← 克劳狄乌斯·埃利安

论动物的本性

§17.20-17.24

白燕与肉桂鸟及诸异鸟的习性

本节记述了萨摩斯岛白燕失明后的复明奇迹、射落肉桂鸟之巢以取肉桂的习俗、印度情鸟俄里翁与华美的卡特柔斯鸟,以及天鹅爱好和平却勇御强敌的本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.20

Ἀριστοτέλης λέγει γίνεσθαι ἐν Σάμῳ λευκὴν χελιδόνα· ταύτης γε μὴν ἐάν τις ἐκκεντήσῃ τοὺς ὀφθαλμούς, γίνεσθαι μὲν αὐτὴν παραχρῆμα τυφλήν, μετὰ ταῦτα δὲ ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας1 καὶ ἐξ ὑπαρχῆς ὁρᾷ, ὡς ἐκεῖνός φησι.

亚里士多德说,萨摩斯岛上有一种白燕;倘若有人刺穿它的眼睛,它固然会立刻失明,但随后便重获视力,瞳孔恢复清亮,如他所说,又重新复明。

§17.21

τὸν κιννάμωμον ὄρνιν ἀκούω εἶναι, καὶ μέντοι καὶ κομίζειν κάρφη φυτοῦ τοῦ ὁμωνύμου ἐκ τῶν τῆς γῆς τερμάτων, καὶ καλιὰς ὑποπλέκειν ἔνθα Ἡρόδοτοί τε ᾅδουσι καὶ ἄλλοι,2 φιλοῦσι δέ πως οἵδε οἱ ὄρνιθες τὰς ἑαυτῶν εὐνάς τε καὶ καταγωγὰς ὑφαίνειν. οὐκοῦν οἷσπερ μέλει τῶνδε τῶν καρφῶν, οἰστοὺς βαρεῖς ῥοίζῳ βιαιοτάτῳ καὶ νευρᾶς ἐντάσει σφοδρᾷ κατὰ τῶν καλιῶν ἀφιᾶσιν· αἳ δὲ ῥήγνυνται, καὶ κατολισθάνει τὰ κάρφη, καὶ μέντοι καὶ τὸ ᾀδόμενον δήπου κιννάμωμον ταῦτά ἐστιν.

我听说有一种肉桂鸟,它们从大地的尽头运来同名植物的细枝,在希罗多德等人歌咏之处编织鸟巢;这些鸟儿不知怎的喜爱编织自己的卧所与栖处。因此,那些关心这些细枝的人,便借着弓弦强劲的紧绷和极其猛烈的呼啸声,向着鸟巢射出沉重的箭矢;鸟巢应声碎裂,细枝滑落下来,而人们所传唱的肉桂其实正是这些东西。

§17.22

καὶ Κλειτάρχῳ χῶρον δῶμεν. λέγει δὲ Κλείταρχος ἐν Ἰνδοῖς γίνεσθαι ὄρνιν, καὶ εἶναι σφόδρα ἐρωτικόν, καὶ τὸ ὄνομα αὐτοῦ λέγει ὠρίωνα εἶναι. φέρε δὲ καὶ διαγράψωμεν αὐτὸν τῷ λόγῳ, ὡς ἐκεῖνος διδάσκει. τοῖς μὲν καλουμένοις ἐρωδίοις ὅμοιος τὸ μέγεθος ὅδε ὁ ὠρίων ἐστίν, ἔστι δὲ καὶ τὰ σκέλη ὡς ἐκεῖνοι φοίνιξ, ὀφθαλμοὺς δὲ κυανοῦς ἔχει (τοῦτο μὲν οὐχ ὡς ἐκεῖνοι), μέλος δὲ μουσουργεῖν ὑπὸ τῆς φύσεως πεπαίδευται, οἷα δήπου μέλη ὑμεναιοῦται γλυκέα καὶ προσείοντα σειρῆνας.

我们也给克莱塔库斯留一席之地吧。克莱塔库斯说,在印度人那里有一种鸟,生性极多情,他说它的名字叫俄里翁。来吧,让我们也按照他的指引,在言辞中描摹它。这俄里翁在体型上与所谓的苍鹭相似,双腿也如它们一般呈深红色,却生有一双蓝色的眼睛(这一点与苍鹭不同);它受到天性的教导而能谱弄曲调,宛如人们所歌唱的那种甜美而展露塞壬魅惑的婚歌。

§17.23

Κατρέα τὸ ὄνομα, Ἰνδὸν τὸ γένος, τῇ φύσει ὄρνιν λέγει Κλείταρχος εἶναι τὸ κάλλος ὑπερήφανον·3 τὸ μέγεθος γὰρ εἴη ἂν κατὰ τὸν ταῶν, τὰ δὲ ἄκρα τῶν πτερῶν ἔοικε σμαράγδῳ. καὶ ὁρῶντος μὲν ἄλλοσε οὐκ οἶσθα οἵους ὀφθαλμοὺς ἔχει· εἰ δὲ ἐς σὲ ἀπίδοι, ἐρεῖς κινναβάρινον εἶναι τὸ ὄμμα πλὴν τῆς κόρης· ἐκείνη δὲ μηλιάδι τὴν χρόαν προσείκασται καὶ βλέπει ὀξύ. τό γε μὴν τοῖς ἁπάντων ὀφθαλμοῖς λευκόν, ἀλλὰ τοῖς τοῦ κατρέως τοῦδε ὠχρόν ἐστι. τὰ δὲ τῆς κεφαλῆς πτίλα γλαυκωπά, καὶ ἔχει ῥανίδας οἱονεὶ κρόκῳ προσεικασμένας εἶτα ἄλλην ἄλλῃ διεσπαρμένας. πόδες δὲ αὐτῷ σανδαράκινοι. ἔχει δὲ καὶ φώνημα εὔμουσον καὶ κατὰ τὴν ἀηδόνα τορόν. Ἰνδοὶ δὲ ἄρα τὴν ἐξ ὀρνίθων τροφὴν εἶχον, ἵνα καὶ οἱ ὁρῶντες ἑστιᾶν τὴν ὄψιν δύνωνται. ἰδεῖν γοῦν αὐτοῖς πάρεστι καὶ ὅλους πορφυροῦς καὶ τῇ καθαρωτάτῃ φλογὶ προσεοικότας· καὶ τούτων αἱ πτήσεις κατὰ πλῆθός εἰσιν, ὡς νομίζειν νέφη· ἄλλοι γε μὴν ποικίλοι καὶ οὐ πάνυ τι τὸ εἶδος εὔρητοι, μελῳδίαν δὲ καὶ εὐστομίαν καὶ εὐγλωττίαν ἄμαχοι, ὡς εἶναι, εἰ μή πη καὶ τραχύτερόν ἐστιν εἰπεῖν, Σειρῆνάς τινας. κατάπτεροι γὰρ ὡς ἦσαν αἱ τοῦ μύθου κόραι, ποιηταί τε ᾅδουσιν καὶ ζωγράφοι δεικνύουσιν.

