← 克劳狄乌斯·埃利安

论动物的本性

§16.5-16.10

印度戴胜鸟的神话与诸珍兽的习性

埃利安记述了印度的戴胜鸟及其尽孝神话,以及具鳞动物法塔盖、食石的叙利亚鹧鸪、海蛇、善奔的野骡,以及富有灵性、受国王供食的温顺猿猴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.5

ἀκούω δὲ ἔγωγε καὶ Ἰνδὸν ἔποπα διπλασίονα τοῦ παρʼ ἡμῖν καὶ ὡραιότερον ἰδεῖν. καὶ Ὅμηρος μὲν λέγει βασιλεῖ κεῖσθαι ἄγαλμα Ἕλληνι χαλινὸν καὶ κόσμον ἵππου, ὁ δὲ ἔποψ οὗτος Ἰνδῶν βασιλεῖ ἄθυρμά ἐστι, καὶ διὰ χειρῶν αὐτὸν φέρει, καὶ ἥδεται αὐτῷ, καὶ συνεχὲς ἐνορᾷ τὴν ἀγλαΐαν τεθηπὼς τοῦ ὄρνιθος καὶ τὸ κάλλος τὸ αὐτοφυές. ἐπᾴδουσι δὲ ἄρα τῷδε τῷ ὀρνέῳ καὶ μῦθον Βραχμᾶνες, καὶ ὅ γε μῦθος ὁ ᾀδόμενος οὗτός ἐστιν. παῖς ἐγένετο Ἰνδῶν βασιλεῖ, καὶ ἀδελφοὺς εἶχεν, οἵπερ οὖν ἀνδρωθέντες ἐκδικώτατοί τε γίνονται καὶ λεωργότατοι. καὶ τούτου μὲν ὡς νεωτάτου καταφρονοῦσι, τὸν δὲ πατέρα ἐκερτόμουν καὶ τὴν μητέρα, τὸ γῆρας αὐτῶν ἐκφαυλίσαντες. ἀναίνονται οὖν ἐκεῖνοι τὴν σὺν τούτοις διατριβήν, καὶ ᾤχοντο φεύγοντες ὅ τε παῖς καὶ οἱ γέροντες. συντόνου δὲ ἄρα αὐτοὺς πορείας διαδεξαμένης, οἳ μὲν ἀπεῖπον καὶ ἀποθνήσκουσιν, ὁ δὲ παῖς οὐκ ὠλιγώρησεν αὐτῶν, ἀλλʼ ἔθαψεν αὐτοὺς ἐν ἑαυτῷ, ξίφει τὴν κεφαλὴν διατεμών. ἀγασθέντα δὲ τὸν πάντʼ ἐφορῶντα Ἥλιον οἱ αὐτοί φασι τῆς εὐσεβείας τὴν ὑπερβολήν, ὄρνιν αὐτὸν ἀποφῆναι,1 κάλλιστον μὲν ὄψει, μακραίωνα δὲ τὸν βίον· ὑπανέστηκε δέ οἱ καὶ λόφος ἐκ τῆς κορυφῆς, οἱονεὶ μνημεῖον τοῦτο τῶν πεπραγμένων ὅτε ἔφευγεν. τοιαῦτα ἄττα καὶ Ἀθηναῖοι ὑπὲρ τοῦ κορύδου τερατευόμενοι προσεῖχον μύθῳ τινί, ᾧπερ οὖν ἀκολουθῆσαί μοι δοκεῖ καὶ Ἀριστοφάνης ὁ τῆς κωμῳδίας ποιητὴς ἐν Ὄρνισι λέγων "ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον πεπάτηκας, ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι, προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς ἀποθνήσκειν· γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον. τὴν δʼ ἀποροῦσαν ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὐτῆς ἐν τῇ κεφαλῇ κατορύξαι." ἔοικεν οὖν ἐξ Ἰνδῶν τὸ μυθολόγημα ἐπʼ ἄλλου μὲν ὄρνιθος, ἐπιρρεῦσαι δʼ οὖν καὶ τοῖς Ἕλλησιν. ὠγύγιον γάρ τι μῆκος χρόνου λέγουσι Βραχμᾶνες, ἐξ οὗ ταῦτα τῷ ἔποπι τῷ Ἰνδῷ ἔτι ἀνθρώπῳ ὄντι καὶ παιδὶ τήν γε ἡλικίαν ἐς τοὺς γειναμένους πέπρακται.

