- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:17.25-17.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了各地奇异的动物与传说,包括克莱塔库斯所载印度巨猿的习性及其捕捉方法、凶猛狮子的驯化、毁灭利比亚部族的群狮之灾、萨摩斯岛的巨兽内阿得斯、印度国王的战象军队以及吞食活鱼的牛。
λέγει δὲ Κλείταρχος πιθήκων ἐν Ἰνδοῖς εἶναι γένη ποικίλα τὴν χρόαν, μεγέθει δὲ μέγιστα. ἐν δὲ τοῖς χωρίοις τοῖς ὀρείοις τοσοῦτον αὐτῶν τὸ πλῆθος εἶναι, ὡς Ἀλέξανδρόν φησι τὸν Φιλίππου καὶ πάνυ καταπλαγῆναι1 σὺν καὶ τῇ οἰκείᾳ δυνάμει, οἰόμενον ἀθρόους ἰδόντα στρατιὰν ὁρᾶν συνειλεγμένην καὶ ἐλλοχῶσαν αὐτόν. ὀρθοὶ δὲ ἄρα ἦσαν οἱ πίθηκοι κατὰ τύχην ἡνίκα ἐφάνησαν. θηρῶνται δὲ οὗτοι οὔτε δικτύοις οὔτε κυνῶν ῥινηλατούντων σοφίᾳ καὶ μάλα ἀγρευτικῇ. ἔστι δὲ τὸ ζῷον ὀρχηστικόν, εἰ θεῷτο ὀρχούμενον· καὶ θέλει γε αὐλεῖν, εἰ καταπνεῖν μάθοι. πρὸς τούτοις εἰ θεάσαιτό τινα ὑποδήματα τοῖς ποσὶ περιτιθέντα, μιμεῖται τὴν ὑπόδεσιν· καὶ ὑπογράφοντος τὼ ὀφθαλμὼ μέλανι, καὶ τοῦτο δρᾶσαι θέλει. οὐκοῦν ὑπὲρ τῶν εἰρημένων μολίβου πεποιημένα κοῖλα καὶ βαρέα ὑποδήματα προτιθέασι, βρόχους αὐτοῖς ὑποβαλόντες, ὡς ἐσβαλεῖν μὲν τὼ πόδε, ἔχεσθαι δὲ τῇ πάγῃ καὶ μάλα ἀφύκτῳ· δέλεαρ δὲ αὐτοῖς ὀφθαλμῶν πρόκειται ὑπὲρ τοῦ μέλανος ἰξός. κατόπτρῳ δὲ χρησάμενος ὁ Ἰνδὸς ὁρώντων ἐκείνων, οὐκ εἰσὶ δʼ ἔτι τὰ κάτοπτρα, ἀλλὰ ἕτερα προστιθέντες· εἶτα καὶ τούτοις ἕρματα ἰσχυρὰ ὑποπλέκουσι· καὶ μέντοι καὶ τοιαῦτά ἐστιν. οἱ μὲν οὖν ἔρχονται, καὶ γενναίως δρῶσι κατὰ μίμησιν ὧν εἶδον· ἐκπηδᾷ δὲ ἰσχύς τις κολλητικὴ βλεφάρων ἐκ τῆς πρὸς τὴν αὐγὴν ἀντιτυπίας, ὅταν ἴδωσιν ἀτενές· εἶτα οὐχ ὁρῶντες αἱροῦνται ῥᾷστα· φυγεῖν γὰρ ἔτι εἰσίν ἥκιστοι. εἴρηται μὲν ὑπὲρ πιθήκων καὶ ἄλλα, Ἰνδῶν τε καὶ οὐκ Ἰνδῶν· καὶ ταῦτα δὲ ἔχει τινὰ τῷ συνιέντι οὐκ ἀσπούδαστα, οὐ μὰ Δία.
