- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:17.17-17.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了里海地区群鼠成灾的习性与危害,以及为其除害的猛禽与驯服的狐狸,提及巴比伦尼亚用巨鼠皮制衣的习俗,随后描写海黄貂鱼因受音乐与舞蹈诱惑而被捕获的异闻,最后记述东方加拉太人借助神鸟消除蝗灾并严禁捕鸟的风俗。
Ἀμύντας ἐν τοῖς ἐπιγραφομένοις οὕτως ὑπʼ αὐτοῦ Σταθμοῖς κατὰ τὴν γῆν τὴν Κασπίαν καὶ βοῶν ἀγέλας λέγει πολλὰς καὶ ἵππων, καὶ κρείττονας ἀριθμοῦ εἶναι. ἐπιλέγει δὲ ἄρα καὶ ἐκεῖνο, ἐν ὡρῶν τισι περιτροπαῖς μυῶν ἐπιδημίας γίνεσθαι πλῆθος ἄμαχον, καὶ τὸ μαρτύριον ἐπάγει λέγων, τῶν ποταμῶν τῶν ἀενάων σὺν πολλῷ τῷ ῥοίζῳ φερομένων, τοὺς δὲ καὶ μάλα ἀτρέπτως ἐπινήχεσθαί τε αὐτοῖς1 καὶ τὰς οὐρὰς ἀλλήλων ἐνδακόντας ἕρμα τοῦτο ἴσχειν, καὶ τοῦ διαβάλλειν τὸν πόρον σύνδεσμόν σφισιν ἰσχυρότατον ἀποφαίνειν τόνδε. ἐς τὰς ἀρούρας δὲ ἀπονηξάμενοί φησι καὶ τὰ λήια ὑποκείρουσι, καὶ διὰ τῶν δένδρων ἀνέρπουσι, καὶ τὰ ὡραῖα δεῖπνον ἔχουσι, καὶ τοὺς κλάδους δὲ διακόπτουσιν, οὐδὲ ἐκείνους κατατραγεῖν ἀδυνατοῦντες. οὐκοῦν ἀμυνούμενοι οἱ Κάσπιοι τὴν ἐκ τῶν μυῶν ἐπιδρομήν τε ἅμα καὶ λύμην φείδονται τῶν γαμψωνύχων, οἵπερ οὖν καὶ αὐτοὶ κατὰ νέφη πετόμενοι εἶτα αὐτοὺς ἀνασπῶσιν, καὶ ἰδίᾳ τινὶ φύσει τοῖς Κασπίοις ἀναστέλλουσι τὸν λιμόν. ἀλώπεκες δὲ αἱ Κάσπιαι, τὸ πλῆθος αὐτῶν τοσοῦτόν ἐστιν ὡς καὶ ἐπιφοιτᾶν οὐ μόνον τοῖς αὐλίοις τοῖς κατὰ τοὺς ἀγρούς, ἤδη γε μὴν καὶ ἐς τὰς πόλεις παριέναι. καὶ ἐν οἰκίᾳ ἀλώπηξ φανεῖται οὐ μὰ Δία ἐπὶ λύμῃ οὐδὲ ἁρπαγῇ, ἀλλὰ οἷα τιθασός· καὶ ὑποσαίνουσί τε καὶ ὑπαικάλλουσι τῶν παρʼ ἡμῖν κυνιδίων.2 οἱ δὲ μύες οἱ τοῖς Κασπίοις ἐπίδημον ὄντες κακόν, μέγεθος αὐτῶν ὅσον κατά γε τοὺς Αἰγυπτίων ἰχνεύμονας ὁρᾶσθαι· ἄγριοι δὲ καὶ δεινοὶ καὶ καρτεροὶ τοὺς ὀδόντας, καὶ διακόψαι τε καὶ διατραγεῖν οἷοί τε εἰσὶ καὶ σίδηρον. τοιοῦτοι δὲ ἄρα καὶ οἱ μύες οἱ ἐν τῇ Τερηδόνι τῆς Βαβυλωνίας εἰσίν, ὧνπερ οὖν καὶ τὰς δορὰς οἱ τούτων κάπηλοι ἐς Πέρσας ἄγουσι φόρτον. εἰσὶ δὲ ἁπαλαί, καὶ συνερραμμέναι χιτῶνές τε ἅμα γίνονται καὶ ἀλεαίνουσιν αὐτούς. καλοῦνται δὲ ἄρα οὕτοι κανδυτᾶνες, ὡς ἐκείνοις φίλον. θαυμάσαι δὲ τῶν μυῶν τῶνδε ἄξιον ἄρα καὶ τοῦτο. ἐὰν ἁλῷ μῦς κύουσα, κᾆτα ἐξαιρεθῇ τὸ ἔμβρυον, αὐτῆς δὲ διατμηθείσης ἐκείνης εἶτα μέντοι καὶ αὐτὸ διανοιχθῇ, καὶ ἐκεῖνο ἔχει βρέφος.
