← 克劳狄乌斯·埃利安

论动物的本性

§17.12-17.16

有毒蟾蜍与治愈黄疸之鸟的传说

本节讲述了某种蟾蜍致死的毒血及其呼吸令人面色惨白的危害、石鸻通过对视治疗黄疸的奇效、对欧多克索斯所称比牛还大的巨鸟的质疑、鹧鸪顺风受孕与蟾蜍具有两副肝脏的传闻,以及埃内托伊人为保护农作物而以礼物与寒鸦达成休战协定的习俗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.12

γένος τι φρύνης ἀκούω καὶ πιεῖν δεινὸν καὶ πικρὸν ἰδεῖν. πιεῖν μέν, εἴ τις αὐτὴν συντρίψας εἶτα μέντοι τὸ αἷμα δοίη τῳ πιεῖν, κατʼ ἐπιβουλὴν ἐμβαλὼν εἴτε ἐς οἶνον εἴτε ἐς ἄλλα πώματα, ὧνπερ οἱ τούτων κατάρατοι σοφισταὶ ἐπιτήδειον ἥγηνται τὴν πρὸς ἐκεῖνο τὸ αἷμα κρᾶσιν. καὶ ποθὲν ἀπέκτεινεν οὐκ ἐς ἀναβολὰς ἀλλὰ παραχρῆμα. ἰδεῖν δὲ ἡ φρύνη κακόν ἐστι τοιοῦτον. ἐάν τις θεάσηται τὴν θῆρα, εἶτα αὐτῇ ἀντίος ὁρῶν προσβλέψῃ δριμύ, καὶ ἐκείνη κατὰ τὴν ἑαυτῆς φύσιν ἰταμὸν ἀντιβλέψῃ, καί τι καὶ φύσημα ἐμπνεύσῃ ἑαυτῇ μὲν συμφυές, χρωτὶ δὲ ἐχθρὸν ἀνθρωπίνῳ, ὠχρὸν ὠχρὸν ἐργάζεται, ὡς εἰπεῖν τὸν οὐκ ἰδόντα ἀλλὰ ἐντυχόντα πρῶτον ὅτι νοσήσαντα εἶδεν ἄνθρωπον.1 μένει τε ἡ ὠχρότης ἡμερῶν οὐ πολλῶν, εἶτα ἀφανίζεται.

我听说某种蟾蜍,饮之可怕,见之亦受害。就饮用而言,若有人将其碾碎,随后把其血液给某人饮用,蓄意将其投入葡萄酒或这类伎俩的可咒术士们认为适于与那血液调和的其他饮品中;只要饮下,它绝不延宕,而是立即致命。另一方面,蟾蜍在视觉上造成的危害则是如下情形:如果有人注视这动物,随后迎面对着它狠狠凝视,而它也依其本性蛮横地反瞪回来,并吹出一种对其自身虽属固有、对人之肌肤却极有害的气息,便会使人变得极其苍白,以至于未曾见过他而初次相遇的人会说,自己见到了一个病人。这苍白之色持续不了几天,随后便消退了。

§17.13

χαραδριοῦ δὲ ἦν ἄρα δῶρον τοῦτο, ὃ οὐ μὰ Δία ἀτιμάζειν ἄξιον. εἰ γοῦν ὑπαναπλησθεὶς τὸ σῶμα ἰκτέρου τις εἶτά οἱ δριμὺ ἐνορῴη, ὃ δὲ ἀντιβλέπει καὶ μάλα γε ἀτρέπτως, ὥσπερ οὖν ἀντιφιλοτιμούμενος, καὶ ἡ τοιάδε ἀντίβλεψις ἰᾶται τὸ προειρημένον πάθος τῷ ἀνθρώπῳ.

