- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:17.9-17.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了兼具人与驴形态特征的驴人马的外观与习性,以及各地特异的动物分布,随后详述了扎昆索斯岛毒蛛咬伤所引发的特殊中毒症状及其接触传播现象。
Ὀνοκενταύραν καλοῦσι ζῷόν τι, καὶ ταύτην ὅστις εἶδεν, οὐκ ἂν ἠπίστησεν1 ὅτι καὶ Κενταύρων φῦλα ἦν, καὶ οὐ κατεψεύσαντο οἱ χειρουργοὶ τῆς φύσεως, ἀλλὰ καὶ ἐκείνους ἤνεγκεν ὁ χρόνος κράσει σωμάτων οὐχ ὁμοίων ἑνωθέντας. καταλείπωμεν δὲ αὐτούς, εἴτε ἐγένοντο ὄντως ἐπιδημίᾳ μιᾷ καὶ τῇ αὐτῇ, εἴτε ἡ φήμη κηροῦ παντὸς οὖσα εὐπλαστοτέρα τε καὶ εὐπειθεστέρα διέπλασεν αὐτούς, καὶ ἀνέμιξεν ἵππου καὶ ἀνθρώπου δαιμονίᾳ τινὶ συναφῇ ἡμίτομα, καὶ ἔδωκε μίαν ψυχήν. αὕτη δὲ ὑπὲρ ἧς ὥρμηται λέγειν ὅδε ὁ λόγος, ἐς ἀκοὴν τὴν ἐμὴν τοιάδε ἀφίκετο. ἀνθρώπῳ τὸ πρόσωπον εἴκασται, περιέρχονται δὲ αὐτὸ βαθεῖαι τρίχες. τράχηλός τε ὑπὸ τῷ προσώπῳ καὶ στέρνα, καὶ ταῦτα ἀνθρωπικά· μαζοὶ δὲ ᾐρμένοι καὶ κατὰ τοῦ στήθους ἐφεστῶτες, ὦμοι δὲ καὶ βραχίονες καὶ πήχεις, ἔτι δὲ χεῖρες καὶ στέρνα ἐς ἰξύν, καὶ ταῦτα ἀνθρωπικά· ῥάχις δὲ καὶ πλευραὶ καὶ γαστὴρ καὶ πόδες οἱ κατόπιν ὄνῳ καὶ μάλα ἐμφερῆ, καὶ τεφρώδης κατʼ ἐκεῖνον ἡ χρόα, τὰ δὲ ὑπὸ τὰς λαπάρας ἡσυχῆ λευκανθίζει. αἱ χεῖρες δὲ τῷδε τῷ ζῴῳ διπλῆν παρέχουσι χρείαν· ἔνθα μὲν γὰρ τάχους δεῖ, προθέουσι τῶν ὀπίσω σκελῶν, καὶ τῶν λοιπῶν τετραπόδων οὐχ ἡττᾶται τὸν δρόμον· δεῖ δὲ πάλιν ἢ ἀφελεῖν τι ἢ καταθέσθαι ἢ συλλαβεῖν καὶ σφίγξαι, καὶ οἱ πόδες οἱ τέως χεῖρες ἐγένοντο,2 καὶ οὐ βαδίζει, κάθηται δέ. βαρύθυμον δὲ ἰσχυρῶς τὸ ζῷόν ἐστιν. ἐὰν γοῦν ἁλῷ, δουλείαν μὴ φέρον καὶ τῆς τέως ἐλευθερίας γλιχόμενον τροφὴν ἀπέστραπται πᾶσαν, καὶ ἀποθνήσκει λιμῷ. Πυθαγόρας λέγει καὶ ταῦτα, ὥσπερ οὖν τεκμηριοῖ Κράτης ὁ ἐκ τοῦ Μυσίου Περγάμου. ἡ Βοιωτῶν γῆ ἀσπαλάκων ἀφεῖται,3 καὶ αὐτὴν οὐ διορύττει τὸ ζῷον τοῦτο κατὰ Λεβάδειαν· ἐὰν δέ πως καὶ ἀλλαχόθεν ἐσκομισθῶσιν, ἀποθνήσκουσι. περὶ μὲν οὖν τὴν Ὀρχομενίων γίνονται καὶ πολλοί. ἐν δὲ Λιβύῃ συῶν ἀγρίων ἀπορία ἐστὶ καὶ ἐλάφων. ἐν δὲ τῷ Πόντῳ οὔτε μαλάκια οὔτε ὀστρακόδερμα γίνεται, εἰ μὴ σπανίως καὶ ὀλίγα. λέγει δὲ Δείνων ἐν Αἰθιοπίᾳ γίνεσθαι τοὺς ὄρνιθας τοὺς μονόκερως καὶ ὗς τετράκερως καὶ πρόβατα ἐρίων μὲν ψιλά, τρίχας δὲ καμήλων ἔχοντα.