我听说印度的戴胜鸟是我们这里的两倍大,外表也更为美丽。荷马说,一具马衔和挽具乃是希腊国王珍藏的饰物,而这种戴胜鸟则是印度国王的玩物,他将它抱在掌中,以它为乐,惊叹于此鸟的华丽与天生的美丽而常常凝视。婆罗门人关于这只鸟还传颂着一个神话,所歌咏的神话乃是如此:印度国王生有一子,他还有几个哥哥,而哥哥们成年后变得极其不法且凶残恶劣。他们蔑视这位最小的弟弟,也嘲弄父母,轻贱老人的暮年。于是父母拒绝与他们共同生活,这名男孩便与双亲一同出奔逃亡。然而艰辛的旅途降临在他们身上,父母精疲力竭而亡;但男孩并未怠慢他们,而是用剑剖开自己的头颅,将他们埋葬在自己体内。同一批人说,明察万物的太阳神赞赏这极度的孝心,便将他化作一只鸟,外表极为美丽,寿命也极长;从他的头顶耸起一具冠羽,仿佛是他逃亡时所行之事的纪念碑。雅典人关于凤头百灵也夸饰着某些类似的说法,附会于某个神话,喜剧诗人阿里斯托芬在《鸟》中似乎也沿用了这个神话,他写道: “因为你生来无知,不求甚解,也从未研读过伊索;他说凤头百灵生于大地之前,是所有鸟类中的第一只;后来她的父亲因病去世;那时大地尚不存在,遗体停放了四天;她在无计可施的困境中,将父亲埋葬在自己的头颅里。” 因此,这个神话似乎是从印度流传到希腊人那里的,只是附会到了另一种鸟身上;因为婆罗门人说,自印度戴胜鸟在仍是人类且年纪尚幼之时对其双亲行下此事以来,已经过去了漫长而远古的岁月。

§16.6

ἐν Ἰνδοῖς γίνεται ζῷον κροκοδείλῳ χερσαίῳ παραπλήσιον ἰδεῖν· μέγεθος δὲ αὐτῷ κυνιδίου Μελιταίου εἴη ἄν. περίκειται δὲ ἄρα φολίδα τραχεῖαν οὕτω καὶ πυκνήν,2 ὥστε ὅταν δαρῇ ῥίνης αὐτοῖς ἔργα παρέχει.3 διατέμνει δὲ καὶ χαλκόν, καὶ τὸν σίδηρον διεσθίει. καλοῦσι δὲ φαττάγην αὐτό.

在印度有一种外形与陆生鳄鱼相似的动物,其体型大约如一只马耳他哈巴狗。它身上覆有如此粗糙而密集的鳞片,以致剥皮之后能为人们充当锉刀之用。它能咬断青铜,嚼穿钢铁;人们称它为“法塔盖”。

§16.7

Συροπέρδιξ γίνεται περὶ τὴν Ἀντιόχειαν τὴν Πισιδίας, καὶ σιτεῖται καὶ λίθους· μικρότερος δέ ἐστι τοῦ πέρδικος καὶ μέλας τὴν χρόαν, πυρρὸς δὲ τὸ ῥάμφος. οὐχ ἡμεροῦται δὲ κατὰ τὸν ἄλλον, οὐδὲ γίνεται τιθασός, ἀλλʼ ἄγριος ἐς τὸ ἀεὶ διαμένει. ἔστι δὲ οὐ μέγας, βρωθῆναί τε ἡδίων τοῦ ἑτέρου, καὶ τὴν σάρκα πως δοκεῖ πυκνότερος.