阿明塔斯在其自题为《驿程志》的著作中谈到,在里海一带,牛群和马群极多,其数目不可胜数。此外他还补充道,在季节的某些流转中,会出现无可抵御的群鼠之灾;他援引证据说道,当滔滔不绝的江河带着巨大咆哮奔流时,群鼠竟极其无畏地渡水而过,互相咬住彼此的尾巴以此为锚缆,并以此构成它们渡过水流的最坚固纽带。他又说,群鼠游至耕地,便咬断直立的庄稼,爬上树木,以应季的果实为美餐,甚至咬断树枝,连这些树枝它们也并非无力啃噬。因此,里海人为抵御鼠群带来的侵袭与破坏,便爱护那些弯爪猛禽;猛禽亦遮天蔽日成群飞来,将群鼠攫取而去,以其特异的本性为里海人消除了饥荒。至于里海的狐狸,其数量之多,以至于它们不仅频繁出入乡间的栏舍,甚至如今已闯入城镇之中。家中若出现一只狐狸,凭宙斯起誓,绝非为了毁坏或抢掠,而是宛如驯养之兽;它们摇尾乞怜与献媚的程度,比我们身边的玩赏小狗尤甚。而作为里海人流行灾害的那些老鼠,其体型之大,看起来足与埃及的獴相当;它们性情凶残可怕,牙齿坚固,甚至能够切断并咬碎铁器。巴比伦尼亚特雷敦的老鼠亦是如此,贩卖它们的商人将其毛皮作为货物运往波斯人那里。其毛皮柔软,缝合起来便制成长袍,能使人保暖。按照当地人的习惯,这些衣物被称为坎迪塔内斯。关于这些老鼠,以下一点亦甚值得惊叹:若捉到一只怀胎的母鼠,随即取出胚胎,在母鼠被切开之后若再切开那胚胎本身,它腹中竟然亦怀有幼仔。
τῆς θαλαττίας τρυγόνος ἴδιον καὶ τοῦτο προσακήκοα. ἐπὶ τῆς ἁλιάδος ὀρχεῖταί τις, ὅταν αὐτὴν ὑπονέουσαν θεάσηται, καὶ μέντοι καὶ ἀπέσκωψέ τι κέρτομον, καὶ πρὸς ἐπὶ τούτοις, ἐάνπερ αὐλητικὸς ᾖ, καὶ τὸν αὐλὸν ὡς δέλεαρ φέρει καὶ ὑπαυλεῖ· ἣ δὲ ὑπερήδεται ʽκαὶ γάρ τοι καὶ ὦτα ἔχει μουσικῆς ἐπαΐοντα, ὥς φασι, καὶ ὄμματα συνιέντα ὀρχηστικῆσʼ εἶτα κηλουμένη ἡσυχῆ πως ἀναπλεῖ. καὶ ὃ μὲν τὰς ἴυγγας τὰς προειρημένας ἐνεργότατα προσείει, ἔθηκε δὲ τὸ φέρνιόν τις ἕτερος, καὶ τὸν ἰχθὺν ἀνάγει· καὶ ʽτοῦτο δήπου τὸ καινότατονʼ κηλουμένη εἶτα ἑαυτὴν διαλέληθεν ᾑρημένη.3
关于海黄貂鱼,我还听闻了这样一种特异的习性。当有人见到它在船下潜游时,便在渔船上起舞,甚而出言嘲弄几句,此外若擅长吹笛,便取笛作为诱饵吹奏相和;而黄貂鱼极其欢喜——因为据说它确实长着能欣赏音乐的耳朵和懂得舞蹈的眼睛——随后便在迷醉之中悄然游上水面。当一人极其卖力地摆动上述诱物之时,另一个人便布下鱼篓,将鱼提了上来;并且——这无疑是最奇特之处——在迷醉之中,它竟连自己已被捕获也浑然不知。