石鸻则确实拥有一种天赋,凭宙斯起誓,这绝不应当被鄙弃。总之,若有身体略染黄疸者狠狠凝视它,它便极为专注、仿佛与之竞争般回瞪着他,这样的对视便医治了该人的上述疾患。

§17.14

ἐγὼ μὲν οὐ πεπίστευκα, εἰ δὲ ἕτερος Εὐδόξῳ πείθεται, πιστευέτω ὅ φησιν Εὔδοξος, ὑπερβαλὼν τὰς Ἡρακλείους στήλας ἐν λίμναις ἑορακέναι ὄρνιθάς τινας καὶ μείζους βοῶν.2 καὶ ὅτι μὲν οὐ πείθει με ὁ λέγων, ἤδη εἶπον· ἃ δʼ οὖν ἤκουσα, οὐκ ἐσίγησα.

至于我本人并不相信;但如果另有人听信欧多克索斯,就让他去相信欧多克索斯所说的话吧——他说自己越过赫拉克勒斯之柱后,在沼泽中见过某些甚至比牛还大的鸟。谈论者未能说服我,这一点我方才已经说明;然而凡我所闻,我并未隐匿不言。

§17.15

Ἀριστοτέλης λέγει πέρδικα θῆλυν, ὅταν κατὰ ἄνεμον γένηται τοῦ ἄρρενος, ἐγκύμονα γίνεσθαι φύσει τινὶ ἀπορρήτῳ. διαπλέκει δὲ ἄρα ὁ ὄρνις οὗτος ἐν ἡμέραις τὴν νεοττιὰν ἑπτά, καὶ ἐν ἑπτὰ μέντοι τίκτει, ἐν δὲ ταῖς τοσαύταις καὶ ἐκτρέφει τὰ νεόττια. Τίμαιος δὲ καὶ Ἡρακλείδης καὶ Νεοκλῆς ὁ ἰατρὸς λέγουσι τοὺς φρύνους δύο ἥπατα ἔχειν, καὶ τὸ μὲν ἀποκτείνειν, τὸ δὲ ἐκείνου πεφυκέναι ἀντίπαλον· σώζειν γάρ.

亚里士多德说,雌鹧鸪一旦处于雄鹧鸪的下风向,就会因某种不可言说的自然造化而受孕。此外,这种鸟在七天之内编好鸟巢,又在七天之内产卵,并在同样天数之内养育幼雏。蒂迈欧、赫拉克利德斯以及医者奈奥克利斯则说,蟾蜍拥有两个肝脏,一个致死,另一个则生就为其抗衡者,因为它能救人。

§17.16

Θεόπομπος λέγει τοὺς περὶ τὸν Ἀδρίαν οἰκοῦντας Ἑνετούς, ὅταν ἀρότου καὶ σπόρου ᾖ ὥρα, τοῖς κολοιοῖς ἀποστέλλειν δῶρα· εἴη δʼ ἂν τὰ δῶρα ψαιστὰ ἄττα καὶ μεμαγμέναι μάζαι καλῶς τε καὶ εὖ. βούλεται δὲ ἄρα ἡ τῶνδε τῶν δώρων πρόθεσις μειλίγματα τοῖς κολοιοῖς εἶναι καὶ σπονδῶν ὁμολογίαι, ὡς ἐκείνους τὸν καρπὸν τὸν Δημήτρειον μὴ ἀνορύττειν καταβληθέντα ἐς τὴν γῆν μηδὲ παρεκλέγειν. Λύκος δὲ ἄρα καὶ ταῦτα μὲν ὁμολογεῖ, καὶ ἐκεῖνα δὲ ἐπὶ τούτοις προστίθησι καὶ φοινικοῦς ἱμάντας τὴν χρόαν, καὶ τοὺς μὲν προθέντας ταῦτα εἶτα ἀναχωρεῖν. καὶ τὰ μὲν τῶν κολοιῶν νέφη τῶν ὅρων ἔξω καταμένειν, δύο δὲ ἄρα ἢ τρεῖς προῃρημένους κατὰ τοὺς πρέσβεις τοὺς ἐκ τῶν πόλεων πέμπεσθαι κατασκεψομένους τῶν ξενίων τὸ πλῆθος· οἵπερ οὖν ἐπανίασι θεασάμενοι, καὶ καλοῦσιν αὐτούς, ᾗ πεφύκασιν οἳ μὲν καλεῖν, οἳ δὲ ὑπακούειν.3 ἔρχονται μὲν οὖν κατὰ νέφη· ἐὰν δὲ γεύσωνται τῶν προειρημένων, ἴσασιν οἱ Ἑνετοὶ ὅτι ἄρα αὐτοῖς πρὸς τοὺς ὄρνιθας τοὺς προειρημένους ἔνσπονδά ἐστιν· ἐὰν δὲ ὑπερίδωσι καὶ ἀτιμάσαντες ὡς εὐτελῆ μὴ γεύσωνται, πεπιστεύκασιν οἱ ἐπιχώριοι ὅτι τῆς ἐκείνων ὑπεροψίας ἐστὶν αὐτοῖς λιμὸς τὸ τίμημα. ἄγευστοι γὰρ μένοντες οἱ προειρημένοι ἀδεκατεύτοις ὡς εἰπεῖν ἐπιπέτονταί τε ταῖς ἀρούραις καὶ τό γε πλεῖστον τῶν κατεσπαρμένων συλῶσι πικρότατά γε ἐκεῖνοι, σὺν τῷ θυμῷ καὶ ἀνορύττοντες καὶ ἀνιχνεύοντες.