克莱塔库斯说,在印度有许多毛色斑斓、体型极为巨大的猿猴种类。在山区,它们的数量如此之多,以至于他说腓力之子亚历山大与其自身的军队一同大为惊骇,当亚历山大看到它们成群结队时,以为自己看到的是一支集结起来埋伏他的军队;因为当猿猴们显现身形时,正巧都是直立站立的。人们捕猎它们,既不用罗网,也不靠善于追踪气味的猎犬那极适于狩猎的本领。这种动物若是看见有人跳舞,就会乐于起舞;若是学会吹气,就乐于吹笛。此外,它若看见有人把鞋子套在脚上,便会模仿穿鞋;若有人用黑色颜料画眼线,它也想照着做。因此,针对上述习性,人们便在它们面前摆出用铅制成的沉重空心鞋,在鞋下装有套索,以便让它们把双脚伸进去后,被极难脱身的陷阱牢牢困住;而在黑色颜料的位置,人们在它们眼前摆放黏鸟胶作为针对眼睛的诱饵。随后,印度人当着它们的面照镜子;但原先的镜子不再留存,而是换上另外的镜子,接着还在这些镜子下面系上结实的重物;事实确是如此。于是猿猴们走上前来,英勇地模仿它们所见到的动作;但当它们凝神直视时,因对抗光芒的反射,便产生一种粘合眼睑的力量;接着它们因看不见而极易被捕获,因为它们此时最不可能逃脱。关于猿猴,无论是印度的还是非印度的,人们还讲过其他许多事情;而凭宙斯起誓,对于明理之人而言,这些事情绝非不值得重视。
λέοντας ἐν Ἰνδοῖς γίνεσθαι μεγίστους οὐ διαπορῶ· τὸ δὲ αἴτιον, τῶν ζῴων τῶν ἑτέρων ἥδε ἡ γῆ μήτηρ ἐστὶν ἀγαθή. εἰσὶ δὲ ἀγριώτατοι καὶ θηριωδέστατοι. δέρη δὲ ἐκείνων τῶν λεόντων μέλαινά τε ἰδεῖν, καὶ φρίξασα ὀρθή τε ἀνίσταται καὶ συνεκπέμπει δέος οἷον ἐκπληκτικόν. εἰ δὲ ἁλῶναι δυνηθεῖεν, πραΰνονται, ἀλλʼ οὐχ οἱ μέγιστοι· καὶ ἡμεροῦνταί τε καὶ γίνονται ῥᾷστα τιθασοί, ὡς ἄγειν γε ἀπὸ ῥυτῆρος2 ἐπὶ θήραν κεμάδων καὶ ἐλάφων καὶ συῶν καὶ ταύρων καὶ ἀγρίων ὄνων. εἰσὶ γὰρ καὶ ῥινηλατῆσαι ὡς ἀκούω δεινοί.
关于印度出产最大的狮子,我并不怀疑;其原因在于,这片土地对于其他动物而言也是一位良母。它们最为凶猛,野性最甚。那些狮子的颈项看上去是黑色的,竖立起来的鬃毛直直耸立,散发出一种令人惊骇的恐惧。倘若它们能被捕获,便会变得温驯,不过体型最大的除外;它们很容易被驯化并变得顺服,以至于能用缰绳牵引着去捕猎幼鹿、成鹿、野猪、公牛和野驴;因为据我所闻,它们在嗅迹追踪方面亦极为精湛。
ἐν τῇ Λιβύων χώρᾳ ἔθνος ἦν φασι τὸ καλούμενον Νόμαιον. καὶ τὰ μὲν ἄλλα διευτυχοῦντες εὐνόμου μάλα καὶ εὐδαίμονος ναὶ μὰ Δία λήξεως εἶτα ἠφανίσθησαν τελέως, λεόντων αὐτοῖς ἐπελθόντων πλήθει τε παμπόλλων καὶ μεγέθει μεγίστων καὶ τὴν τόλμαν ἀμάχων, ὑφʼ ὧν πανδημεί τε καὶ παγγενεὶ διαφθαρέντες εἶτα ἐς τὸ παντελὲς ἀπώλοντο. λεόντων γὰρ ἀθρόων ἐπιδημία χρῆμα ἀπρόσμαχον.
据说在利比亚人的土地上,曾有一个被称为诺麦奥伊人的部族。尽管在其他方面他们享有着极好的法度,凭宙斯起誓,享有着极为幸福的命运,但后来却彻底绝迹,因为有数量极多、体型极大、胆量无可匹敌的狮子袭击了他们;他们举族上下、全家老小皆被狮子所杀,随后彻底消亡。因为群狮的聚众侵袭乃是无可抵挡之物。
Εὐφορίων δὲ ἐν τοῖς Ὑπομνήμασι λέγει τὴν Σάμον ἐν τοῖς παλαιτάτοις χρόνοις ἐρήμην γενέσθαι· φανῆναι γὰρ ἐν αὐτῇ θηρία μεγέθει μὲν μέγιστα, ἄγρια δέ, καὶ προσπελάσαι τῳ δεινά, καλεῖσθαί γε μὴν νηάδας. ἅπερ οὖν καὶ μόνῃ τῇ βοῇ ῥηγνύναι τὴν γῆν. παροιμίαν οὖν ἐν τῇ Σάμῳ διαρρεῖν τὴν λέγουσαν ʽμεῖζον βοᾷ τῶν νηάδων.ʼ ὀστᾶ δὲ ἔτι καὶ νῦν αὐτῶν δείκνυσθαι μεγάλα ὁ αὐτός φησι.