Γαλάτας Εὔδοξος τοὺς ἑῴους λέγει δρᾶν τοιαῦτα, καὶ εἰ φανεῖταί τῳ πιστά, πιστευέτω, εἰ δὲ ἧττον τοιαῦτα, μὴ προσεχέτω. ὅταν αὐτῶν τῇ γῇ νέφη παρνόπων ἐπιφοιτήσαντα εἶτα λυπήσῃ τοὺς καρπούς, οἳ δὲ εὐχάς τινας εὔχονται, καὶ ἱερουργίας καταθύουσιν ὀρνίθων κατακηλητικάς· οἳ δὲ ὑπακούουσι, καὶ ἔρχονται στόλῳ κοινῷ, καὶ τοὺς πάρνοπας ἀφανίζουσιν. ἐὰν δὲ τούτων τινὰ θηράσηται Γαλάτης, τίμημά οἱ ἐκ τῶν νόμων τῶν ἐπιχωρίων θάνατός ἐστιν. ἐὰν δὲ συγγνώμης τύχῃ καὶ ἀφεθῇ, ἐς μῆνιν ἐμβάλλει τοὺς ὄρνιθας, καὶ τιμωροῦντες τῷ ἑαλωκότι4 οὐκ ἀξιοῦσιν ὑπακοῦσαι, ἐάν γε καλῶνται αὖθις.
欧多克索斯说东方的加拉太人会做出如下之事——若有人觉得可信,便让他去信,若觉得不那么可信,亦不必理会。每逢蝗群侵袭其土地并为害庄稼时,他们便作某些祈祷,并举行能魅惑鸟类的祭祀;鸟群遂听从召唤,结成共同的大群前来,将蝗虫消灭殆尽。若有加拉太人捕猎了其中任何一只鸟,依当地法律惩罚便是死刑。若此人获得宽恕而被赦免,便会使鸟群陷入狂怒,它们为被捕者复仇,若再次受到召唤,便不屑于遵从应召了。
- 17.17τῶν ποταμῶν τῶν ἀενάων σὺν πολλῷ τῷ ῥοίζῳ φερομένων, τοὺς δὲ καὶ μάλα ἀτρέπτως ἐπινήχεσθαί τε αὐτοῖς
在独立属格结构(τῶν ποταμῶν... φερομένων)之后的 τοὺς δέ 中,连词 δέ 具有承前对比(apodotic/resumptive)的作用。τούς 作为不定式 ἐπινήχεσθαι 的逻辑主语(间接引语中的宾格主语),突出了河流之湍急与鼠群不惧渡河之间的鲜明对比。
- 17.17ὑποσαίνουσί τε καὶ ὑπαικάλλουσι τῶν παρʼ ἡμῖν κυνιδίων
动词 ὑποσαίνω 与 ὑπαικάλλω 通常后接宾格或与格补足语,此处却后接属格 τῶν παρʼ ἡμῖν κυνιδίων。此处的属格充当比较属格,隐含了比较副词 μᾶλλον,意为“比我们身边的玩赏犬更为谄媚摇尾”。
- 17.18ἑαυτὴν διαλέληθεν ᾑρημένη
动词 διαλανθάνω 与反身代词宾格(ἑαυτήν)及补充补足语分词(ᾑρημένη)连用的惯用句式,表示“自身未曾察觉到……”,指黄貂鱼在沉醉中甚至未察觉到自己已被捕获。
- 17.19τιμωροῦντες τῷ ἑαλωκότι
主动态 τιμωρέω 后接人称与格(τῷ ἑαλωκότι)的用法。不同于中间态 τιμωροῦμαι 接宾格表示“惩罚某人”,主动态加与格意为“为某人复仇/为受害者雪恨”;此处指鸟群为被捕的同伴复仇。