皮西迪亚的安条克周边产有一种叙利亚鹧鸪,甚至以石头为食;它比普通鹧鸪小,羽色呈黑,喙部通红。它不像另一种鹧鸪那样容易驯化,也不能被驯服,而是始终保持野性。它体型不大,食之比另一种更美味,肉质似乎也更紧实一些。

§16.8

ἡ δὲ Ἰνδῶν θάλαττα ὕδρους θαλαττίους τίκτει πλατεῖς τὰς οὐράς· τίκτουσι δὲ καὶ λίμναι μεγίστους ὕδρους. οἱ δὲ θαλάττιοι ὄφεις οἵδε κάρχαρον ἐοίκασι μᾶλλον ἔχειν τὸ δῆγμα ἤπερ οὖν ἰῶδες. ἐν Ἰνδοῖς ἵππων τε ἀγρίων καὶ ὄνων τοιούτων εἰσὶν ἀγέλαι. οὐκοῦν ἀναβαινόντων τῶν ὄνων τὰς ἵππους, ὑπομένειν ἐκείνας λέγουσι, καὶ ἥδεσθαι τῇ μίξει, καὶ τίκτειν ἡμιόνους πυρροὺς τὴν χρόαν καὶ ἄγαν δρομικούς, δυσλόφους δὲ καὶ δυσγαργάλεις ἄλλως. ποδάγραις δὲ τούτους αἱροῦσιν, εἶτα ἀνάγεσθαι τῷ τῶν Πρασίων βασιλεῖ φασι· καὶ διετεῖς μὲν ἑαλωκότας μὴ ἀναίνεσθαι τὴν πώλευσιν, πρεσβυτέρους δὲ μὴ διαφέρειν τῶν καρχάρων θηρίων καὶ σαρκοφάγων μηδὲ ἕν. ἐν Πρασίοις δὲ τοῖς Ἰνδικοῖς εἶναι γένος πιθήκων φασὶν ἀνθρωπόνουν, ἰδεῖν δέ εἰσι κατὰ τοὺς Ὑρκανοὺς κύνας τὸ μέγεθος, προκομία τε αὐτῶν ὁρᾶται συμφυής· εἴποι δʼ ἂν ὁ μὴ τὸ ἀληθὲς εἰδὼς ἀσκητὰς εἶναι αὐτάς. γένειον δὲ αὐτοῖς ὑποπέφυκε σατυρῶδες, ἡ δὲ οὐρὰ κατὰ τὴν τῶν λεόντων ἀλκαίαν ἐστί. καὶ τὸ μὲν ἄλλο πᾶν σῶμα πεφύκασι λευκοί, τὴν δὲ κεφαλὴν καὶ τὴν οὐρὰν ἄκραν εἰσὶ πυρροί. σώφρονες δὲ καὶ φύσει τιθασοί· εἰσὶ δὲ ὑλαῖοι τὴν δίαιταν, καὶ σιτοῦνται τῶν ὡραίων τὰ ἄγρια. φοιτῶσι δὲ ἀθρόοι ἐς τὰ τῆς Λατάγης προάστεια (πόλις δέ ἐστιν Ἰνδῶν ἡ Λατάγη), καὶ τὴν προτεθειμένην αὐτοῖς ἐκ βασιλέως ἑφθὴν ὄρυζαν σιτοῦνται· ἀνὰ πᾶσαν δὲ ἡμέραν ἥδε ἡ δαὶς αὐτοῖς εὐτρεπὴς πρόκειται. ἐμφορηθέντας δὲ ἄρα αὐτοὺς ἀναχωρεῖν αὖθις ἐς τὰ ἤθη τὰ ὑλαῖά φασι σὺν κόσμῳ, καὶ σίνεσθαι τῶν ἐν ποσὶν οὐδὲ ἕν.4