泰奥彭波斯说,居住在亚得里亚海沿岸的埃内托伊人,每逢耕作与播种的时节,便向寒鸦赠送礼物;这些礼物大约是某些祭祀饼饵以及揉捏得当的美好面团。献出这些礼物意在抚慰寒鸦并达成停战盟约,使它们不致刨掘并啄食落入土中的得墨忒耳谷物。吕科斯亦赞同这些说法,并在其上补充了深红色的皮条,且说摆下这些物品的人随后便退去。大群寒鸦留在边界之外,而两三只被选出的代表则如各城邦遣出的使节一般被派去视察馈赠的丰盛程度;它们审视之后便飞回,按照其一呼一应的自然本能召唤同伴。于是它们成群飞来;如果它们品尝了上述祭品,埃内托伊人便知道自己与上述鸟类达成了盟约;但若它们轻蔑相视,将其斥为粗劣而不加品尝,当地居民便坚信,对方的傲慢将让他们付出饥荒的代价。因为那些鸟由于未得尝食,便扑向可谓未纳什一税的耕地,极狠毒地掠夺大部分播下的种籽,带着怒气挖掘并搜寻。

语法注3 条
  1. 17.12ὠχρὸν ὠχρὸν ἐργάζεται, ὡς εἰπεῖν τὸν οὐκ ἰδόντα ἀλλὰ ἐντυχόντα ππῶτον ὅτι νοσήσαντα εἶδεν ἄνθρωπον

    词语重叠 ὠχρὸν ὠχρὸν 为加强语气的用法,表示极度苍白。随后的 ὡς εἰπεῖν ὅτι... 为表示结果或程度的结构,宾格分词短语 τὸν οὐκ ἰδόντα ἀλλὰ ἐντυχόντα πρῶτον 充当不定式 εἰπεῖν 的逻辑主语(即“以至于未曾见过他而初次相遇的人会说……”)。

  2. 17.14ὑπερβαλὼν τὰς Ἡρακλείους στήλας ἐν λίμναις ἑορακέναι ὄρνιθάς τινας καὶ μείζους βοῶν

    间接引语中不定式 ἑορακέναι 的逻辑主语与主句主语 Εὔδοξος 一致,因此分词 ὑπερβαλὼν 采用主格而非宾格,且不定式的主语省略。

  3. 17.16ᾗ πεφύκασιν οἳ μὲν καλεῖν, οἳ δὲ ὑπακούειν

    关系副词 ᾗ(意为“依照……的方式”)与 πεφύκασιν 连用,说明其天性习惯。代词 οἳ μὲν ... οἳ δὲ 构成部分同位语,用以区分呼唤者(侦察鸟)与响应者(鸟群)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:17.12-17.16