狮子、豹和狼这些食肉动物,他们则用另一种方法消灭。他们在驯养的绵羊和山羊的胁腹部剖开一条足以容手伸入的裂缝,在里面撒上同样的粉末,凭宙斯起誓,以此作为致死的诱饵摆在上述猛兽面前。因此,每当狮子、豹、狼或任何其他此类猛兽遇到并品尝它时,便当场暴毙。可见整个亚美尼亚既是野生野兽的保姆又是它们的母亲,而临近河流的平原地带更是如此。
ἐν τῇ Κασπίᾳ γῇ λίμνην ἀκούω μεγίστην εἶναι, καὶ ἰχθῦς ἐν αὐτῇ γίνεσθαι μεγάλους, καὶ ὀξύρυγχοι καλοῦνται. οὐκοῦν οἱ Κάσπιοι θηρῶσιν αὐτούς, καὶ διαπάσαντες ἁλσὶ καὶ ταρίχους ἐργασάμενοί τε καὶ ἀποφήναντες αὔους, ἐπισάξαντες καμήλοις κομίζουσιν ἐς Ἐκβάτανα. καὶ ποιοῦσιν ἄλειφα ἐκ τῶνδε τῶν ἰχθύων ἀφελόντες τὴν πιμελήν, τῷ δὲ ἰχθυΐνῳ ἐλαίῳ χρίονται λιπαρῷ σφόδρα καὶ οὐ δυσώδει, τὰ δὲ ἔντερα ἐξέλκουσιν αὐτῶν καὶ ἕψουσι, καὶ ἐξ αὐτῶν ποιοῦσι κόλλαν καὶ μάλα γε ἐν χρείᾳ γίνεσθαι δυναμένην· συνέχει γὰρ πάντα ἐγκρατῶς, καὶ προσέχεται οἷς ἂν προσπλακῇ, καὶ ἰδεῖν ἐστι λαμπροτάτη. οὕτω δὲ συνέχει πᾶν ὅ τι ἂν συνδήσῃ τε καὶ συνάψῃ, ὡς καὶ δέκα ἡμερῶν2 αὐτὴν βρεχομένην μήτε λύεσθαι μήτε μὴν ἀφίστασθαι. ἀλλὰ καὶ τοὺς τὸν ἐλέφαντα χειρουργοῦντας χρῆσθαί τε αὐτῇ καὶ τὰ ἔργα ἐκπονεῖν κάλλιστα.
我听说在里海人的土地上有一座极大的湖,湖中生长着大鱼,被称为尖吻鱼。于是里海人捕捞它们,撒上盐制成腌鱼并将其晒干,装载在骆驼上运往埃克巴塔那。他们还剔除脂肪,用这些鱼制作香膏,并用极为滋润且无臭味的鱼油涂抹身体;他们还取出鱼肠加以熬煮,从中制成一种极具实用价值的胶。这种胶能牢固地粘合一切,紧贴在它所附着之物上,而且外观极为光亮。它能将所有捆扎结合之物如此牢固地粘在一起,以至于即使浸水十天之久,也既不溶解亦不脱落。不仅如此,雕刻象牙的工匠们也使用它,制作出极精美的工艺品。
λέγει τις λόγος ἐν Κασπίοις ὄρνεον γίνεσθαι τὸ μὲν μέγεθος κατὰ τοὺς ἀλεκτρυόνας τοὺς μεγίστους, ποικίλον γε μὴν καὶ πολυχροίᾳ διηνθισμένον. καὶ πέτεταί γε ὕπτια3 ὡς ἀκούω ὑποτεῖναν τῷ τραχήλῳ τὰ σκέλη καὶ οἷον ἀνέχον αὐτοῖς αὐτόν.4 κλαγγὴν δὲ προΐεσθαι σκυλακίου. ποιεῖσθαι δὲ τὴν πτῆσιν οὐκ ἐν ἀέρι βαθεῖ ἀλλὰ περὶ τὴν γῆν, ἐλαφρίζειν ἐς ὕψος ἑαυτὸ μὴ δυνάμενον. Κάσπιος δὲ ἄρα καὶ οὗτος ὄρνις ἢ Ἰνδὸς μᾶλλον (λέγεται γὰρ καὶ ἐκείνῃ τὸ γένος οἱ καὶ ταύτῃ), καὶ εἴη τὸ μέγεθος κατὰ χῆνα ἄν. καὶ ἔχει κεφαλὴν πλατεῖαν μὲν λεπτὴν δέ, καὶ τὰ σκέλη οἱ μακρά. καὶ κεκραμένη χρόα οἱ καὶ μικτή· τὸ μὲν γὰρ νῶτον αὐτῷ πορφυροῖς ἠγλάισται, τὰ δὲ ὑπὸ τὴν γαστέρα κόκκῳ γνησιωτάτῳ καὶ καλλίστῳ προσείκασται, κεφαλὴ δὲ καὶ δέρη λευκὰ ἄμφω. φθέγγεται δὲ κατὰ τὴν αἶγα.
有一种说法称,在里海人那里有一种鸟,体型如同最大的公鸡,但色彩斑斓,饰有多种色彩。据我所闻,它仰卧着飞行,将双腿伸在脖子下方,仿佛用腿支撑着它〔脖子〕一样。它发出小狗一般的叫声。它的飞行不在高空,而是在贴近地面之处,因为它无法将自身轻盈地升向高处。此外,看来还有这种里海之鸟,或者更确切地说是印度之鸟——因为据说该品种在那边和这边都有——它的体型大约相当于一只鹅。它的头宽而薄,双腿修长。其羽色交织混杂:背部饰有紫色,腹下的部位则如同最纯正美丽的深红色,而头部和颈部皆为白色。它的鸣叫声如同山羊。
- 17.31προκεῖσθαι
不定词 προκεῖσθαι 既可视为依附于主动词 ἐμπάττουσι 的目的/结果不定词(意为“以便作为凶险的诱饵摆在上述猛兽面前”),亦可视为间接引语的延续。此处取表示撒入药粉的意图与结果之解,与下文承接最为自然。
- 17.32δέκα ἡμερῶν
时间的属格(genitive of time within which),在此表示“在十天的时间内(即使被浸泡)”。与否定词 μήτε 以及分词 βρεχομένην 连用,强调在整整十天的浸泡期间绝不松脱。
- 17.33ὕπτια
形容词 ὕπτιος(仰面朝天的)的中性复数宾格在此用作副词,表示“仰面地”、“仰卧着”飞行的状态。虽与中性主语 ὄρνεον 性格相应,但本质上是充当修饰飞行动作的副词性宾格。
- 17.33οἷον ἀνέχον αὐτοῖς αὐτόν
分词 ἀνέχον 为中性单数主格,与句首的中性名词 ὄρνεον 一致。宾语 αὐτόν 是阳性单数宾格代词,承前指代阳性单数名词 τῷ τραχήλῳ(脖子);与格 αὐτοῖς 则承前指代双腿(τὰ σκέλη),意为“仿佛用腿支撑着它一般”。