印度的海洋孕育着扁尾的海蛇;湖泊也孕育着巨大的水蛇。这些海蛇的咬伤似乎与其说是带有毒液,倒不如说是撕裂性的锯齿伤。在印度有成群的野马和类似的野驴。因此据说当野驴爬跨母马时,母马顺从并乐于交配,产下毛色红褐、极擅奔跑的骡子,但它们性情倔强且难以驾驭。人们用脚套捕捉它们,然后据说进献给普拉西伊人的国王;两岁时被捕获的并不抗拒驯化,而年龄更大的则与凶猛噬肉的野兽毫无二致。据说在印度的普拉西伊人中生活着一种具有人类智性的猴类,大小如海尔卡尼亚犬,头上可见天然的前额鬃毛;不知实情的人定会说那是人工修剪的。它们的下颌长着萨堤洛斯般的胡须,尾巴如狮子的尾巴。除了头部和尾尖呈红褐色外,周身其余部分皆为白色。它们性情温和,天生亲人,居于林中,以野生果实为食。它们成群来到拉塔盖(这是印度的一座城邑)的郊外,食用国王为它们摆出的熟稻米;每天这道餐宴都会备妥并陈列于前。据说它们吃饱之后,又秩序井然地返回林间的栖息地,绝不损伤脚下的任何东西。

语法注4 条
  1. 16.5ἀγασθέντα δὲ τὸν πάντʼ ἐφορῶντα Ἥλιον οἱ αὐτοί φασι τῆς εὐσεβείας τὴν ὑπερβολήν, ὄρνιν αὐτὸν ἀποφῆναι

    此句为接在 φασί 之后的宾格加不定式结构,主语宾格为 τὸν Ἥλιον,不定式为 ἀποφῆναι。过去分词 ἀγασθέντα 与 τὸν Ἥλιον 保持一致,并支配受属格 τῆς εὐσεβείας 修饰的宾格宾语 τὴν ὑπερβολήν(“感叹于其至极的孝心”)。代词 αὐτόν 则作不定式 ἀποφῆναι 的宾语(指代那名少年)。

  2. 16.6περίκειται δὲ ἄρα φολίδα τραχεῖαν οὕτω καὶ πυκνήν

    动词 περίκειμαι 原本为中动/被动态意义(“被置于……周围”),但在表示穿戴衣饰、铠甲或披覆外物时,习惯上直接接宾格(φολίδα τραχεῖαν),意为“身披”、“长有周身覆裹的……”。主语为前文所述的动物。

  3. 16.6ὥστε ὅταν δαρῇ ῥίνης αὐτοῖς ἔργα παρέχει

    在由 ὥστε 引导的结果从句内部,嵌套了时间/条件从句 ὅταν δαρῇ(被动态过去时虚拟式,“每当被剥皮时”)。属格 ῥίνης 修饰 ἔργα,表示性质或职能(“锉刀的作用/功用”),αὐτοῖς 为利益与格(“对人们而言”)。主语为剥下的外皮(或该动物本身)。

  4. 16.10ἐμφορηθέντας δὲ ἄρα αὐτοὺς ἀναχωρεῖν αὖθις ἐς τὰ ἤθη τὰ ὑλαῖά φασι σὺν κόσμῳ, καὶ σίνεσθαι τῶν ἐν ποσὶν οὐδὲ ἕν

    这是由 φασί 统领的宾格加不定式结构。主语宾格 αὐτούς(猴群)与过去被动分词 ἐμφορηθέντας(“吃饱之后”)在性数格上保持一致。不定式 ἀναχωρεῖν 与 σίνεσθαι 由 καί 并列;后者的否定宾语 οὐδὲ ἕν(“绝无一件”)受到部分属格 τῶν ἐν ποσίν(“足下之物中的”)的修饰限定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:16.5-16.10