克莱塔库斯说,有一种鸟名叫卡特柔斯,其族属产自印度,生就一副傲世的美貌;其体型当与孔雀相当,翼尖宛如祖母绿。当它望向别处时,你无法知晓它生着怎样的眼睛;但若它直视于你,你便会说除了瞳仁之外,那双眼睛如同朱砂;而它的瞳仁色如榅桲,目光锐利。在众人眼中为眼白之处,在这只卡特柔斯的眼里却是淡黄色的。它头部的羽毛呈灰蓝色,带有宛如藏红花一般的斑点,散落各处。它的双足如雄黄般朱红。它还拥有悦耳的啼鸣,清脆如夜莺。印度人养育这些禽鸟,亦是为了让观赏者能够大饱眼福。至少他们能见到通体紫红、宛如最纯净火焰的飞鸟;它们的飞行成群结队,以至于令人误以为是云团;另有一些色彩斑斓,其形貌绝不易描述,但在旋律、甜美声调与灵巧口舌上却无与伦比,以至于若这样说并非过于唐突的话,它们宛如某种塞壬。因为神话中的少女是生有双翼的,这一点诗人们已在歌咏,画师们亦在描摹。

§17.24

κύκνου δὲ ἤθη καὶ διατριβαὶ λίμναι τε καὶ ἕλη καὶ τενάγη καὶ ἀέναοι ποταμοὶ πράως καὶ ἡσυχῆ ῥέοντες. εἰρηναῖοι δέ εἰσι καὶ ἐς γῆρας προΐασιν ἑαυτοῖς κοῦφον. εἰσὶ δὲ καὶ ἐς ῥώμην ἄλκιμοι, καὶ θαρροῦσιν αὐτῇ, οὐ μὴν ὥστε ἄρχειν ἀδίκων ἀλλʼ ἀμύνεσθαι τὸν ἄρξαντα.4 ῥᾳδίως οὖν καὶ τῶν ἀετῶν περιγίνονται, ὅταν ἐκεῖνοι τολμήσωσιν ἐπιθέσθαι αὐτοῖς. καὶ εἶπον ἀνωτέρω τῆς μάχης τὸν τρόπον.

天鹅的栖处与流连之所是湖泊、沼泽、浅滩以及缓缓静静流淌的永恒江河。它们性情和平,步入对自己而言轻松惬意的暮年。它们在力量上亦很勇猛,并自恃其力,但这绝非为了发起不义,而是为了抵御先行挑衅之人。因此,每当鹰隼敢于袭击它们时,它们便能轻易胜出。至于它们交战的方式,我此前已经述及。

语法注4 条
  1. 17.20λελάμπρυνται κόρας

    κόρας 是表示方面或范围的宾格(关系宾格/限定宾格),意为“就瞳孔而言被使之清澈”。它修饰指代白燕的完成时动词 λελάμπρυνται。

  2. 17.21ἔνθα Ἡρόδοτοί τε ᾅδουσι καὶ ἄλλοι

    专有名词复数 Ἡρόδοτοι 是修辞性复数(概括性复数),指“像希罗多德这样的著述家们”,充当 ᾅδουσι 的主语。

  3. 17.23Κατρέα τὸ ὄνομα, Ἰνδὸν τὸ γένος, τῇ φύσει ὄρνιν λέγει Κλείταρχος εἶναι τὸ κάλλος ὑπερήφανον

    长句倒装结构(hyperbaton)。句子的核心主干为 λέγει Κλείταρχος ὄρνιν εἶναι(克莱塔库斯说有一种鸟);Κατρέα 为 ὄρνιν 的同位语,而 τὸ ὄνομα、τὸ γένος 和 τὸ κάλλος 均为关系宾格(限定宾格)。述语形容词 ὑπερήφανον 作补足语修饰 ὄρνιν,τὸ κάλλος 则说明其傲慢的方面(“美貌上傲世”)。

  4. 17.24οὐ μὴν ὥστε ἄρχειν ἀδίκων ἀλλʼ ἀμύνεσθαι τὸν ἄρξαντα

    不定词 ἄρχειν 与 ἀμύνεσθαι 由 ὥστε 引导,表示结果或目的。ἄρχειν 支配属格 ἀδίκων(中性复数,指不义之举),意为“开启不义”;与之对照的 ἀμύνεσθαι 则带宾格实质化分词 τὸν ἄρξαντα 作为宾语,意为“击退先动手者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:17.20-17.24