人们称某种动物为驴人马,无论谁见过这种动物,都不会不相信半人马部族曾经存在过,工匠们并没有诬罔自然,而是时间确实孕育出了那些因不相似形体的结合而联为一体的生灵。不过,无论它们是否真的在唯一且同一的驻留中产生,还是比任何蜡都更具可塑性、更容易被摆布的传闻塑造了它们,并通过某种神妙的结合将马与人的半身拼合在一起并赋予单一灵魂,我们且将它们搁置一旁。至于本篇论述旨在谈及的这种动物,传入我耳中的则是如下模样:其面容宛如人类,浓密的毛发环绕四周。面部下方的颈项与胸部也是人类的特征。耸起并立于胸前的乳房、双肩、上臂与前臂,乃至双手与下至腰际的躯干,这些也皆具人形。然而脊柱、肋部、腹部与后足则极为肖似驴子,毛色随之呈现如驴一般的灰白色,侧腹下方略微泛白。这种动物的双手提供双重功用:当需要速度时,它们奔跑于后肢之前,在奔跑上并不逊色于其他四足动物;而当需要移开某物、放下某物,或抓取并握紧时,方才作为脚的前肢便变成了手,它不再行走,而是坐下来。这种动物性情极其烈傲;总之,如果被捕获,因不堪忍受奴役并渴念往日的自由,它会拒绝所有食物,最终绝食而死。毕达哥拉斯亦作此言,正如密细亚的佩加蒙人克拉特斯所证实的那样。玻俄提亚的土地免遭鼹鼠之扰,在莱巴狄亚一带该动物并不挖掘地洞;若是从他处将其运入,它们便会死去。然而在奥尔科梅诺斯人周边地区,它们却数量繁多。在利比亚缺乏野猪与鹿。在黑海既无软体动物亦无介壳类,即便有也极罕见且数量稀少。戴农则说,埃塞俄比亚生长着独角鸟、四角猪,以及不生羊毛而具骆驼毛的羊。
ἐν Ζακύνθῳ λέγουσιν οἱ δεινοὶ τὰ τοιαῦτα βασανίσαι τε καὶ ἀνιχνεῦσαι τοῖς ὑπὸ τῶν φαλαγγίων δακνομένοις μὴ μόνον τοσαῦτα ἀπαντᾶν, ὅσα καὶ τοῖς ἀλλαχόθι δηχθεῖσιν, ἀλλὰ ἐκείνων πλείω. ὅλα γὰρ αὐτοῖς τὰ σώματα γίνεται νάρκης ἀνάπλεω καί πως ὑπότρομα καὶ ψυχρὰ ἰσχυρῶς, καὶ ἔμετοι σπασμὸν ἀναφύοντες, καὶ ὀρθοῦται τὸ σκεῦος αὐτοῖς· ἀλγοῦσι δὲ καὶ τὰ ὦτα ἰσχυρῶς, καὶ τοῦ ποδὸς ἑκατέρου τὸ θέναρ καὶ τοῦτο ὀδυνῶνται. ἐνδείκνυνται δὲ ἄρα αὐτὰ ὅσα εἶπον ἕκαστα καὶ οἱ τὰς χεῖρας ἐπιβάλλοντες αὐτοῖς.4 ὃ δέ ἐστι καὶ ἀκοῦσαι ἐκπληκτικὸν καὶ μέντοι καὶ θαυμασιώτερον ἰδεῖν, ὅταν τινὲς τῶν ἀδήκτων ἢ ἐμβῶσι τοῖς ἀπολούτροις τῶν δηχθέντων ἢ καὶ νὴ Δία ἀπονίψωνται τοὺς πόδας ʽοἷα δήπου γίνεσθαι φιλεῖ πολλάκις· ἤδη δὲ ἄρα ἀπαντᾷ τὰ τοιαῦτα καὶ κατά τινας ἐπιβουλὰς ἐχθρῶνʼ, πάντα καὶ ἐκείνοις γίνεται τὰ ἀλγήματα, ὅσα καὶ τοῖς δηχθεῖσι δήπου.
在扎昆索斯岛,精于检验与探究此类事由的人说,被毒蛛叮咬者所遭受的不仅有与在他处被咬者相同的诸多病症,甚至比那些更多。因为他们全身都会陷入麻木,不知何故隐隐发颤且极度冰凉,发生引发痉挛的呕吐,阴茎勃起直立;两耳亦剧烈作痛,双脚脚掌同样承受痛苦。而那些将手放在他们身上的人,竟然也会逐一表现出我刚才所述的这些症状。更有听闻令人骇然、亲见则更为惊奇之事:倘若未被咬伤者踏入了被咬者沐浴后的洗澡水中,或者凭宙斯起誓甚至用它洗了脚(这固然是常有之事;但如今有时竟也是出于敌人的某种阴谋暗算),那些未被叮咬之人也会产生与被咬者全然相同的全部痛苦。
- 17.9οὐκ ἂν ἠπίστησεν
此处为过去与事实相反的虚拟条件结构:关系从句 ὅστις εἶδεν(不定过去时直陈式)充当条件从句,主节由 ἄν 搭配不定过去时直陈式 ἠπίστησεν 构成结论从句,意为“凡是见过它的人,都绝不可能不相信”。
- 17.10καὶ οἱ πόδες οἱ τέως χεῖρες ἐγένοντο
副词 τέως(“方才”、“在此之前”)修饰肢体功能的转换:此前(在奔跑时)作为脚的前肢,在抓握或放置物品时便成了手。连词 καί 引出紧随条件分句(δεῖ δὲ πάλιν...)之后发生的主节动作。
- 17.10ἀσπαλάκων ἀφεῖται
动词 ἀφίημι 的完成时被动态第三人称单数 ἀφεῖται 与表示分离/免除的属格 ἀσπαλάκων 搭配,表示“免于鼹鼠之害 / 没有鼹鼠”。
- 17.11ἐνδείκνυνται δὲ ἄρα αὐτὰ ὅσα εἶπον ἕκαστα καὶ οἱ τὰς χεῖρας ἐπιβάλλοντες αὐτοῖς
此句语序发生倒置:后置的分词短语 οἱ τὰς χεῖρας ἐπιβάλλοντες αὐτοῖς(“将手放在他们身上的人”)作主语,而前置的短语 αὐτὰ ὅσα εἶπον ἕκαστα 作中间态动词 ἐνδείκνυνται(“自身显现出”)的直接宾语。