欧福里翁在《备忘录》中说,萨摩斯岛在最古老的时代曾沦为荒岛;因为岛上出现过体型极其巨大、野性十足且令任何人不敢靠近的野兽,它们被称为内阿得斯。它们单凭吼叫就能撕裂大地。因此萨摩斯流传着一句谚语说:“叫声比内阿得斯还大。”同一位作者说,直到如今人们还在展示它们巨大的遗骨。
τοῦ Ἰνδῶν βασιλέως ἐλαύνοντος ἐπὶ τοὺς πολεμίους δέκα μυριάδες ἐλεφάντων προηγοῦνται μαχίμων. ἑτέρους δὲ ἀκούω τρισχιλίους τοὺς μεγίστους τε καὶ ἰσχυροτάτους ἕπεσθαι, οἵπερ οὖν εἰσι πεπαιδευμένοι τὰ τείχη τῶν πολεμίων ἀνατρέπειν, ἐμπεσόντες ὅταν κελεύσῃ ὁ βασιλεύς· ἀνατρέπουσι δὲ τοῖς στήθεσι. καὶ λέγει μὲν ταῦτα Κτησίας, ἀκοῦσαι γράφων. ἰδεῖν δὲ ἐν Βαβυλῶνι ὁ αὐτὸς λέγει τοὺς φοίνικας αὐτορρίζους ἀνατρεπομένους ὑπὸ τῶν ἐλεφάντων τὸν αὐτὸν τρόπον, ἐμπιπτόντων τῶν θηρίων αὐτοῖς βιαιότατα· δρῶσι δὲ ἄρα, ἂν ὁ Ἰνδὸς ὁ πωλεύων αὐτοὺς κελεύσῃ δρᾶσαι τοῦτο αὐτοῖς.
当印度国王向敌人进军时,有十万头善战的大象在前开道。据我听说,还有另外三千头体型最大、力量最强的大象随后跟从,它们受过训练,每当国王下令时,便发起冲击推倒敌人的城墙;它们是用胸膛推倒城墙的。克特西亚斯述说这些事,并写道自己是听闻而来的。同一作者还说,在巴比伦他曾见过棕榈树以同样的方式被大象连根拔起推倒,那些野兽极其猛烈地冲撞树木;而只要负责驯养它们的印度人命令它们这样做,它们便会照做。
Ζηνόθεμις λέγει Παιονίδα λίμνην τινὰς φέρειν ἰχθῦς, οὕσπερ οὖν εἰ παραβάλοι τις ἀσπαίροντας τοῖς βουσίν, οἳ δὲ ἐμφοροῦνται αὐτῶν3 μάλα ἀσμένως, ὡς οἱ λοιποὶ τοῦ χόρτου. νεκρῶν δὲ τῶν ἰχθύων οὐκ ἂν πάσαιντο ἔτι οἱ βόες, ἐκεῖνος λέγει.
芝诺忒弥斯说,派奥尼亚湖出产某些鱼类,如果有人趁它们还在扑腾喘息时扔给牛,牛就会极其乐意地大快朵颐,就像其他牛吃草一样。但他说,倘若鱼已经死了,牛便绝不再去品尝。
- 17.25ὡς Ἀλέξανδρόν φησι τὸν Φιλίππου καὶ πάνυ καταπλαγῆναι
这是一种混合句法结构:引导结果从句的连词 ὡς 内部插入了转述动词 φησί,致使该从句并未采用直陈式限定动词,而是转为带不定式的宾格结构(Ἀλέξανδρον... καταπλαγῆναι)。其语义为:“以至于他[克莱塔库斯]说亚历山大也大为惊骇”。
- 17.26ὡς ἄγειν γε ἀπὸ ῥυτῆρος
表结果的 ὡς 搭配不定式 ἄγειν 以及介词短语 ἀπὸ ῥυτῆρος(“由缰绳牵引”)构成的习惯表达。意为“以至于能用缰绳牵引着去”,指虽为猛兽,却能被完全约束和驾驭。
- 17.30οὕσπερ οὖν εἰ παραβάλοι τις ἀσπαίροντας τοῖς βουσίν, οἳ δὲ ἐμφοροῦνται αὐτῶν
宾格关系代词 οὕσπερ(先行词为 ἰχθῦς)后紧接着插入了条件从句 εἰ παραβάλοι...,主句则由带有表断案/归结连接词 δέ 的指示代词 οἳ δέ(即 οἱ βόες)作为主语明确引出。οὕσπερ 在语义上充当 παραβάλοι 的直接宾语,体现了关系代词的支配关系跨越并吸收插入从句的句法悬停与倒装结构。
